De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

ἀντιπαρεξετάσωμεν οὖν ταύτῃ Δημοσθένους λαβόντες λέξιν ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος λόγου. ἔστι δʼ οὐ παράκλησις Ἀθηναίων ἐπὶ τὸ καλὸν καὶ τὴν ἀρετήν, ὥσπερ παρὰ τῷ Πλάτωνι, ἀλλʼ ἐγκώμιον τῆς πόλεως, ὅτι πάντα ἡγεῖται τἆλλα ἐλάττω τιμῆς καὶ δόξης, ἧς φέ|ρουσι καλαὶ πράξεις, κἂν εἰ μή τις αὐτὰς μέλλοι κατορθοῦν. ἔστι δʼ ἡ λέξις ἥδε· Ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μου, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετʼ εὐνοίας, ἃ λέγω, θεωρησάτω. εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι καὶ προῄδεσαν ἅπαντες καὶ σὺ προὔλεγες καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδʼ ἐφθέγξω, οὐδʼ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ δόξης ἢ προγόνων ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον. νῦν μέν γε ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δʼ ἀξιοῦσα προεστάναι τῶν Ἑλλήνων, εἶτα ἀποστᾶσα τούτου, Φιλίππῳ προδεδωκέναι πάντως ἂν ἔσχεν [*](11 Demosthenes περὶ στεφάνου 199—209) [*](1 μάλιστα PB, sed mg κάλιστα B | Πλάτων MP | post Πλάτων P inserit κάλλιστα μάλιστα ἔχειν Πλάτων ἡ λέξις 2 πλείο P 6 ὑπὲρ corr M: κατὰ BPM1 8 ὥσπερ] ὡς B) [*](9 τιμῆς δόξης Pv 10 μέλλοι] μέλλῃ MBPv an μέλλει? cf p 1060 11 πολὺς m rec M: πολοῖς B πολλοῖς M1P 15 γενέσθαι B 16 προύλεγε BP | post προὔλεγες addit Αἰσχίνη v 18 εἴπερ ἢ Dv 19 τοῦ] ποῦ P | λόγων B 20 γ᾿ Pv 21 ἀνθρώπους M | δοκεῖ B 22 εἶτʼ v 23 πάν- τας D)

198
αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτο ἀκονιτί, περὶ ὧν οὐθένα κίνδυνον ὁντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἄν σου; μὴ γὰρ τῆς πόλεώς γε μηδʼ ἐμοῦ. τίσι δʼ ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματα εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δʼ ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτα ἀγῶνα ἕτεροί τινες χωρὶς ἡμῶν ἦσαν πεποιημένοι, καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς πρόσθε χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης; τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων καὶ παρὰ τῶν τούτων ἔτι πρότερον ἰσχυρῶν γενομένων Δακεδαιμονίων καὶ παρὰ τοῦ Περσῶν βασιλέως μετὰ πολλῆς χάριτος τοῦτʼ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται, λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι; ἀλλʼ οὐκ ἦν, ὡς ἔοικε, ταῦτα τοῖς τότε Ἀθηναίοις πάτρια οὐδʼ ἀνεκτὰ οὐδ᾿ ἔμφυτα, οὐδʼ ἐδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μὲν μὴ δίκαια δὲ πράττουσι προστιθεμένην ἀσφαλῶς δουλεύειν. ἀλλʼ ἀγωνιζομένη περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης κινδυνεύουσα πάντα τὸν αἰῶνα διετέλεσε. καὶ ταῦθʼ οὕτως σεμνὰ καὶ καλὰ καὶ [*](1 πριεῖτο B | ἀκονητί MP 2 ὁντινοῦν] τἱνοὖν P 3 κατέπτισεν B 7 ὁρέθη B 8 τινες om D seelusit v 10 ἔμπροσθεν D 13 ἔτι τούτων v D 14 τοῦ] τῶν P 15 πο- λῆς B 16 καὶ τὰ] καὶ μετὰ B 17 ἐὰν MBP | προστάναι B) [*](18 ταῦθʼ ὡς ἔοικε D | τότε om D seclusit v 21 ἰσχύθυσιν BP | προσθεμένην D 22 ἀγωιζομένη P ἀγανωιζομένη B 23 ὑπὲρ τιμῆς v 24 ἀῶνα, mg αἰῶνα B διατετέλεκε D | καὶ ταῖς καὶ ταῦθʼ B | οὕτω D | καὶ καλὰ om D seclusit v )
199
προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστα ἐπαινεῖτε, εἰκότως. τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες, ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι, τὸν μὲν ταῦτα συμβουλεύσαντα θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δʼ ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις Κυρσίλον καταλιθώσαντες οὐ μόνον αὐτόν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ; οὐ γὰρ ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ῥήτορα οὔτε στρατηγόν, δἰ ὅτου δουλεύσουσιν εὐτυχῶς, ἀλλʼ οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετʼ ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ αὐτῶν ἕκαστος οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει, ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν ἀποθνῄσκειν ἐθελήσει καὶ φοβερωτέρας ἡγήσεται τοῦ θανάτου τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη. εἰ μὲν τοίνυν τοῦτʼ ἐπεχείρησα νῦν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, τίς οὐκ ἂν εἰκότως ἐπετίμησέ μοι; νῦν δʼ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ τοῦτʼ εἶχε τὸ φρόνημα ἡ πόλις. τῆς μέντοι διακονίας [*](3 ἐπαινεῖται BP ἀγώσαιτο P1 7 ταὐτα B 8 ἐπιττατο- μένοις P 11 τότʼ v 12 δἰ ὅτου bis B 13 ἐλευθερίας αὐτοῖς v ἐξαίσται P 15 γεγενῆσθε B 16 τὸν τῆς] τοὺς τῆς MBP 17 τὸν] τῆν B περιμένη B 19 ἐθελήσῃ M 20 τοῦ θανάτου om P 22 ἐπεχείρησα νῦν] ἐπεχείρουν D 23 τίς] οὐκ ἴσθ’ ὅστις D 25 δείγνυμι BP)
200
τῆς ἐφʼ ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετ|εῖνα φημι. οὗτος δὲ ὁ τῶν ὅλων κατηγορῶν καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι γλίχεται, τὰ δʼ εἰς ἅπαντα τὸν χρόνον ἐγκώμια ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ πολιτευσαμένου καταψηφιεῖσθε, διημαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνη τὰ συμβάντα παθεῖν. ἀλλʼ οὐκ ἔστιν, ὅπως ἡμάρτετε, ἄνδρες Ἀθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κρατήσαντας αὐτῶν οὐδὲ τοὺς κατορθώσαντας μόνους, δικαίως. ὃ μὲν γὰρ ἦν ἀγαθῶν ἀνδρῶν ἔργον, ἅπασι πέπρακται, τῇ τύχῃ δέ, ἣν ὁ δαίμων ἔνειμεν ἑκάστοις, ταύτῃ κέχρηνται.ʼ

32 οὐθείς ἐστιν, ὃς οὐχ ὁμολογήσειεν, εἰ μόνον ἔχοι μετρίαν αἴσθησιν περὶ λόγους καὶ μήτε βάσκανος εἴη μήτε δύσερίς τις, τοσούτῳ διαφέρειν τὴν ἀρτίως παρατεθεῖσαν [*](2 ὁ om D seclusit v 4 γεγενημένῳ post πόλει addit v) [*](5 τὰ δὲ B | τὸν λοιπὸν χρόνον Dv | ἐςκώμια B 7 τουδὶ post πολιτευσαμένου add Dv | κατειψηφιεισθοῦ B | ἡμαρτη- κέναι D 9 οὐκ ἔστʼ οὐκ ἔστιν D | οἱ τὸν Pv 12 καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους om B 14 πολοὺς B 17 τοὺς κατορθώσαντας αὐτῶν οὐδὲ τοὺς κρατήσαντας D 18 δικαίους P | ὃ M: οὐ BP 19 ἀνδρῶν ἀγαθῶν D | πέπακται B | ἣν] ἦν M ἥ BP 22 λόγους Sylburgius: λόγου | εἴη Krüger: ᾖ 23 δύσυρίς BP | τις fort delendum est (τισούτω?) τοσούτω?) | τοσούτω M²: οὔτω M1BP )

201
λέξιν τῆς προτέρας, ὅσῳ διαλλάττει πολεμιστήρια μὲν ὅπλα πομπευτηρίων, ἀληθιναὶ δὲ ὄψεις εἰδώλων, ἐν ἡλίῳ δὲ καὶ πόνοις τεθραμμένα σώματα τῶν σκιὰς καὶ ῥᾳστώνας διωκόντων. ἣ μὲν γὰρ οὐδὲν ἔξω τῆς εἀμορφίας ἐπιτηδεύει καὶ παρὰ τοῦτʼ ἔστιν αὐτῆς τὸ καλὸν ἐν ἀναληθέσιν, ἣ δὲ οὐδέν, ὅ τι οὐκ ἐπὶ τὸ χρήσιμον καὶ ἀληθινὸν ἄγει. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν τὴν μὲν Πλάτωνος λέξιν εἰκάσας ἀνθηρῷ χωρίῳ καταγωγὰς ἡδείας ἔχοντι καὶ τέρψεις ἐφημέρους, τὴν δὲ Δημοσθένους διάλεκτον εὐκάρπῳ καὶ παμφόρῳ γῇ καὶ οὔτε τῶν ἀναγκαίων εἰς βίον οὔτε τῶν περιττῶν εἰς τέρψιν σπανιζούσῃ. δυνάμενος δʼ ἄν, εἰ βουλοίμην, καὶ τὰ κατὰ μέρος ἑκατέρας κατορθώματα ἐξετάζειν καὶ δεικνύειν, ὅσῳ κρείττων ἐστὶν ἡ Δημοσθένους λέξις τῆς Πλατωνικῆς οὐ μόνον κατὰ τὸ ἀληθινὸν καὶ πρὸς ἀγῶνας ἐπιτήδειον (τοῦτο γὰρ ὡς πρὸς εἰδότας ὁμοίως ἅπαντας οὐδὲ λόγου δεῖν οἶμαι), ἀλλὰ καὶ κατὰ τὸ τροπικόν, περὶ ὃ μάλιστα δεινὸς ὁ Πλάτων εἶναι δοκεῖ, καὶ πολλὰς ἔχων ἀφορμὰς λόγων ταύτην μὲν εἰς ἕτερον καιρὸν ἀναβάλλομαι τὴν θεωρίαν, εἴπερ περιέσται μοι χρόνος· ἰδίαν γὰρ οὐκ ὀκνήσω περὶ αὐτῆς ἐξενέγκαι πραγματείαν. νυνὶ [*](1 διαλάττει B 2 πομπετηρίων B | ὄψεις Sylburgius: ὄψις ante ὄψεις lac V litt M 4 σκιὰς] σκιῶ// una littera erasa B διακόνιων P 6 αὐτοῖς Pv | καλὸν Toupius: κακὸν |ἀναλη- θέσιν oupius: ἀληθέσιν MS ἀληθεύιν P ἀληθεύσιν v 12 περιττὸν P σπανιζούσῃ Sylburgius: σπανίζουσαν 13 ἑκα- τέρας Reiskius ἑκατέρου Sylburgius: ἑκάτερα 16 τὸ om BP καὶ πρω καὶ πρὸς B | τοῦτο γὰρ] τοῦτο μὲν M τοῦτο μὲν γὰρ BPv 17 πρὸς εἰδότας Sylburgius: προειδότας | ἅπαντας B: ἀπαντᾶς P ἅπασαν M 18 κατὰ τὸ] κατὸ P 19 δοκεῖ εἶναι BPv comma post δοκεῖ posui, καὶ secluserim 21 περιέσται] προσέσται MBPv )
202
δέ, ὅσα ἐν τῷ παρόντι ἥρμοττεν, εἴρηται. ἐπειδὴ δὲ παρελθεῖν ἡμῖν οὐκ ἐνῆν Πλάτωνα, ᾧ τὰ πρωτεῖά τινες ἀπονέμουσι, κατατρῖψαι δὲ τὸν λόγον περὶ μίαν ταύτην τὴν θεωρίαν ἐπιλελησμένου τῆς ὑποθέ| σεως ἦν, τῇδέ. μοι περιγεγράφθω. βούλομαι δὲ δὴ καὶ συλλογίσασθαι τὰ εἰρημένα ἐξ ἀρχῆς καὶ δεῖξαι πάνθʼ, ὅσα ὑυπεσχόμην ἀρχόμενος τῆς θεωρίας τοῦ λεκτικοῦ τόπου, πεποιηκότα ἐμαυτόν.