43 δεδειγμένης δή μοι τῆς αἱρέσεως τοῦ ῥήτορος ταύτης ἤδη τις παρʼ ἑαυτῷ σκοπείτω τὰ λεχθέντα, ὅτι τοιαῦτʼ ἐστίν, ἐνθυμούμενος μὲν ὅσα σεμνῶς κατεσκεύασται τῷ ἀνδρὶ καὶ αὐστηρῶς καὶ ἀξιωματικῶς, ἐνθυμούμενος δὲ ὅσα τερπνῶς καὶ ἡδέως. εἰ δὲ κἀνταῦθα δόξει τι δεῖν ἡ πίστις ἀποδείξεως, ὅντινα βούλεται τῶν λόγων αὐτοῦ προχειρισάμενος καὶ ἀφ οἧ βούλεται μέρους ἀρξάμενος καταβαινέτω τε καὶ σκοπείτω τῶν λεγομένων ἕκαστον, εἰ τὰ μὲν ἀναβεβλημένας ἔχει τὰς ἁρμονίας καὶ διεστώσας, τὰ δὲ προσκολλώσας καὶ συμπεπυκνωμένας, καὶ τὰ μὲν ἀποτραχύνει τε καὶ πικραίνει τὴν ἀκοήν, τὰ δὲ πραΰνει καὶ λεαίνει, καὶ τὰ μὲν εἰς πάθος ἐκτρέπει τοὺς ἀκούοντας, τὰ δʼ εἰς ἦθος ὑπάγεται, τὰ δʼ ἄλλας τινὰς ἐργάζεται καὶ πολλὰς διαφορὰς παρʼ αὐτὴν τὴν σύνθεσιν. οἷά ἐστι ταυτί (χρήσομαι δὲ παραδείγμασιν οὐκ ἐξ ἐπιτηδεύσεως, ἀλλʼ οἷς ἐνέτυχον, ἐξ ἑνὸς τῶν Φιλιππικῶν λαβών)· Ἑἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου προνοίᾳ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ ὅλον ἡ [*](20 Demosthenes Olynth. β 22) [*](1 τοῦ om Pv 3 αἱρέσεως] διαιρέσεως MBv διεραίσεως P | ταύτης] τοιαύτης Krüger 4 ὅτι] εἰ Reiskius 5 κατεσκεύ- αστε P κατεσκεύαστο v 6 ταὐστηρῶς B 8 ἡ πίστις seclusi) [*](10 καταβαινέτω—λεγομένων om B λεγόμενον P 13 συμπε- πυκνωμένας — τε καὶ om B συμπεπικνωμένας P 16 post ἀκούοντας totum illud καὶ συμπεπυκνωμένας usque ad ἐκτρέπει τοὺς ἀκούοντας repetit B 20 ω B ὡ?? P 22 προνοίᾳ] λογισμῷ D 23 ῥοπὴ M)
225
τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα. οὐ μὴν ἀλλʼ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμε|τέρας πόλεως τύχην ἂν ἑλοίμην ἐθελόντων, ἃ προσήκει, ποιεῖν ὑμῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου.ʼ ἐν ταῖς τρισὶ περιόδοις ταύταις τὰ μὲν ἄλλα ὀνόματα πάντα εὐφώνως τε σύγκειται καὶ ἡδέως τῷ συνεχεῖς σφόδρα καὶ μαλακὰς αὐτῶν εἶναι τὰς ἁρμονίας. ὀλίγα δʼ ἐστὶ παντάπασιν, ἃ διίστησι τὰς ἁρμονίας καὶ τραχείας φαίνεσθαι ποιεῖ αὐτάς, ἐν μὲν τῇ πρώτῃ περιόδῳ κατὰ δύο τόπους τὰ φωνήεντα συγκρουόμενα ἔν τε τῷ ὦ ἄνδρες Ἀθηναῖοιʼ καὶ ἐν τῷ ‘εὐτυχοῦντα ὁρῶνʼ, ἃ διἵστησι τὸ συναφές. καὶ κατʼ ἄλλους δύο τόπους ἢ τρεῖς τὰ ἡμίφωνα καὶ ἄφωνα παραπίπτοντα ἀλλήλοις τὰ φύσιν οὐκ ἔχοντα συναλείφεσθαι ἔν τε τῷ ‘τὸν Φίλιππον’ καὶ ἐν τῷ ‘ταύτῃ φοβερὸν προσπολεμῆσαι’ ταράττει τοὺς ἤχους μετρίως καὶ οὐκ ἐᾷ φαίνεσθαι μαλακούς. ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ τραχύνεται μὲν ἡ σύνθεσις ἐν τῷ ‘μεγάλη γὰρ ῥοπή’, διὰ τὸ μὴ συναλείφεσθαι τὰ δύο ρ ρ καὶ ἐν τῷ ‘ἀνθρώπων πράγματα’ διὰ τὸ μὴ συλλεαίνεσθαι ⟨τὸ ν⟩ τῷ ἑξῆς. διασπᾶται δʼ ἐν τῷ | ‘μᾶλλον δὲ ὅλον ἡ τύχη’, βραχέων φωνηέντων πολύν τὸν μεταξὺ χρόνον περιλαμβανόντων. ἐν δὲ τῇ τρίτῃ περιόδῳ τὰ φωνήεντα μέν, εἴ τις αὐτὰ βούλοιτο συναλείψας ἐκθλίβειν ὥσπερ τὸ οἴομαι καὶ
[*](2 τὴν om B 6 συνεχεῖς] συγκεῖσθαι MBPv 9 φαινέ- νεσθαι B | ποιεῖ. αὐτίκα ἐν μὲν? 10 τόπους Kiessling: τρό- πους | τῷ] τῷ ἀνδρὶ P sed uitium lineola deletur 11 ἐν τῷ om P 12 διίστησι B: καὶ διίστησι MPv | τόπους Kiessling: τρόπους 13 καὶ ἄφωνα addidi 14 συναλείφθεσθαι B | τὸν] τῶν M 15 φίωςλιππον corr in φίλιππον P 16 οὐκεα B 18 συναλείφαισθε P 20 συνλλαίνεσθαι P | τὸ ν addidi, alia fingi possunt 22 πολὺν Sylburgius: πολὺ 23 τὰ] τῶ M ) 226
δέον, οὐκ ἂν εὕροι συμπλεκόμενα ἀλλήλοις. τῶν δὲ συμφωνουμένων δυσὶν ἢ τρισὶν χωρίοις τὴν λειότητα μὴ φυλάττουσαι σὺν τοῖς παρακειμένοις εὑρεθήσονται ἐν τῷ ‘αἵρεσίν μοι δοίη’ καὶ ἐν τῷ ‘τὴν τῆς ἡμετέρας πόλεως’. μέχρι μὲν δὴ τῶνδε ἡ δευτέρα τὰ πρωτεῖα ἁρμονία φέρει, ἐν δὲ τοῖς ἑξῆς γὰρἡ προτέρα (διέσπασται γὰρ μᾶλλον τῆς ἑτέρας)· Πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν | ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ἐκείνῳ. ἀλλʼ, οἴομαι, καθήμεθα οὐδὲν ποιοῦντες· οὐκ ἔνι δʼ αὐτὸν ἀργοῦντα οὐδὲ φίλοις ἐπιτάττειν, μή τί γε θεοῖς.ʼ ἐν τούτοις γὰρ δὴ τά τε φωνήεντα πολλαχῇ συγκρουόμενα δῆλά ἐστι καὶ τὰ ἡμίφωνα καὶ ἄφωνα, ἐξ ὧν στηριγμούς τε καὶ ἐγκαθισμοὺς αἱ ἁρμονίαι λαμβάνουσι καὶ τραχύτητας αἱ φωναὶ συχνάς. ἔπειθʼ αἱ ταύταις ἐπιβάλλουσαι περίοδοι διαστάσεις μὲν οὐ λαμβάνουσι φωνηέντων, καὶ παρὰ τοῦτο ἐπιτρόχαλος αὐτῶν ἐστιν ἡ σύνθεσις, ἀφώνων δὲ καὶ ἡμιφώνων συμβολαῖς διαχαραττόμεναι τραχύνουσι τὴν φωνὴν συμμέτρως. καὶ τἆλλα δὲ τὸν αὐτὸν ἅπαντα κατεσκεύασται τρόπον. τί γὰρ δεῖ τὰ πλείω λέγοντα μηκύνειν; οὐ μόνον δὲ αἱ τῶν ὀνομάτων συζυγίαι τὴν μικτὴν ἁρμονίαν λαμβάνουσι παρʼ
[*](7 Demosthenes Olynth. β 22/23) [*](1 τὸ δέον Usener | εὕροι Reiskius: εὕροις 3 συντϋ . π . . . . . μόνοις M συντυπαιμό μόνοις B συντυπαιμένοισ Pv: corr Sadaeus | εὑρεθηθήονται B 4 διδοίη M | τὴν add Usener 5 τῶνδε M: τῶν BPv 6 προτέρας P post προτέρα interpunxit γάρ in- seruit Reiskius 7 ὁφορμὰς P 8 ὁρῶν B 9 ἐνούσαις M 10 ἐπιτάττειν ὑπὲρ αὑτοῦ τι ποιεῖν μή τι γε δὴ τοῖς θεοῖς D) [*](11 τε om Pv 12 πολλαχῦ P 14 ἁρμονίαι — αἱ om B 15 [ταύ]ταις cum ras M | ἐπιβάλουσι corr in ἐπιβάλνουσι P ἐπιβάλλουσι v | περίοδοι — λαμβάνουσι om Pv περιόδοις B 19 τʼ ἄλλα M 22 in mg ἁρμονία B ) 227
αὐτῷ καὶ μέσην, ἀλλὰ καὶ αἱ τῶν κώλων κατασκευαί τε καὶ συνθέσεις καὶ τὰ τῶν περιόδων μήκη τε καὶ σχήματα καὶ οἱ περιλαμβάνοντες αὐτάς τε καὶ τὰ κῶλα ῥυθμοί. καὶ γὰρ καὶ κατὰ κόμματα πολλὰ εἴρηται τῷ ἀνδρὶ, καὶ τὰ
--- πλεῖστά γε οὕτως κατεσκεύασται, καὶ ἐν περιόδοις | οὐκ ὀλίγα. τῶν δὲ περιόδων αἳ μέν εἰσιν εὐκόρυφοι καὶ στρογγύλαι ὥσπερ ἀπὸ τόρνου, αἳ δὲ ὕπτιαί τε καὶ κεχυμέναι καὶ οὐκ ἔχουσαι τὰς βάσεις περιττάς. μήκει τε αἳ μὲν ἐλάττους, ὥστε συμμετρηθῆναι πρὸς ἀνδρὸς πνεῦμα, αἳ δὲ πολλῷ μείζους, οἷαι καὶ μέχρι τῆς τετάρτης ἀναπαύσεως προελθοῦσαι τότε λήγειν εἰς πέρας. τῶν τε σχημάτων ἔνθα μὲν ἄν τις εὕροι τὰ σεμνὰ καὶ αὐστηρὰ καὶ ἀρχαῖα πλεονάζοντα, ἔνθα δὲ τὰ λιγυρὰ καὶ γλαφυρὰ καὶ θεατρικά. καὶ τῶν ῥυθμῶν πολλαχῇ μὲν τοὺς ἀνδρώδεις καὶ ἀξιωματικοὺς καὶ εὐγενεῖς, σπανίως δέ που τοὺς ὑπορχηματικούς τε καὶ Ἰωνικῶς καὶ διακλωμένους. ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐροῦμεν· ἕτερος γὰρ ἐπιτηδειότερος αὐτοῖς ἔσται τόπος. νυνὶ δέ, ὃ προσαπαιτεῖν ἔοικεν ὁ λόγος, ἔτι προσθείς, ἐπὶ τὰ λοιπὰ τῶν προκειμένων μεταβήσομαι.|
τί δὲ τοῦτʼ ἔστιν; ἐπειδὴ κρατίστην μὲν ἔφην 44 [*](1 αὐτῶν BP | περὶ κώλων in mg B 5 lacunam sensit Reiskius) [*](6 περὶ περιόδων in mg B 7 αἳ μὲν] αἱ μὲν καὶ ἐν B | εὐκόριφοι P οὐ κόραιφοι B 8 ὑπτίαι B 9 ἐλάττους Sa- daeus: θάττους 10 συμμετριθῆναι B 13 περὶ σχιμάτων B in mg | ἔνθα μὲν] νῦν θαμὲν P | σεμνὰ καὶ αὐστηρὰ in lac add M 14 λιγυρὰ M, B in mg: λυγιρὰ B in textu, λυρᾶ P λυρὰ v | καὶ αὐστηρὰ post λιγυρὰ inserit B | καὶ ἀρχαῖα post γλαφυρὰ inserit Pv 15 περὶ ῥυθμῶν in mg B 16 καὶ εὐγ. — ὑπορχηματικοὺς om B 17 Ἰωνικῶς Cobet coll. Ar. Thesmoph. v. 163: ἰωνικοὺς καὶ 18 post διακλωμένους B inserit καὶ εὐ- γενεῖς καὶ σπανίους (corr in σπανίως) δέ που τοὺς 19 γὰρ om M )
228
εἶναι τὴν μικτὴν σύνθεσιν, ταύτῃ δὲ κεχρῆσθαί φημι τὸν Δημοσθένην ἀπάντων μετριώτατα τῶν ἄλλων, ἐπιτάσεις δὲ καὶ ἀνέσεις ἀξιολόγους ἐν αὐτῇ ποιεῖσθαι, τοτὲ μὲν ἀξιωματικωτέραν, τοτὲ δʼ εὐπρεπεστέραν ποι οῦντα τὴν ἀγωγήν, τί δή ποτε βουλόμενος οὐ πορεύεται μίαν αἰεὶ καὶ τὴν αὐτὴν ὁδόν; καὶ τὸ ἐν τῷδε ἢ τῷδε πλεονάζειν χαρακτῆρι ποίοις τισὶν ὁρίζει κανόσι; δοκεῖ δή μοι φύσει τε καὶ πείρᾳ διδαχθεὶς ὁ ἀνὴρ πρῶτον μὲν ἐκεῖνο καταμαθεῖν, ὅτι οὐχ ὁμοίας ἀπαιτοῦσι κατασκευὰς λέξεως οἱ πρὸς τὰς πανηγύρεις καὶ σχολὰς συρρέοντες ὄχλοι τοῖς εἰς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας ἀπαντῶσιν, ἀλλʼ οἳ μὲν ἀπάτης ὀρέγονται καὶ ψυχαγωγίας, οἳ δὲ διδαχῆς, ὧν ἐπιζητοῦσι, καὶ ὡφελείας. οὔτε δὴ τὸν ἐν δικαστηρίοις λόγον ᾤετο δεῖν κωτίλλειν καὶ λιγαίνειν, οὔτε τὸν ἐπιδεικτικὸν αὐχμοῦ μεστὸν εἶναι καὶ πίνου. πανηγυρικοὺς μὲν οὖν λόγους οὐκ ἔχομεν | αὐτοῦ παρασχέσθαι· πάντας γὰρ ἔγωγε τοὺς ἀναφερομένους εἰς αὐτὸν ἀλλοτρίους εἶναι πείθομαι καὶ οὐδὲ κατὰ μικρὸν ἔχοντας τὸν ἐκείνου χαρακτῆρα οὔτʼ ἐν τοῖς νοήμασιν ⟨οὔτʼ ἐν τοῖς ὀνόμασι⟩, τῆς δὲ συνθέσεως ὅλῳ καὶ τῷ παντὶ λειπομένους. ὧν ἐστιν ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαρ ιώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου μεστὸν ἐγκώμιον εἰς Παυσανίαν. τὰς δὲ περὶ τούτων ἀποδείξεις οὐχ οὗτος ὁ καιρὸς λέγειν.
[*](22—24 cf Bekkeri or att IV p 7, 29 (Demosth. ed. Blass I p 53) Phot. bibl. p. 492a 25)[*](1 ταύτῃ] τήντη P 4 τοτὲ] τοςτὲ B 6 αὐτὴν om P 7 ἢ τῶν δὲ B)[*](11 σκολὰς BP | συραέοντες P 12 παντῶσιν B 13 alterum καὶ bis P 14 οὔτε] οὐδὲ v | ᾤετο] ὤς|τε B 17 παραδε παρα- σχέσθαι B 18 αὐτοῦ εἰς αὐτὸν B sed αὐτοῦ postea deletum est 20 νοήμασι libri | οὔτʼ ἐν τοῖς ὀνόμασι add Reiskius 22 σημείωσαι corr B in mg 23 καὶ τὸς οῦτο τὸ τοῦ P)