De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

9 εἰ δὲ τὰ προσήκοντα ἔγνωκα, πάρεστι τῷ βουλομένῳ σκοπεῖν ἐπʼ αὐτῶν ποιουμένῳ τῶν παραδειγ μάτων τὴν ἐξέτασιν. ἃ μὲν οὖν παρὰ τὸν Θουκυδίδου χαρακτῆρα κατεσκεύασται τῷ ῥήτορι, τοιάδε τινά ἐστιν· ‘Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς ἀλλά καὶ τοὺς ἄλλους Ἕλληνας ἀδικεῖ, καὶ πάντων εὖ οἷδʼ ὅτι φησάντων γʼ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν καὶ πράττειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμένα ὁρῶ, ὥστε δέδοικα, μὴ βλάσφημον μὲν εἰπεῖν [*](μὲν ἱκετεύων, νῦν δὲ οἰκτιζόμενος, μετʼ ὀλίγον προτρέπων, αὖθις φοβῶν 14 Demosthenes Philippicae III 110) [*](3 ὅψις BP 4 ποικίλου P | τι M: δὴ BPv 5 ἀπατητὸν B | εἰκάσειαν B 7 δὴ add Sadaeus 9 χαρτῆρα P 12 ποιουμένῳ Sylburgius: ποιουμένων | lac X fere litt M, in BP λόγων deinde lac fere XIV litt B, XXXVI P: corr Krüger 14 ταιαῦτά τινά ἐστιν suppleuit Sadaeus post Krügerum, in M B lac XVIII fere litt, nulla in P 18 Ἕλληνας om libri, add ex Demosthene Sylburgius 19 δεῖν om libri, add Sylburgius 20 πράττειν ἅπασι προσήκειν v ἅπασι προσήκειν m recentissima in mg M | παύσηται MBP 22 προιέμενα BP)

145
ἀληθὲς δὲ ᾖ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλοντο οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς, ἐξ ὧν ὡς φαυλότατα τὰ πράγματα ἤμελλεν ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι.ʼ κατὰ τί δὴ ταύτην ἡγοῦμαι τὴν λέξιν ἐοικέναι τῇ Θουκυδίδου; καθʼ ὃ κἀκείνην πείθομαι μάλιστα διαφέρειν τῶν ἄλλων. τουτὶ δʼ ἔστι τὸ μὴ κατʼ εὐθεῖαν ἑρμηνείαν ἐξενηνέχθαι τὰ νοήματα μηδʼ, ὡς ἔστι τοῖς ἄλλοις σύνηθες λέγειν, ἁπλῶς καὶ ἀφελῶς, ἀλλὰ ἐξηλλάχθαι καὶ ἀπεστράφθαι τὴν διάλεκτον ἐκ τῶν ἐν ἔθει καὶ κατὰ φύσιν εἰς τὰ μὴ συνήθη τοῖς πολλοῖς μηδʼ ὡς ἡ φύσις ἀπαιτεῖ. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἁπλῶς ἂν ὁ λόγος ἦν καὶ κατʼ εὐθεῖαν ἑρμηνείαν ἐκφερόμενος, εἴ τις οὕτως κατεσκεύασεν αὐτόν· ‘πολλῶν, ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων καθʼ ἑκάστην σχεδὸν ἐκκλησίαν, περὶ ὧν ἀδικεῖ Φίλιππος ὑμᾶς τε καὶ τοὺς ἄλλους Ἕλληνας, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο.ʼ νυνὶ δὲ τό τε ὀλίγου δεῖν παραληφθὲν ἀντὶ τοῦ σχεδὸν καὶ τὸ ἀδικεῖ Φίλιππος διαιρεθὲν καὶ διὰ μακροῦ τὴν | ἀκολουθίαν κομισάμενον καὶ τὸ οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, δυναμένου καὶ χωρὶς ἀποφάσεως διὰ τῆς συμπλοκῆς μόνης τὸ πρᾶγμα δηλῶσαι, τοῦ συνήθους ἐξηλλαγμένην καὶ περίεργον πεποίηκε τὴν λέξιν. ὁμοίως δὲ καὶ τὸ ἐπιλεγόμενον τούτῳ, εἰ μὲν ἁπλῶς καὶ ἀπεριέργως ἔδει ῥηθῆναι, τοῦτον ἂν δή που [*](2 παρά ὄντες P | ἐξ ὧν om P 8 post σύνηθες inter- pungunt MBPv, post λέγειν Kiessling 12 ἐστιν addito ν super ιν et mg rubro ἦν B quod ad sequentia pertinet | ἦν Syl- burgius: ἐστὶ 13 ἑρμηνείαν om B 15 γινομένων P 16 ευ ὑμᾶς P ἐς ὑμᾶς v | ἄλλους add Sylburgius 21 δυνα- μένου Reiskius: δυνάμενον 22 μόνης om Pv 24 λ[έξιν] postea add M | τὸ add Sylburgius 25 ἀπεριέργως postea add M περιέργως P)
146
τὸν τρόπον ἀπήγ γελτο· ‘κ αὶ πάντων λεγόντων, καὶ εἴ τινες τοῦτο μὴ ποιοῦσιν, ὅτι δεῖ καὶ λέγειν καὶ πράττειν ταῦτα, ἐξ ὧν ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει.ʼ οὕτω δὲ ἐξενεχθέν· ‘καὶ πάντων εὖ οἶδ’ ὅτι φησάντων γʼ ἄνʼ οὐ σῴζει τὴν εὐθεῖαν τῆς λέξεως ὁδόν. τό τε γὰρ οἶδ’ ὅτι χώραν οὐκ ἀναγκαίαν εἶχε, καὶ τὸ φησάντων γʼ ἂν ἀντὶ τοῦ φασκόντων παρειλημμένον οὐ τὴν ἀφελῆ διάλεκτον ἀλλὰ τὴν ἐξηλλαγμένην καὶ περίεξργον ἐμφαίνει. ὅμοια δὲ τούτοις ἐστὶ κἀκεῖνα· ‘εἶτʼ οἴεσθε, οἳ μὲν οὐδὲν ἂν αὐτὸν ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντο ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι;ʼ ἐνταυθοῖ γὰρ οὐθὲν ἂν εἶχε περίεργον ἡ λέξις οὐδὲ σκολιόν, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον· ‘εἶτʼ οἴεσθε αὐτόν, οὓς μὲν ἑώρα μηδὲν δυναμένους αὐτὸν διαθεῖναι κάκιον, φυλαξαμένους δὲ ἂν ἴσως μὴ παθεῖν, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι;’ ἐναλλαγείσης δὲ τῆς πτώσεως καὶ τῶν συνδέσμων πολλῶν εἰς βραχὺ συναχθέντων, οἶμαι, περίεργός τε καὶ ἀσυνήθης καὶ ἐξηλλαγμένη γέγονεν ἡ διάλεκτος. ἔτι κἀκεῖνα τῆς αὐτῆς ἐστιν ἰδέας· ‘νῦν δὲ τοῦτο μὲν οὐκ [*](10 Demosthenes Philippicae γ 13 22 Demosthenes Mi- dianae 69) [*](1 ἀπήγγελτο καὶ πάντων] ἀπήγγελτο καὶ ἀπάντων Sylburgius ἀπηγ lac IX litt M, XXI litt B. XXIV litt P deinde ἁπάντων MBP) [*](2 ποιοῦσι BPv | ὅτι om cum spatio XV litt B, IX litt P | καὶ post λέγειν om BP 4 πάντων] πάνωντ BP 6 an εὖ οἶδʼ? 7 ἔχει Sylburgius 10 εἴ τοι ἔσθε P | oἳ D (Demosthenes) ∠ p 610: οὓς MBP | οὐδὲν om P 11 ἠδυνήθημεν MBP ἐδυνήθησαν v ἠδυνήθησαν ∠ p 610 12 τούτοις BP 14 εἶχεν BP | σκο- λιὰν M 15 fort ἐξενήνεκτο | εἴτʼ M εἴτ’ P 16 αὐτῶν αὐτὸν Pv κάκιον] κακὸν MBPv κακῶς Krüger 22 αὐτοῖς P )
147
ἐποίησεν, ἐν ᾧ τὸν δῆμον ἐτίμησεν ἄν, οὐδʼ ἐνεανιεύσατο τοιοῦτον οὐδέν. ἐμοὶ δέ, ὅς, εἴτε τις, ὦ ἄνδρε Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν), εἴτε καὶ φιλοτιμίαν, χορηγὸς ὑπέστην, οὕτω φανερῶς καὶ μιαρῶς ἐπηρεάζων παρηκολούθησεν, ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων μηδὲ τοῦ χοροῦ μηδὲ τοῦ σώματος τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι μου.ʼ τί δὴ πάλιν ἐστὶν ἐν τούτοις τὸ συνταράττον τὴν κατὰ φύσιν ἀπαγγελίαν; πρῶτον μὲν τό, πρὶν ἀπαρτίσαι τὸ ἡγούμενον εἴτε νόημα χρὴ λέγειν εἴτε κῶλον, ἕτερον παρεμβαλεῖν καὶ μηδὲ τοῦ δευτέρου τέλος ἔχοντος τὸ τρίτον ἐπιζεῦξαι, εἶτα τὴν τοῦ δευτέρου νοήματος ἀκολουθίαν ἐπὶ τῷ τρίτῳ τέλος εἰληφότι θεῖναι, κἄπειτα ἐπὶ πᾶσιν, ὃ τοῦ πρώτου μέρος ἦν, διὰ μακροῦ καὶ οὐκέ τι τῆς διανοίας αὐτὸ προσδεχομένης ἀποδοῦναι. Ἐμοὶ δὲ ὃς — οὔπω τοῦτο τέλος ἔχει — εἴτε τις, ὦ ἄνδρες Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν — ἕτερον τοῦτο κεχωρισμένον τοῦ προτέρου ἀτελὲς καὶ αὐτό — μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν — οὐδετέρου τοῦτο πάλιν τῶν προειρημέ|νων μέρος ἀλλʼ αὐτὸ καθʼ αὑτό· κεφαλαιώδης γάρ τίς ἐστιν ἀπόφασις — ἢ φιλοτιμίαν — τοῦτο [*](2 εἴ τέ P | ἄνδρες add ex D 4 τι] ει τὶ P | φιλοτιμίᾳ libri D plerique in quibus S φιλοτιμία ∠ infra 5 καὶ μιαρῶς om MBP add v ex D καὶ μιαρῶς—ἱερῶν om P 11 κὤλον P | τοῦ δένδρου τοῦ δευτέρου B 14 καὶ πειτα B | ἐποὶ P 15 οὐκε c lac II litt M οὐκ sine lac BP: corr Sylburgius | αὐτῷ προσεχο- μένης B αὐτὸ προσεῦχομένης P 16 προσδεχομένης lac V—VI) litt M, sed in mg ἀποδοῦναι lac IV siue V litt γὰρ ὃς in BP ἐμοὶ deest cum lac XII litt B. IV litt P: suppl Sylburgius | δὲ ὃς ∠ p 979] γὰρ ὃς MBP | post ὃς lacuna minor in P 18 τούτω, mg rupro τοῦτο B 20 ναμιν τι ποιεῖν bis P οὐδʼ ἑτέρου MBP | τοῦ πάλιν P 21 προῃρημένων M 22 ἢ φιλοτιμίαν Usener: ἡ φιλοτιμία )
148
δὲ τοῦ δευτέρου μέρος ἦν τοῦ εἴτε τις βούλεται νομίσαι μανίαν. τὸ δʼ ἐπὶ τούτοις λεγόμενον ἅπασι τὸ χορηγὺς ὑπέστην τοῦ πρώτου μέρος ἦν τοῦ ἐμοὶ δέ, ὅς. μυρία τοιαῦτά ἐστι παρὰ Δημοσθένει καὶ μάλιστα ἐν τοῖς κατὰ Θιλίππου λόγοις, μᾶλλον δὲ --- μὴ οὕτως ἔχοντα πλὴν ἑνὸς λόγου τοῦ περὶ Ἁλοννήσου, πολλὰ δὲ καὶ ἐν τοῖς δικανικοῖς ἀγῶσι τοῖς γε οὖν δημοσίοις. καὶ σχεδὸν ἔν τε τούτοις καὶ ταῖς δημηγορίαις, ᾧπὲρ ??ἔφην, ἂν διαγνοίης σημείῳ προχειροτάτῳ τὸν Δημοσθένους χαρτακτῆρα. τῷ δὲ ἧττον ἢ μᾶλλον αὐτοῖς κεχρῆσθαι τὸν ἄνδρα πρὸς τὰς φύσεις ἀποβλέποντα τῶν ὑσποθέσεων καὶ τὰς ἀξιώσεις τῶν προσώπων πλανηθήσεταί τις· ὅπερ ἴσως οὐκ ἄλογον.

10 φέρε δὴ καὶ τίνι διαλλάττει τῆς Θουκυδίδου λέξεως ἡ Δημοσθένους ἡ παρὰ τὸν αὐτὸν κατεσκευασμένη χαρακτῆρα, εἴπωμεν· ἀπαιτεῖ γὰρ ὁ λόγος. οὐχὶ τῷ ποιῷ μὰ Δία· τοῦτο μὲν γὰρ ὁμοίως ἐπιτηδεύουσιν ἀμφότεροι, λέγω δὲ τὸ ἐξαλλάττειν ἐκ τοῦ συνήθους καὶ μὴ τὸ κοινὸν ἀλλὰ τὸ περιττὸν διώκειν· τῷ δὲ ποσῷ καὶ ἔτι μᾶλλον τοῖς καιροῖς. ὅ μὲν γὰρ ἀταμιεύτως τῇ κατασκευῇ κέχρηται καὶ ἄγεται μᾶλλον ὐπʼ αὐτῆς ἢ αὐτὸ ἄγει καὶ οὐδὲ τὸν καιρὸν αὐτῆς ἐπίσταται λαβεῖν δεξιῶς, ἀλλὰ καὶ παρὰ τοῦτον πολλάκις [*](22 cf Thucydides II 65, 8) [*](2 ἄπἀσι Vliet: ἅπαν χοριγὸς P 3 μέρους Μ 5 lacu- nam sensit Sylburgius, qui ὀλίγα τὰ addidit (σπάνια τὰ Reiskius) plura desunt uelut ἐν ἄπασι τοῖς συμβουλευτικοῖς σπάνια τὰ 6 ἀλονήσου MBPv 7 ἀγῶσι] ἀνῶσι P 8 τοι τούτοις P, horum et sequentium interpunctio in v librisque admodum laborat.) [*](9 διανοίης P 11 τῶν ἀποβλέποντα Β 13 ἄλογον SP) [*](16 γάρ — τοῦτο μὲν bis scripsit Β 18 λέγων δὲ Β 22 ἢ om P αὐτὸς add Sγlburgius)

149
ἀμταρτάνει. καθʼ ὅ ἡ μὲν ἀμετρία τῆς ἐξαλλαγῆς ἀσαφῆς ποιεῖ τὴν λέξιν αὐτοῦ, τὸ δὲ μὴ κρατεῖν τῶν καιρῶνς ἀηδῆ. ὁ δὲ ῥήτωρ τοῦ τε ἀρκοῦντος στοχάζεται καὶ, τοὺς καιροὺς συμμετρεῖται οὐκ εἰς ἀνάθημα καὶ κτῆμα, κατασκευάζων τὴν λέξιν μόνον ὥσπερ ὁ συγγραφεύς, ἀλλὰ καὶ εἰς χρῆσιν. ὥστε οὔτε τὸ σαφὲς ἐκβέβηκεν, οὗ πρώτου τοῖς ἐναγωνίοις λόγοις δεῖ, τό τε δεινὸς εἶναι δοκεῖν, ἐφʼ ᾧ μάλιστα φαίνεται σπουδάζων, προσείληφε. τοιαῦτα μὲν δή τινά ἐστιν, παρὰ τὸν ὑψηλὸν καὶ ἐγκατάσκευον καὶ ἐξηλλαγμένον τοῦ θους χαρακτῆρα, οὗ τὸ κράτος ἅπαν ἦν ἐν τῇ δεινότητι, καὶ ἔθουκυδίδην τὸν ἐν αὐτῷ πρωτεύσαντα μιμούμενος ὁ Δημοσθένης κατεσκεύακεν.