229
ἐκ δὲ τῶν ἐναγωνίων αὐτοῦ λόγων, ὁπόσοι πρὸς δικαστήρια γεγόνασιν ἢ πρὸς ἐκκλησίας, τεκμαίρομαι, ὅτι ταύτην τὴν γνώμην ὁ ἀνὴρ εἶχεν. ὁρῶ γὰρ αὐτόν, εἴ ποτε λάβοι πράγματα χαριεστέρας δεόμενα κατασκευῆς, πανηγυρικὴν αὐτοῖς ἀποδιδόντα τῆς λέξεως ἁρμονίαν, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους πεποίηκε λόγῳ πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δʼ ἐν οἷς τὸν περὶ τῶν νόμων ἀποδίδωσι λόγον καὶ τὸν περὶ τῶν φο|νικῶν δικαστηρίων, ἐφʼ ἧς χρείας ἕκαστον αὐτῶν τέτακται· κἀν τῷ κατὰ Λεπτίνου περὶ τῆς ἀτελείας κατὰ πολλὰ μέρη, μάλιστα δʼ ἐν τοῖς ἐγκωμίοις τῶν εὐεργετῶν τῆς πόλεως Χαβρίου τε καὶ Κόνωνος καί τινων ἑτέρων, κἀν τῷ περὶ τοῦ στεφάνου καὶ ἐν ἄλλοις συχνοῖς. τοῦτο δὲ δή μοι πρῶτον ἐνθυμηθεὶς δοκεῖ συμμεθαρμόζεσθαι ταῖς ὑποθέσεσι τὸν χαρακτῆρα τῆς συνθέσεως τοῖς ὑποκειμένοις πράγμασι καὶ ἔτι μετὰ τοῦτο τὰς ἰδέας τοῦ λόγου καταμαθών, ὅτι οὐχ ἅπασαι τὸν αὐτὸν ἀπαιτοῦσιν οὔτε ἐκλογῆς ὀνομάτων κόσμον οὔτε συνθέσεως, ἀλλʼ αἳ μὲν τὸν γλαφυρώτερον αἳ δὲ τὸν αὐστηρότερον, καὶ τῇ τούτων ἀκολουθήσας χρείᾳ τὰ μὲν προοίμια καὶ τὰς διηγήσεις ποιεῖν τὸ πλεῖον ἐχούσας τοῦ σεμνοῦ τὸ ἡδύ, τὰς δὲ πίστεις καὶ τοὺς ἐπιλόγους τῆς μὲν ἡδείας συνθέσεως ἐλάττω [*](1 ἀποδείξεις — ἐκ δὲ τῶν om B 6 αὐτοῖς M, B in mg: αὐτῆς P, B in textu 10 κἀν Sylburgius: καὶ 11 πολλά μὲν καὶ ἄλλα Sadaeus 12 εὐεργετῶν] ευεργ|γιτικῶν P 13 καὶ κόνος καὶ κόνωνος P 14 ἄλλοις. τοῦ συχνοῖς B 15 τοῦτό τε δὴ Usener, cf de Isocr. 559 | συμμαθαρμόζεσθαι P 17 glos- sema deleui 18 ἰδέας corr in mg B 20 συνθεθέσεως B | γλαφυρώτερον Sylburgius: γλαφυρώτατον 21 τούτω B 22 ποιεῖ Sylburgius v | τὸ deleuit Sadaeus 23 περὶ τῶν πο- λιτικῶν in mg corr B )
230
μοῖραν ἐχούσας, τῆς δὲ | αὐστηρᾶς καὶ πεπινωμένης πλείω. ἐν αἷς μὲν γὰρ δεῖ κολακευθῆναι τὸν ἀκροατὴν καὶ παρακολουθῆσαι τοῖς πράγμασι κακῶν ἀλλοτρίων διηγήσεις αὐχμηρὰς ἐνίοτε καὶ ἀηδεῖς ἀκούοντα, ἔνθα εἰ μὴ τὸ παρηδῦνον ἡ σύνθεσις ἐπενέγκοι ἢ παραμυθήσαιτο τὸν τῆς διανοίας κόπον, οὐχ ἕξουσιν αἱ πίστεις βάσιν ἀσφαλῆ· ἐν οἷς δὲ τὰ πρὸς τὴν ἀλήθειαν καὶ τὸ συμφέρον συντείνοντα λέγεσθαι· ταῦτα δὲ ἀπλοϊκῶς πως καὶ γενναίως καὶ μετὰ σεμνότητος αὐστηρᾶς ἀπαιτοῦσιν οἱ πολλοὶ μανθάνειν, τὸ δὲ κωτίλον ἐν τούτοις καὶ ἀπατηλὸν ὥραν οὐκ ἔχει ἐπὶ τῶν ἐναγωνίων λόγων. οὐ τὴν αὐτὴν οὖν ἐπιστάμενος ἀπάντων φύσιν οὐδὲ τοὺς αὐτοὺς ᾤετο δεῖν πᾶσι προσήκειν κόσμους, ἀλλὰ τοῖς μὲν δημηγορικοῖς τὸ ἀξίωμα καὶ τὴν μεγαληγορίαν μᾶλλον ἁρμόττειν, τοῖς | δὲ δικανικοῖς, ἔνθα τῶν ἀλλοτρίων ἀκουστὴς γίνεται κακῶν ὁ δικαστής, ψυχῆς τε καὶ τῶν ἄλλων, ὅσα τιμιώτατά ἐστιν ἀνθρώποις, ἀγών, τὴν χάριν καὶ τὴν ἡδονὴν καὶ τὴν ἀπάτην καὶ τὰ παραπλήσια τούτοις. διὰ τοῦτο ἐν μὲν ταῖς συμβουλαῖς καὶ μάλιστα ταῖς κατὰ Φιλίππου κατακορεστέραις κέχρηται ταῖς αὐστηραῖς ἁρμονίαις, ἐν δὲ τοῖς πρὸς τὰ δικαστήρια συνταχθεῖσι ταῖς γλαφυραῖς. καὶ αὐτῶν δὲ τῶν δικανικῶν πάλιν ἐν μὲν τοῖς δημοσίοις, ἔνθα
[*](1 πεπιωμένης B 2 ἐν αἷς scil διηγήσεσιν 3 παρα- κολουθῆσαι (add ν super σ) τὸν ἀκροατὴν καὶ παρακολουθῆναι P) [*](4 διηγήσεις et ἀκούοντα mg Bold: διηγήσεσιν et ἀκούοντας libri 6 διανίας B | κόπον Reiskius: σκοπὸν 7 πίσεις B 11 ὥραν] χάραν Kiessling | ἔχει in mg B 12 ἐπεὶ B | οὐ τὴν] αὐτὴν B 13 δεῖν uacat, δὴ ci Usener 14 κόσμους in mg B) [*](16 ἀλοτρίων B 17 γίνεται — δικαστής om B 18 τιμιω- τάτην corr in τιμιώτατα P | ἀγῶν Reiskius: ἀχρειῶν 21 κατα- κορεστέραι M1 22 αὐστηραῖς Reiskius: τοιαύταις ) 231
τὸ ἀξίωμα ἔδει τῆς πόλεως φυλάξαι, ταῖς μεγαλοπρεπεστέραις πλείοσιν, ἐν δὲ τοῖς ἰδιωτικοῖς ἐλάττοσι.
συνελόντι δʼ εἰπεῖν, οὐ μόνον παρὰ τὰς ἰδιότητας 46 τῶν λόγων καὶ τὰς παραλλαγὰς τῶν ὑποθέσεων διαφόρους ᾤετο δεῖν ποιεῖσθαι τὰς κράσεις τῶν ἐν τῇ συνθέσει χαρακτήρων, ἀλλὰ καὶ παρʼ αὐτὰ τὰ γένη τῶν ἐπιχειρημάτων τὰ συμπληρωτικὰ μέρη διαφόρους ἔχοντα τὰς φύσεις ὁρῶν διαλλαττούσαις κατασκευαῖς τῆς | ἁρμονίας ἐπειρᾶτο κοσμεῖν, ἄλλως μὲν τὰς γνωμολογίας συντιθείς, ἄλλως δὲ τὰ ἐνθυμήματα, διαφόρως δὲ τὰ παραδείγματα. πολὺς ἂν εἴη λόγος, εἰ τὰς διαφορὰς ἁπάσας βουλοίμην λέγειν, ὅσας ἐκεῖνος ὁ δαιμόνιος ἀνὴρ ὁρῶν καὶ πρὸς χρῶμα ἕκαστον αἰεὶ σχηματίζων τὸν λόγον, ἀνέσει τε καὶ ἐπιτάσει ταμιευόμενος τῶν ἁρμονιῶν ἑκατέραν, τοὺς καλοὺς ἐκείνους λόγους ἀνέπλασεν. παραδειγμάτων δʼ οὐκ οἴομαι δεῖν ἐνταῦθα, ἵνα μοι μείζονα πίστιν ὁ λόγος λάβη τῶν ἔργων τοῦ ῥήτορος ἐξεταζομένων, εἰ τοιαῦτά ἐστιν, οἷα λέγω. πολὺ γὰρ ἂν ἡ σύνταξις τὸ μῆκος λάβοι, καὶ δέος, μή ποτε εἰς τοὺς σχολικοὺς ἐκβῇ χαρακτῆρας ἐκ τῶν ὑπομνηματικῶν. ὀλίγα δὲ ληφθέντα τῶν πολλῶν ἱκανὰ τεκμήρια, καὶ ἅμα πρὸς ἐπισταμένους (οὐ γὰρ δή γε τοῖς ἀπείροις τοῦ ἀνδρὸς τάδε γράφω) τὸ δεῖξαι τὰ πράγματα συμβολικῶς ἀπόχρη. ἐπάνειμι δʼ οὖν ἐπὶ τὰ λοιπά, ὧν ἐν ἀρχῇ προὐθέμην ἐρεῖν. |
[*](1 μεγαλοπεστέραις M1 3 δʼ ειπνει B παρά mg Bold: περὶ | ἰδιώτητας BP 44 παραλαγὰς B παραλὰς P 6 καὶ τὰ παρʼ B 8 κατασκεαῖς B 9 τῆς Usener: τὰς 11 εἴἡ P 13 αἰεἰ σχηματίζων B αἱ εἰσχηματίζων P 14 λόγων B | ἐπιτάσσει ταμιουό- μενος P 16 ἂν ἔπλασεν P 18 ἐξεταζομένων add α super μέ B)[*](19 ἂν add Krüger 21 ὑπομνηματισμῶν MBPv: corr Syl- burgius e libro(?) 23 τά γε γράφω P | τὸ δεῖξαι] ὑποδεῖξαι Krüger probante Usenero 25 προὐθέ . . . . . | μην P )232
47 δεύτερον δὴ κεφάλαιον ἦν ἐπιδεῖξαι, τίσι θεωρήμασι χρώμενος καὶ διὰ ποίας ἀσκήσεως προελθὼν τὸ κράτιστον μέρος ἔλαβε τῆς --- ἁρμονίας. ἐρῶ δὴ καὶ περὶ τούτων, ὡς ἔχω δόξης. δυεῖν ὄντων τελῶν περὶ πᾶν ἔργον, ὡς εἰπεῖν, ὧν τε φύσις δημιουργὸς καὶ ὧν αἱ τέχναι μητέρες, τοῦ καλοῦ καὶ τῆς ἡδονῆς, εἶδεν, ὅτι κἀν τοῖς λόγοις τοῖς τε ἐμμέτροις καὶ τοῖς ἔξω τοῦ μέτρου κατασκευαζομένοις --- ἔμελλεν ἀποχρώντως ἕξειν ἀμφοτέρων τούτων. χωρισθὲν γὰρ ἑκάτερον αὐτῶν θατέρου πρὸς τῷ μὴ τέλειον εἶναι καὶ τὴν ἰδίαν ἀρετὴν ἀμαυροτέραν ἴσχει. ταῦτα δὴ συνιδὼν καὶ τῆς μὲν αὐστηρᾶς τὸ καλὸν ὑπολαβὼν εἶναι τέλος, τῆς δὲ γλαφυρᾶς τὸ ἡδύ, ἐζήτει, τίνα ποιητικὰ τοῦ κάλλους ἐστὶ καὶ τίνα τῆς ἡδονῆς. εὕρισκε δὴ τὰ μὲν αὐτὰ ἀμφοτέρων ὄντα αἴτια, τὰ μέλη καὶ τοὺς ῥυθμοὺς καὶ τὰς μεταβολὰς καὶ τὸ παρακολουθοῦν ἅπα|σιν αὐτοῖς πρέπον, οὐ μὴν κατὰ τὸν αὐτὸν τρόπον ἑκάτερα σχηματιζόμενα. ὃν δὲ λόγον ἔχει τούτων ἕκαστον, ἐγὼ πειράσομαι διδάσκειν.
48 τοῖς πρώτοις μορίοις τῆς λέξεως, ἃ δὴ στοιχεῖα ὑπό τινων καλεῖται, εἴτε τρία ταῦτʼ ἐστίν, ὡς Θεοδέκτῃ τε καὶ Ἀριστοτέλει δοκεῖ, ὀνόματα καὶ ῥήματα καὶ σύνδεσμοι, εἴτε τέτταρα, ὡς τοῖς περὶ Ζήνωνα τὸν [*](1 δευτέρων δὴ κεφάλεον B 3 ἐλαθη B | lac X—XII litt M nulla in BPv μικτῆς καὶ μέσης suppleuit Sadaeus 5 ὧν] ὧς P | ἡ φύσις Sylburgius δημηουργὸς B 8 τοῦ μέτρου M²: τοῦ ἐμμέτρου M1BPv | lacunam indicaui. excidit fere οὐδεὶς ἀξιόλογος ἐγένετο, εἰ μὴ 9 χορισθὲν B 12 post αὐ- στηρᾶς add ἁρμονίας Krüger 13 τὸ τέλος Pv 14 κάλ- λους] καλοῦς B 16 τοὺς] τὴς B 17 παρακολουθεῖν BP καί τι τὸ παρακολουθοῦν repetit P | πρέπον scripsi Martinii uer- sionem secutus] παραίτιον MBPv 23 εἴτε τέτταρα — στωι- κόν om Pv)
233
Στωικόν, εῖτε πλείω, δύο ταῦτα ἀκολουθεῖ μέλος καὶ χρόνος ἴσα. κατὰ μὲν δὴ τὰς ὀξύτητάς τε καὶ βαρύτητας αὐτῶν τάττεται τὸ μέλος, κατὰ δὲ τὰ μήκη καὶ τὰς βραχύτητας ὁ χρόνος. οὗτος δὲ γίγνεται ῥυθμός, εἴτε ἀπὸ δυεῖν ἀρξάμενος συνίστασθαι βραχειῶν, ὥσπερ οἴονταί τινες καὶ καλοῦσι τὸν οὕτως κατασκευασθέντα ῥυθμὸν ἡγεμόνα, πρῶτον ἔχοντα λόγον τῶν ἴσων ἄρσει τε καὶ θέσει χρόνων, εἴτε ἀπὸ τριῶν βραχειῶν, ὡς τοῖς περὶ Ἀριστόξενον ἔδοξεν, ὃς ἐν τῷ διπλασίῳ κατεσκεύασται λόγῳ πρῶτον. τοῖς δʼ ἐκ τῶν πρώτων μορίων τῆς λέξεως συντιθεμένοις τό τε μέλος εἰς | αὔξησιν ἤδη συμπροάγει καὶ οἱ ῥυθμοὶ προβαίνουσιν εἰς τὰ καλούμενα μέτρα. ὅταν δὲ μέλλῃ τούτων ἑκάτερον ὑπεραίρειν τὸ μέτρον, ἡ μεταβολὴ τότε εἰσελθοῦσα ταμιεύεται τὸ οἰκεῖον αὐτῶν ἀγαθὸν ἑκατέρου. ἐπειδὰν δὲ τὴν ἁρμόττουσαν ταῦτα χώραν λάβη, τότε ἀποδίδωσιν αὐτοῖς τὴν προσήκουσαν ὥραν τὸ πρέπον. καὶ τοῦτο οὐ χαλεπὸν ἐπὶ τῶν τῆς μουσικῆς ἔργων καταμαθεῖν. φέρε γάρ, εἴ τις ᾠδαῖς ἢ κρούμασιν ὀργάνων τὸ κάλλιστον ἐντείνας μέλος ῥυθμοῦ μηδένα ποιοῖτο λόγον, ἔσθʼ ὅπως ἄν τις ἀνάσχοιτο τῆς τοιαύτης μουσικῆς; τί δέ; εἰ τούτων μὲν ἀμφοτέρων προνοηθείη μετρίως, μένοι δʼ ἐπὶ τῆς αὐτῆς μελῳδίας
[*](4 γίνεται M | ῥηθμὸς corr in ῥυθμὸς B ῥηθμοὺς corr in ῥυθμὸς P 5 ἀποδύειν B 6 καλοῦσιν B 7 λόγων P 8 χρόνον in χρόνων corr P 9 Ἀριστόξενοις accentu super ε deleto P | ἔδοξαν BP 10 κατεσκεύασθαι BP | πρώτων] πρῶ- τον B 11 μέρος BPv 12 αὔξεισιν B 14 τὸ μέτρον M: τὸν μέτρον in mg B τῷ μέτρῳ B in textu, Pv 15 εἰκεῖον B 16 ταῦτα χώραν — προσήκουσαν bis scribuntur in P 20 ῥυθ- μοῦ μοὺ B sed μοὺ corrector sustulit 21 ποιοῖτο Krüger ποιήσαιτο Sadaeus: ποιῆται | ὁπῶς B | ἀνσχοιτο P ο et accentu super νσ addito 22 τί δ(ὲ — μένοι δʼ) inclusa bis scripsit P ) 234
καὶ τῶν αὐτῶν ῥυθμῶν, οὐδὲν ἐξαλλάττων οὐδὲ ποικίλλων, ἆρʼ οὐχ ὅλον ἂν διαφθείροι τὸ ἀγαθόν; εἰ δὲ καὶ τούτου στοχάσαιτο, μηδεμίαν δὲ πρόνοιαν ἔχων φαίνοιτο τοῦ πρέποντος τοῖς ὑποκειμένοις, οὐκ ἀνόνητος αὐτῷ πᾶς ὁ περὶ ἐκεῖνα ἔσται πόνος; ἐμοί γʼ οὖν δοκεῖ. ταῦτα δὴ καταμαθὼν ὁ Δημοσθένης τά τε μέλη τῶν ὀνομάτων καὶ κώλων καὶ τοὺς χρόνους αὐτῶν ἐπι|λογιζόμενος οὕτω συναρμόττειν αὐτὰ ἐπειρᾶτο, ὥστʼ ἐμμελῆ φαίνεσθαι καὶ εὔρυθμα, ἐξαλλάττειν τε καὶ ποικίλλειν ἑκάτερον αὐτῶν ἐπειρᾶτο μυρίοις ὅσοις σχήμασι καὶ τρόποις καὶ τοῦ πρέποντος ὅσην οὐδεὶς τῶν περὶ λόγους σπουδαζόντων ἐποιεῖτο δόσιν. ἐνθυμηθεὶς δέ, ὥσπερ ἔφην, ὡς διὰ τῶν αὐτῶν τούτων θεωρημάτων ὅ τε ἡδὺς γίνεται λόγος καὶ ὁ καλός, ἐσκόπει πάλιν, τί ποτε ἦν τὸ αἴτιον, ὅτι τὰ αὐτὰ οὐ τῶν αὐτῶν ἦν ποιητικά. εὕρισκε δὴ τῶν τε μελῶν οὔσας διαφοράς, αἰ ποιοῦσιν ἃ μὲν ἀξιωματικὰ φαίνεσθαι αὐτῶν ἃ δὲ γλαφυρά, ὥσπερ ἐν τοῖς μουσικοῖς ἔχει πρὸς τὴν ἁρμονίαν τὸ χρῶμα, κἀν τοῖς ῥυθμοῖς δὲ τὸ παραπλήσιον γινόμενον, ὥστε τοὺς μὲν ἀξιωματικοὺς αὐτῶν φαίνεσθαι καὶ μεγαλοπρεπεῖς, τοὺς δὲ τρυφεροὺς καὶ μαλακούς. ἔν τε ταῖς μεταβολαῖς τοτὲ μὲν τὸ ἀρχαιοπρεπὲς | καὶ αὐστηρόν, τοτὲ δὲ τὸ μελιχρὸν
[*](1 post ῥυθμῶν in P folio 73⁰ incipiente ἀνάσχοιτο (sic) — ῥυθμῶν uerba repetuntur | πικίλλων B 2 ἂν, quod in li- bris post οὐδὲν est, post ὅλον posuit Sadaeus | διαφθείροι Syl- burgius: διαφθείρη 3 στοχούσαιτο BP 7 αὐτῶ 3 qui ἐπι- λογιζόμενος οὕτω omittit 8 αὐτὰ Sylburgius: αὐτὰς 9 ἐμελῆ B εὐμελῆ Sylburgius | εὔρυθμα Sylburgius: εὔρυθμον 10 τε] δὲ Krüger 11 σχήμασιν BP | τρόπονις B | τρέποντος P 14 θεο- ρηματων BP | ὁ καλὸς] ὁ λο καλὸς P 16 τε] τι P 18 μου- σικῆς B 20 παραπλήσιοον P 22 τροφεροὺς P 23 τὸ om v | τοτὲ δὲ τὸ μελιχρὸν Usener: τό τε λεγόμενον ἐχθρὸν ) 235
καὶ φιλόκαινον ἐμφαινόμενον. τό τε δὴ πρέπον ἀπάντων μάλιστα μεγάλην παρέχον εἰς ἑκάτερον αὐτῶν ῥοπήν. συνιδὼν δὴ ταῦτα, ὑπότε μὲν τοῦ καλοῦ πλείονος δεῖν αὐτῷ τῇ κατασκευῇ ὑπολάβοι, τάς τε ἐμμελείας ἐποίει μεγαλοπρεπεῖς καὶ τοὺς ῥυθμοὺς ἀξιωματικοὺς καὶ τὰς μεταβολὰς γενναίας. ὁπότε δὲ τῆς ἑτέρας αὐτῷ φανείη δεῖσθαι συνθέσεως ἡ λέξις, πάντα ταῦτα κατεβίβαζεν ἐπὶ τὸ μουσικώτερον. καὶ μηδεὶς ὑπολάβῃ θαυμαστὸν εἶναι τὸν λόγον, εἰ καὶ τῇ πεζῇ λέξει φημὶ δεῖν ἐμμελείας καὶ εὐρυθμίας καὶ μεταβολῶν, ὥσπερ ταῖς ᾠδαῖς καὶ τοῖς ὀργάνοις, εἰ μηδενὸς τούτων ἀντιλαμβάνεται τῆς Δημοσθένους ἀκούων λέξεως, μηδὲ κακουργεῖν με ὑπολάβῃ τὰ προσόντα τῇ ψιλῇ λέξει προσμαρτυροῦντα. | ἔχει γὰρ ταῦτα ἡ καλῶς κατεσκευασμένη λέξις καὶ μάλιστά γε ἡ τοῦδε τοῦ ῥήτορος. τῇ δʼ εὐκαιρίᾳ καὶ τῇ ποσότητι τὴν αἴσθησιν διαλανθάνει· τὰ μὲν γὰρ συγκέχυται, τὰ δὲ συνέφθαρται, τὰ δʼ ἄλλῳ τινὶ τρόπῳ τὴν ἀκρίβειαν ἐκβέβηκεν τῆς κατασκευῆς, ὥστε αὐτὴν ἐξηλλάχθαι δοκεῖν τῷ παντὶ καὶ κατὰ μηδὲν ἐοικέναι τοῖς ποιήμασιν.