De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

23 ἀλλὰ γάρ, ἴνα μὴ περὶ ταῦτα διατρίβων ἀναγκασθῶ παραλιπεῖν τι τῶν περιλειπομένων, Ἰσοκράτην μὲν καὶ τὸν χαρακτῆρα τῆς ἀγωγῆς ἐκείνης ἐάσω, περὶ δὲ Πλάτωνος ἤδη διαλέξομαι τά γʼ ἐμοὶ δοκοῦντα μετὰ παρρησίας, οὐθὲν οὔτε τῇ δόξη τἀνδρὸς προστιθεὶς οὕτε τῆς ἀληθείας ἀφαιρούμενος, καὶ μάλιστα ἐπεί τινες ἀξιοῦσι πάντων αὐτὸν ἀποφαίνειν φιλοσόφων τε καὶ ῥητόρων ἑρμηνεῦσοι τὰ πράγματα δαιμονιώτατον παρακελεύονταί τε ἡμῖν ὅρῳ καὶ κανόνι χρῆσθαι καθαρῶν ἅμα καὶ ἰσχυρῶν λόγων τούτῳ τῷ ἀνδρί. ἤδη δέ τινων ἥκουσα ἐγὼ λεγόντων, ὡς, εἰ καὶ παρὰ θεοῖς διάλεκτός ἐστιν, ἢ τὸ τῶν ἀνθρώπων κέχρηται γένος, οὐκ ἄλλως ὁ βασιλεύς ὢν αὐτῶν διαλέγεται θεὸς ἢ ὡς λάτων. πρὸς δὴ τοιαύτας ὑπολήψε εις καὶ τερατείας ἀνθρώπων ἡμιτελῶν περὶ λόγους, οἱ τὴν εὐγενῆ κατασκευὴν οὐκ ἴσασιν ἢ τίς ποτʼ ἐστὶν οὐδὲ δύνανται, πᾶσαν εἰρωνείαν ἀφείς, ὡς πέφυκα, διαλέξομαι. ὃν δὲ ἀξιῶ τρόπον ποιήσασθαι τὴν ἐξέτασιν αὐτοῦ, βούλομαι προειπεῖν. ἐγὼ τὴν μὲν ἐν τοῖς διαλόγοις δεινότητα τοῦ ἀνδρὸς καὶ μάλιστα ἐν οἷς ἂν φυλάττῃ τὸν Σωκρατικὸν χαρακτῆρα, ὥσπερ ἐν τῷ Φιλήβῳ, πάνυ ἄγαμαί [*](13 scnolion τάχα τοῦ Κικἑρωνος B cf Bruti 121) [*](1 ἦ πον B τό τε Pv ἐπὶ τῶν] τῶν Krüdger 7 δόξει P) [*](11 κανόνι ὡ| τατον καὶ κανόνι B καθαρὸν M 12 καὶ om P λόγων Sylburgius: ὁ λόγος 15 βασιλεὺς ὢν] βασι- λεύων? | διαλέται P 16 καί τε τερατείας MBP sed in M τε postea deletum est 18 ἔστιν B οὐδʼ 〈ἰδεῖν〉 ci Usener | δύ- ναται B 19 ante πᾶσαν spatium est in editionibus. συνιδεῖν excidisse Reiskius putauit εἰρωνίαν P ὥσπέρ φυκα B 22 φυλάττει P)

179
τε καὶ τεθαύμακα, τῆς δʼ ἀπειροκαλίας αὐτὸν οὐδεπώποτʼ ἐζήλωσα τῆς ἐν ταῖς ἐπιθέτοις κατασκευαῖς, ὥσπερ ἔφην καὶ πρότερον, καὶ πάντων ἥκιστα ἐν οἷς ἂν εἰς πολιτικὰς ὑποθέσεις συγκαθεὶς. ἐγκώμια καὶ ψόγους κατηγορίας τε καὶ ἀπολογίας ἐπιχειρῇ γράφειν. ἕτερος γάρ τις αὑτοῦ γίνεται τότε καὶ καταισχύνει τὴν φιλόσοφον ἀξίωσιν. κἀμοί γε πολλάκις ἐπῆλθεν εἰπεῖν ἐπὶ τῶν τοιούτων αὐτοῦ λόγων, ὃ πεποίηται παρʼ Ὁμήρῳ πρὸς τὴν Ἀφροδίτην ὁ Ζεὺς λέγων·
  • Οὕ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα,
  • ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο
  • Σωκρατικῶν διαλόγων, ταῦτα δὲ πολιτικοῖς καὶ ῥήορσιν ἀνδράσι μελήσει. ποιοῦμαι δὲ τῆς ἐμαυτοῦ δόξης κοινούς κριτὰς τοὺς φιλολόγους ἅπαντας, ὑπεξαιρούμενος, εἴ τινές εἰσι φιλότιμοι καὶ πρὸς τὰς δόξας ἀλλὰ μὴ πρὸς τὴν ἀλήθειαν κρίνοντες τὰ πράγματα. τὸ μὲν οὖν ἐκλέγειν ἐξ ἀπάντων αὐτοῦ τῶν λόγων, εἴ τι κάκιστον εἴρηται, ὃ ποιοῦσιν ἕτεροί τινες, κἄπειτα τούτοις ἀντιπαρατιθέναι τὴν κράτιστα ἔχουσαν Δημοσθένους λέξιν οὐκ ἐδοκίμαζον, τὸ δʼ ἐκ τῶν ἀμφοτέρων μάλιστα εὐδοκιμούντων, ταῦτα παρʼ ἄλληλα θεὶς ἐξετάζειν τὰ κρείττω τοῦτʼ ἔδοξʼ εἶναι δίκαιον, καὶ ἐπʼ αὐτὸ τοδὶ τρέψομαι τὸ μέρος. δικανικὸς μὲν οὖν [*](10 Hom Ε 428 sq) [*](1 δὲ B 2 ʼζηλωσα P 4 συγκαθεὶς Reiskius: συγκρα- θεὶς 5 ψόφους B 6 αὐτοῦ MBP: corr v κατασχύνει P 7 κἀμοί] καί μοί M BPv 10 τέκνων B 11 γάμοιο certatim delent, sed cf Plut de superstitione 169e 15 φιλοτότιμοι B) [*](20 οὐ δοκιμάζον P παρʼ ἀμφοτέροις Sylburgius παρʼ ἀμ- φοτέρῳ Sadaeus 21 παράλληλα MBP 22 ἔδοξα Krüger: ἔδοξεν 23 τοδὶ] δὴ MBPv)
    180
    λόγος εἷς ἐστι Πλάτωνι, Σωκράτους ἀπολογία, δικαστηρίου μὲν ἢ ἀγορᾶς οὐδὲ θύρας ἰδών, κατʼ ἄλλην δέ τινα βούλησιν γεγραμμένος, οὔτʼ ἐν λόγοις τόπον ἔχων οὔτʼ ἐν διαλόγοις. τοῦτον μὲν οὖν ἐῶ. δημηγορία δὲ οὐδεμία, πλὴν εἴ τις ἄρα τὰς ἐπιστολὰς βούλεται δημηγορίας καλεῖν. ἀφείσθωσαν δὴ καὶ αὗται. ἐγκώμια δʼ ἐν τῷ συμποσίῳ πολλὰ μὲν ἔρωτος, ὧν ἔνια οὐκ ἄξια σπουδῆς, ἔν δὲ Σωκράτους ὁποῖον δή ποτε· οὐθὲν γὰρ δέομαι νῦν γε περὶ τούτου λέγειν. κράτιστος δὴ πάντων τῶν πολιτικῶν λόγων ὁ Μενέξενος, ἐν ᾧ τὸν ἐπιτάφιον διεξέρχεται λόγον, ὡς μὲν ἐμοὶ δοκεῖ, Θουκυδίδην παραμιμούμενος, ὡς δὲ αὐτός φησιν, Ἀρχίνῳ καὶ Δίωνι --- τοῦτον δὴ παραλήψομαι τὸν λόγον καὶ παρʼ αὐτὸν ἐξετάσω Δημοσθένους λέξεις τινάς, οὐκ ἐκ τοῦ ἐπιταφίου· τοῦτον μὲν γὰρ οὐχ ἡγοῦμαι ὑπʼ ἐκείνου τοῦ ἀνδρὸς γεγράφθαι· ἀλλʼ. ἐκ τῶν ἄλλων αὐτοῦ λόγων, ὅσοι περί τε τοῦ καλοῦ καὶ τῆς ἀρετῆς εἴρηνται, μᾶλλον δʼ ἐξ ἑνὸς ἀγῶνος· οὐ γὰρ ἔχω καιρὸν ὅσοις βούλομαι παραδείγμασι χρήσασθαι, πάντων μάλιστα βουληθεὶς ἄν. τοιοῦτος μὲν δή τις ὁ τρόπος ἔσται μοι τῆς συγκρίσεως.

    [*](13 cf Plato Menexeni 234 b)[*](3 βάλησιν P τύπον mg M 4 τοῦτον Reiskius: τοῦτο 6 ἀφίσθωσαν P ἀφίστωσαν v αὗται Krüger; αὐταὶ 7 τῷ συμφέροντι τὸ συμποσίῳ P 8 ἓν δὲ] οὐδὲ MBPv ὁποῖόν τι δή P 9 γε Sadaeus: δὲ νῦν δʼ οὐθὲν δέομαι P v κράτιστον M1BΡ 10 δὲ δὴ Krüger 12 Θουκυδίὲων B φησι B 13 ἀρχίω P Ἀρχῖνον καὶ Δίωνα v ἢ Δίωνι Usener cl Menexeni 234b lacunam indicauit ἀγωνιζόμενος siue διαμιλλώμενος add Kiessling 15 τοῦ ἐπιταφίου· τοῦτον Cobet: τούτου· τὸν 17 λόγον P 18 δὲ B 20 τοιούτοις B δὴ Sadaeus οὖν Syl- burgius: ἂν 21 συκρίσεως B )
    181

    λαμβανέσθω δὲ πρότερος Πλάτων, καὶ ἐπειδὴ μέγα 24 φρονεῖν ἔοικεν ἐπί τε ἀκριβείᾳ καὶ σεμνότητι ὀνομάτων, ταῦτα ἐπὶ τῶν αὐτοῦ βασανίσω, ἀρξάμενος, ὅθεν περ κἀκεῖνος, τοῦ λόγου· ‘Ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν.ʼ ἡ μὲν εἰσβολὴ θαυμαστὴ καὶ πρέπουσα τοῖς ὑποκειμένοις πράγμασι κάλλους τε ὀνομάτων ἕνεκα καὶ σεμνότητος καὶ ἁρμονίας, τὰ δʼ ἐπιλεγόμενα οὐκέθʼ ὅμοια τοῖς πρώτοις, αὐτίκα τό· προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ὑπὸ τῶν οἰκείων.ʼ ἐν γὰρ τῷ πάντα τὰ προσήκοντα σφίσιν αὐτοῖς ἔχειν τοὺς θαπτομένους ἐνῆν καὶ τὸ προπεμφθῆναι τὰ σώματʼ αὐτῶν ἐπὶ τὰς ταφὰς δημοσίᾳ τε καὶ ἰδίᾳ. ὥστε οὐκ ἀναγκαῖον ἦν πάλιν ταὐτὸ λέγειν· εἰ μὴ κράτιστον ἀπάντων τῶν περὶ τὰς ταφὰς νομίμων τοῦτο ὑπελάμβανεν ὁ ἀνὴρ εἶναι, λέγω δὴ τὸ παρεῖναι πολλοὺς ταῖς ἐκκομιδαῖς, καὶ οὐθὲν ἄτοπον ἐδόκει ποιεῖν συμπεριλαβών τε αὐτὸ τοῖς ἄλλοις καὶ χωρὶς ὑπὲρ αὐτοῦ μόνου λέγων. ἠλίθιος ἄρα τις ἦν, εἰ τοῦτον ἐδόκει τοῖς τελευτήσασι λαμπρότατον εἶναι τῶν κόσμων, οἷς ἡ πόλις αὐτοὺς ἐκόσμει. ἵνα γὰρ ἀφῶ πάντα τὰ ἄλλα, τὸ δημοσίᾳ γηροτροφεῖσθαι [*](4 Menexeni 236 d) [*](1 δὴ Pv 6 εἱμαρμένην MBPv 7 κάλους M 8 ἁρμο- νίας B 9 τό add Usener 11 τὰ om B 12 τοὺς in spatio VIII litt suppl M2 om cum lac IV litt BP προπεμφῆναι M) [*](13 σώματʼ αὐτῶν M: σώματα τῶν PB 14 lac IV litt B nulla in M P: suppl Sylburgius ἀναγκαῖον— κράτιστον] α cum spatio VI litt M cetera omittens 15 ἀπάντων Vliet: lac VI litt B, X fere P 17 δὲ Krüger 18 συμπεριλαβον M 1) [*](19 ἠλίθιος— τελευ desunt in B, qui deinde τὸ σαισι habet pro τήσασι 20 τοῖς om Pn 21 τῶν κόσμων Sylburgius: τὸν κόσμον)

    182
    τοὺς πατέρας αὐτῶν ἄχρι θανάτου καὶ παιδεύεσθαι τοὺς υἱεῖς ἕως ἥβης πόσῳ κρεῖττον ἦν τοῦ προπέμπεσθαι τὰ σώματα δημοσίᾳ; ἐμοὶ μὲν δοκεῖ μακρῷ. οὐκοῦν οὐκ ἀναγκαία, Πλάτων, ἥδε ἡ προσθήκη. ἀλλʼ ἄρα γε εἰ μὴ τοῦ ἀναγκαίου, κάλλους γε ἢ τῶν ἄλλων τινὸς τῶν ἐπιθέτων ἕνεκα κόσμων παρείληπται τὸ κῶλον αὐτῷ τουτί; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τῷ μηδὲν ἔχειν σπουδῆς ἄξιον μήτε κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτωνγ μήτε κατὰ τὴν σύνθεσιν προσδιαφθείρει καὶ τὴν πρὸ αὐτοῦ περίοδον, λυμαίνεται γοῦν τήν τε συμμετρίαν αὐτῆς καὶ τὴν εὐφωνίαν. νῦν μὲν γὰρ δυσὶ περιλαμβανομένη κώλοις σύμμετρός ἐστι καὶ ἐναρμόνιος καὶ στρογγύλη καὶ βάσιν εἴληφεν ἀσφαλῆ· ἐὰν δὲ προσλάβῃ τουτὶ τὸ κῶλον, ἅπαντα ταῦτα ἀπεκρίθησαν, καὶ μεταλήψεται τὸν ἱστορικὸν ἀντὶ τοῦ λογικοῦ τύπον. εἰ δὲ χωρίσαντες τοῦτο τὸ κῶλον ἀπὸ τῶν προηγουμένων αὐτὸ καθʼ αὐτὸ ἐξοίσομεν, οὔτε περίοδος ἡμῖν γενήσεται καθʼ ἑαυτὸ γενόμενον οὕτε ὖθος ἢ πάθος ἔξει μὰ Δία οὕτε ἄλλην πειθὼ καὶ χάριν οὐδεμίαν. εἰ δὴ μήτε τοῦ ἀναγκαίου χάριν ἡ προσθήκη παρείληπται μήτε τοῦ περιττοῦ (περὶ ταῦτα δὲ καὶ ἐν τούτοις ἡ τῆς λέξεως κατασκευή), τίς ἂν τοῦτο ἔτι ἕτερον ὀνομάσειεν εἰ μὴ τοῦθʼ [*](1 πατέρας — παιδεύεσθαι τοὺς om Pv ἀχρὶ M 2 προ- πέμεθαι P 4 Πάτων uocatiuum interpunctione saepsi: Πλά- τωνι BP v ἥδε ἡ] ἢ P 5 κάλους BP 7 πρὸς γὰρ— 9 σύν- θεσιν om Pv 8 lacunam detexit et suppleuit Sadaeus 10 αὐτοῦ Sylburgius: αὐτῆς MP αὐτὴν B 11 εὐφρώνιαν B) [*](13 καὶ bis P 14 τὸ om Pv 15 ἱστοριστικὸν B 16 τοῦτο τί B] τουτὶ τὸ ? 18 οὔτε Sadaeus: οὐ καθʼ ἑαυτὸ γενόμενον seclusit idem 19 οὔτ᾿ Pv οὔτʼ Pv 22 περὶ ταῦτα] περιαιρεῖται frustra Kiessling καὶ ἀν B] κἀν? 23 τίς ἂν] τί ἄν τις Kiessling )
    183
    ὅπερ ἐστὶν ἀληθῶς, ἀκαιρίαν. τούτοις ἐκεῖνα ἐπιτίθησιν ὁ ἀνήρ· ῾Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος προστάττει τούτοις ἀποδοῦναι. τοῖς ἀνδράσι καὶ χρή.ʼ τὸ καὶ χρὴ πάλιν ἐνταῦθαγ κείμενον ἐπὶ τελευτῆς τίνος ἕνεκα παρείληπται καὶ διὰ τί; πότερα σαφεστέραν ποιῆσαι τὴν λέξιν; ἀλλὰ καὶ χωρὶς τῆς προσθέσεως ταύτης ἐστὶ σαφής. εἴ γε οὖν οὕτως εἶχε· ῾Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὁ νόμος ἀποδοῦναι προστάττει τοῖς ἀνδράσι,ʼ τίς ἂν ταύτην ἐμέμψατο ὡς οὐ σαφῆ; ἀλλὰ τοῦτο ἥδιον ἀκουσθῆναι καὶ μεγαλοπρεπέστερον; πᾶν μὲν οὖν τοὐναντίον ἠφάνικεν αὐτῆς τὸ σεμνὸν καὶ λελύμανται. καὶ τοῦτο οὐ λόγῳ δεῖ μαθεῖν ἕκαστον, ἀλλʼ ἐκ τῶν ἑαυτοῦ γνῶναι παθῶν. ταῖς γὰρ ἀλόγοις αἰσθήσεσιν ἅπαντα τὰ ὀχληρὰ καὶ ἡδέα κρίνεται, καὶ οὐθὲν δεῖ ταύταις οὕτε διδαχῆς οὔτε παραμυθίας.

    συκοφαντεῖς τὸ πρᾶγμα, τάχʼ ἂν εἴποι τις, εὐέπειαν ἀπαιτῶν καὶ καλλιλογίαν παρὰ ἀνδρὸς οὐ ταῦτα σοφοῦ. τὰς νοήσεις ἐξέταζε, εἰ καλαὶ καὶ μεγαλοπρεπεῖς εἰσι καὶ παρʼ οὐθενὶ τῶν ἄλλων κείμεναι. περὶ ταύτας ἐκεῖνος ἐσπούδαζεν, ἐν ταύταις δεινὸς ἦν. τούτων εὐθύνας παρʼ αὐτοῦ λάμβανε, τὸν δὲ τρόπον τῆς λέξεως [*](2 Menexeni 236 d) [*](1 ἀληθῶς Sylburgius: ἀληθὲς ὡς 3 νόμοις νόμος P | τάτ- τει postea add M τούτοις P, B in mg: om cum lac VI litt M, B in textu Π (Plato) 4 lac X litt MP, VI litt B: suppl Syl- burgius κείμενον κόσμον ὅτε κείμενον B: corr rubricator 6 ποιήσει ci Usener 7 προθέσεως B εἴγ’ v 9 ἐπέμψατο B) [*](13 ἀλʼ B 14 αἰσθήσασιν BP ἅπαντας P1 τὰ om B) [*](15 δεῖ] δῆ B οὔτε διδαχῆς om Pv, ci Reiskius 17 τύχʼ ἂν εἴποιος B εὐέπειραν εὐεπειαν P 20 οὐδενὶ Sylburgius: οὐθὲν M, B mg οὐδὲν P, B text v )

    184
    ἔα. καὶ πῶς ἔνι ταῦτʼ εἰπεῖν; τοὐναντίον γὰρ ἅπαντες ἴσασιν, ὅτι πλείονι κέχρηται φιλοτιμίᾳ περὶ τὴν ἑρμηνείαν ὁ φιλόσοφος ἢ περὶ τὰ πράγματα. μυρία τούτου τεκμήρια φέρειν ἔχοι τις ἄν, ἀλλʼ ἀπόχρη λόγος εἷς οὗτος ἐπιδείξασθαι τὴν κενοσπουδίαν τοῦ ἀνδρός, ᾗ κέχρηται περὶ τὸν περιττὸν καλλωπισμὸν τῆς ἀπαγγελίας. αὐτίκα γε οὖν τοῖς προειρημένοις ἐπιτιθεὶς διάνοιάν τινα οὔτε περιττὴν οὔτε θαυμαστὴν ἀλλʼ ὑπὸ πολλῶν εἰρημένην καὶ πολλάκις (ὅτι γὰρ ὁ τῶν καλῶν ἔργων ἔπαινος ἀθανάτους τὰς τιμὰς καὶ τὰς μνήμας δύναται ποιεῖν τοῖς ἀγαθοῖς, μυρίοις τῶν ἔμπροσθεν εἴρηται), συνιδὼν οὐθὲν οὔτε σοφὸν οὔτε περιττὸν τὴν γνώμην ἔχουσαν, ὅπερ οἶμαι λοιπὸν ἦν, τῷ κάλλει τῆς ἑρμηνείας αὐτὴν ἡδύνειν βούλεται. ἔπειθʼ ὥσπερ τὰ μειράκια καταβὰς ἀπὸ τῶν γενναίων καὶ μεγαλοπρεπῶν ὀνομάτων τε καὶ σχημάτων ἐπὶ τὰ θεατρικὰ τὰ Γοργίεια ταυτὶ παραγίνεται, τὰς ἀντιθέσεις καὶ τὰς παρισώσεις λέγω, καὶ διὰ τῶν λήρων τούτων κοσμεῖ τὴν φράσιν.

    ἀκούσωμεν δὲ αὐτοῦ, πῶς λέγει· ‘Ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίνεται παρὰ τῶν ἀκουσάντων.’ ἐνταῦθα τοῖς μὲν ἔργοις ὁ λόγος ἀντίκειται, τῷ δὲ πραχθῆναι τὸ ῥηθῆναι, μετωνόμασται δὲ ἀντὶ τοῦ εὖ [*](20 Menexeni 236e cf Dionys. de comp p 49 R) [*](1 ταυ . . . επεῖν in mg ταυτον εἴ B 2 πλείωνι P | ἐρμε- νείαν P1 4 εἷς] εἴς το B 6 περιττὸν M: περὶ τὸν P περὶ τὸν περιττὸν B τῆς bis P 13 lac IV litt M, V— VI B, VI P: suppleuit Sadaeus 17 Γοργίεια Reiskius: γόργεια 18 παρα- σώσεις P | λόγω BP 20 ἔργων Π: τῶν MP τῶν τῶν B 21 λόγῳ om P 22 πράξασι] πρασι B 24 μετονόμασθαι M1 | δ᾿ Pv)

    185
    τὸ καλῶς, παρισοῦται δὲ τὰ τρία μόρια τοῦ λόγου τοῖς τρισί. τοῦ δὲ ἀσφαλῶς βῆναι τὴν περίοδον ἕνεκα καὶ οὐθενὸς ἀναγκαίου, τέλος ἤδη τῆς διανοίας ἐχούσης, προσείληπται τὸ παρὰ τῶν ἀκουσάντων. ἆρά γε ὁμοίως ἡρμήνευται ὁ αὐτὸς νοῦς οὑτοσὶ τοῖς ποιηταῖς, οὓς περιφρονεῖ καὶ ἀπελαύνει τῆς πολιτείας ὁ φιλόσοφος, ἢ κάλλιον καὶ γενναιότερον; ‘Πρέπει δ᾿ ἐσλοῖσιν ὑμνεῖσθαι --- καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ ἀθανάτοις τιμαῖσι ποτιψαύει μόνον· ῥηθὲν --- θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον.’ Πίνδαρος τοῦτο πεποίηκεν εἰς Ἀλέξανδρον τὸν Μακεδόνα, περὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς μᾶλλον ἢ περὶ τὴν λέξιν ἐσπουδακώς. Πλάτων δέ, ὃς ἐπαγγέλλεται σοφίαν, τρυφεροῖς καλλωπίζει καὶ περιέργοις σχήμασι τὴν φράσιν. καὶ οὔπω τοῦθʼ κανόν, ἀλλὰ καὶ ἐν τῇ μετ᾿ αὐτὴν περιόδῳ τὰ αὐτὰ ποιῶν φανήσεται. φησὶ γάρ· Δεῖ δὴ τοιούτου τινὸς λόγου, ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσει, τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσει.᾿ οὐκοῦν ἐπίρρημα ἐπιρρήματι ἀντιπαράκειται καὶ ῥήματι ῥῆμα, τὸ μὲν ἱκανῶς τῷ εὐμενῶς, τῷ δʼ ἐπαινέσει τὸ παραινέσει, καὶ ταῦτα πάρισα· οὐ Λικύμνιοι ταῦτ᾿ εἰσὶν οὐδʼ Ἀγάθωνες [*](7 Pindari fr 121 Bergkii 16 Menexeni 236e) [*](1 παρισοῦται Kiessling in mg, Sadaeus: παρισοῦνται MB παροισοῦνται P μήρια P 4 ἐχούσας P 5 οὑτοσὶ] οὐ τισὶ B) [*](8 δʼ ἐσλοῖσιν Sylburgius: δὲ ὅλοισιν lacunam post ὑμνεῖ- σθαι metrum insimulat, alii alia supplent 9 τιμαῖς Boeckh μόνον ῥηθέν· MBP ῥηθέν delent Bothe et Boeckh. fort ποτι- ψαύει μόνον· ῥηθὲν 〈μένει,〉 θνᾴσκει δὲ κτλ θνάσκει MBPv) [*](10 δὲ σιγαθὲν Barnes: δʼ ἐπιταθὲν 13 ὃς] ὣς B ὡς P ἐπαγγέ[λλ]εται cum ras M καλλωπίζειν BP 15 ἱκανόν] ἰμα- νιὸν B μεταυτὴν M μετὰ ταύτην Sadaeus 17 τετελευκότας B τελευτηκότας ἐπαινέσεται Π 18 παραινέσεται Π 19 ἀντιν- παράκειται] παράκειται MBPv 21 ο . . . κύμνιοι M )
    186
    οἱ λέγοντες ‘ὕβριν ἤ κύπριν μισθῷ ποθὲν ἢ μόχθον πατρίδων,ʼ ἀλλʼ ὁ δαιμόνιος ἑρμηνεῦσοι Πλάτων. καὶ οὐ τοῖς σχήμασιν ἐπιτιμῶ· φέρει γάρ ποτε καὶ ταῦτα τοῖς λόγοις ὥραν. οὗ χάριν οὐ ψέγω οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν μόνην μέμφομαι καὶ μάλιστα ὅταν ὑπὸ τοιούτου γίνηται ἀνδρός, ᾧ κανόνι ὀρθοεπείας χρήσασθαι ἀξιοῦμεν. ἐν γὰρ δὴ τῷ αὐτῷ λόγῳ τούτῳ κἀκεῖνά ἐστιν· Ὧν δʼ οὔτε ποιητής πω δόξαν ἀξίαν ἐπʼ ἀξίοις λαβὼν ἔχει,ʼ καὶ αὖθις· ‘Τειχισαμένη καὶ ναυπηγησαμένη, ἐκδεξαμένη τὸν πόλεμον,ʼ καὶ ἔτι· Ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν,ʼ καὶ πάλιν· ‘Φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι,ʼ κἀκεῖνά γε ἔτι· ‘Τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως,ʼ καὶ πάλιν που· ‘Καὶ αὐτὸς δέομαι ὑυπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι [*](1 cf tragg fr p 769, 31 N 8 Menexeni 239c 10 ibid 245b) [*](11 ibid 247d 13 ibid 247d 15 ibid 248d 17 ibid 248e) [*](1 ἢ κύπριν M. Schmidt: ἢ . . . πριν M ἦν . . . . . . . πρὶν B ἢ πριν Pv μισθὸν πόθων (πόθεν B) ἢ μόχθον Ἀτρειδῶν? (πραπίδων M. Schmidt) alia Schmidt Jos. Klein Gompertz Weil) [*](2 δ . . . νιος M 3 ἐπιτιμῶ] ἐπι cum lac V litt M 4 ὥραν οὐ χαρ lac X—XII litt τὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαι lac XIV—XVI litt μαι· καὶ μάλιστα M ὥραν οὐ χαρι lac VI litt οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν αὐτῶν καί μαι μάλιστα B ὥραν οὐ χαρ lac XI litt οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν αὐτῶν μαι καὶ μάλιστα P ex quo pendet v solum μαι omittens: restitui et suppleui) [*](6 γένηται Pv 10 τειχισάμενος corr in τειχισαμένη P δὲ post τειχισαμένη Πv 14 δόξουσι ΠΔ p 1047: δοξάζουσι MBP 15 καὶ κεῖνα corr in κἀκεῖνα B ἔτι Sylburgius: ὅτι παιδεύοντες —17 τῶν μὲν om B 16 κοσμίους P 17 μιμεῖσθαι Π: μισεῖσθαι MBP)
    187
    τοὺς ἑαυτῶν, τῶν δὲ καρτερεῖν ὑπὲρ ἑαυτῶν,ʼ καὶ ταυτί· ʼΠολιτεία γὰρ ἀνθρώπων τροφή ʼστι καὶ ἡ μὲν ἀγαθὴ ἀγαθῶν, μὴ καλὴ δὲ κακῶν.ʼ κἀκεῖνα δʼ ἔτι· ‘Νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες.ʼ πολύς ἐστι τῶν τοιούτων σχημάτων ὄχλος δἰ ὅλου τοῦ ἐπιταφίου. ἀλλʼ ἐάσας τὸ περὶ τούτων ἀκριβολογεῖν ἐπʼ ἐκεῖνά τʼ ἐλεύσομαι καί μοι πάνυ μὲν αἰδουμένῳ καὶ ὀκνοῦντι εἰπεῖν, ὅμως δʼ εἰρήσεται, ὅτι παχύτητος καὶ ἀδυνασίας ἔδοξεν εἶναι μηνύματʼ αὐτά.

    προειπὼν γὰρ ὁ ἀνήρ, ποῖόν τι σχῆμα λαβεῖν ἁρμόττει 27 τὸν λόγον, ἐπιτίθησι ταυτί· ‘Ἐπὶ τούτοις τὴν τῶν ἔργων πρᾶξιν ἐπιδείξωμεν, ὡς καλὴν καὶ ἀξίαν τούτων ἀπεφήναντο.ʼ ἔργων πρᾶξιν ἀξίαν ἀποφηναμένους οὐκ οἶδα εἴ τις ἂν ἠξίωσεν εἰπεῖν τῶν τὴν λεπτὴν καὶ ἀκριβῆ καὶ καθαρὰν διάλεκτον ἐπιτηδευόντων. πράττεται μὲν γὰρ τὰ πράγματα, ἐργάζεται δὲ τὰ ἔργα, ἀποφάνσεως δὲ ἀξιοῦται τὰ λεκτά. τουτὶ [*](2 Menexeni 238e 4 ibid 243c 12 ibid 237b) [*](1 αὑτῶν Π δʼ ἐκκαρτερεῖν BP δʼ ἐγκαρτερεῖν v θαρρεῖν Π αὑτῶν Π 2 τροφῆς ἐστι MBP: corr Usener τροφὴ ἀνθρώπων ἐστι Π 3 καλὴ μὲν ἀγαθῶν, ἡ δʼ ἐναντία κακῶν Π ac fort apud Dionysium in καὶ ἡ latet καλὴ, ut ἀγαθὴ tamquam dittogra- phia natum delendum sit 5 φιλίους Π: φίλους MBPv 8 τʼ ἐλεύσομαι Sylburgius: τελεύσομαι BP ἐλεύσομαι M 9 ταχύ- τητος P ἀδυναστίας Pv 10 μηνύματʼ αὐτά] μήνυμα ταῦτα M μήνυτα ταῦτα B μήνυτα τοι ταῦτα P μηνύματα τὰ τοιαῦτα Reiskius 12 ἐτίθησι P | ἐπὶ MBP: ἐπὶ δὲ Πν 13 καὶ om BP) [*](14 τούτων — ἀξίαν om Pv ἀπεφήναντο M Π: ἀποφήναν ὧνB ἀποφηναμένους] ἀποφηναμένην MPv ἀποφηναγκένην B) [*](17 πράτεται P 18 ἀποφάνσεως Kruger: ἀποφάσεως | δὲ add Reiskius om BPM sed in M spatium est II litt | ἀξιοῦν- ται v | λεκτὰ Sylburgius: ἄληπτα | ταυτὶ B )

    188
    μὲν δὴ παχὺ εἴρηται, τὸ δ᾿ ἐπὶ τούτῳ λεγόμενον ἐνθύμημα ἀσθενέστερον· διὰ μακροῦ τε γὰρ καὶ ἀκατάλληλον καὶ οὔτε δεινότητα ἔχον οὔτε σύνταξιν· ‘Τῆς δʼ εὐγενείας πρῶτον ὑπῆρξε τοῖσδε ἡ τῶν προγόνων γένεσις, οὐκ ἔπηλυς οὖσα οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφηναμένη μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλʼ αὐτόχθονας καὶ τῷ ὄντι πατρίδα οἰκοῦντας καὶ ζῶντας καὶ τρεφομένους οὐχ ὑπὸ μητρυιᾶς, ὡς οἱ ἄλλοι, ἀλλʼ ὑπὸ μητρὸς τῆς χώρας, ἐν ᾗ ᾤκουν, καὶ νῦν κεῖσθαι τελευτήσαντας ἐν οἰκείοις τόποις τῆς τεκούσης τε καὶ θρεψάσης καὶ ὑποδεξαμένης.ʼ ποῖον ἔθνος ἀνθρώπων καθαρᾷ διαλέκτῳ χρώμενον ἐρεῖ γένεσιν τὴν μὲν αὐτόχθονα τὴν δὲ ἐπήλυδα; ἡμῖν γὰρ δή τι συμβεβηκός ἐστι τὸ εἶναι αὐτόχθοσιν ἢ μὴ ἐπιχωρίοις, οὐχὶ τῇ γενέσει. δύναται γοῦν τις ἀλλαχῇ γενόμενος ἀνὴρ ἑτέρωσε μετοικῆσαι, ἡ δὲ γένεσις αὐτὴ τοῦτο παθεῖν οὐ δύναται. τίς δʼ ἂν ἀξιώσειε τῶν εὖ διαλέγεσθαι σπουδαζόντων εἰπεῖν, ὅτι ἡ γένεσις ἡ τῶν προγόνων τοὺς ὕστερον γενησομένους ἀπεφήνατο αὐτόχθονας καὶ μὴ μετοίκους εἶναι τῆς [*](4 Menexeni 237b 6 scholion ἀντὶ τοῦ (ἀντι B) ἐπιδείξας φανερόν (φανερῶν B)) [*](1 τὸ δʼ ἐπὶ τούτῳ Sylburgius: τὸ lac V litt τοῦ τούτῳ MB τὸ τὸν τούτῳ Pv λεγό postea add M 2 ἀσθενότερον Pv post διὰ lac III litt M 3 σύνταξιν om M in lac IX litt | post σύνταξιν lac V uel VI litt B 4 τῶν προγόνων Π: lac XII litt M, XVII litt B, XXXX fere litt P 6 scholion in mg om P ἄλοθεν B 7 τῶν ὄντι B 8 ἐν πατρίδι Π 10 τελευτήσαντος B τελευτήσαντες P ἐν οἰκείοις] ἐκείνοις B 11 τε om Π | θρα- ψάσης B 14 δʼ Πv τι] που Sadaeus 15 ἐπιχωρίοις delet Vliet 17 ἡδʼ P γένεσις — τίς δʼ om Pv 18 εὖ διαλέγε- σθαι] ἔν διαλεγεσθαι, mg διαλέγεσθαι B 20 αὐτὸ χθόνας B )
    189
    χώρας, ἐν ᾗ ἐγένοντο; οὔτε γὰρ ἡ γένεσις αὐτή τι ἀποφαίνεσθαι φύσιν ἔχει, οὔτε μετοικεῖν τις, ἐν ᾗ ἂν γένηται· ἀλλʼ ἀποφαινόμεθα μὲν ἡμεῖς τὰ λεκτά, μετοικοῦσι δʼ οἱ ἐξ ἄλλης ἀφικόμενοι χώρας ἐν τῇ ὑποδεξαμένη. τίς δὲ βουλόμενος σῴζειν τὴν ἀκολουθίαν, εἰπὼν τὴν γένεσιν καὶ περὶ ταύτης τὸν λόγον ἀποδιδοὺς ἐπιζεύξειεν ἂν τὸ ἄλλοθεν σφῶν ἡκόντων, τὸ ἀρρενικὸν τῷ θηλυκῷ καὶ τῷ ἑνικῷ τὸ πληθυντικόν; ἦν γὰρ δή που κατάλληλος ὁ λόγος, εἰ πρὸς τὴν γένεσιν ἀναφέρων, ὑπὲρ ἧς ὁ λόγος ἦν, ἐπέθηκεν· ἄλλοθεν αὐτῆς ἡκούσης.’ ἐπὶ δὲ τῶν ἀνδρῶν μέλλων ποιεῖσθαι τὸν λόγον ἐξ ἀρχῆς οὕτως ἂν κατεστήσατο τὴν φράσιν· ‘τῆς δ’ εὐγενείας πρῶτον ὑπῆρξαν τοῖσδε οἱ πρόγονοι, οὐχὶ ἐπήλυδες ὄντες οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφήναντες μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλʼ αὐτόχθονας.ʼ

    ἄξιον δέ, ὃ καὶ περὶ τῆς εὐγενείας τῶν ἀνδρῶν 28 εἴρηκε, τὴν χώραν πρῶτον ἐπαινῶν, ἐξ ἧς ἐγένοντο, μὴ παρέργως ἰδεῖν. φησὶ δὴ θεοφιλῆ αὐτὴν εἶναι καὶ παρέχεται τούτου μάρτυρας τοὺς ἀμφισβητήσαντας περὶ αὐτῆς θεούς, κοινόν τι πρᾶγμα καὶ ὑπὸ πάντων σχεδὸν τῶν ἐπαινεσάντων τὴν πόλιν εἰρημένον. καὶ οὐ τοῦτο συκοφαντεῖν ἄξιον, ἀλλά, πῶς ἡρμήνευκεν αὐτά, καταμαθεῖν· ‘Μαρτυρεῖ δʼ ἡμῖν τῷ λόγῳ ἡ τῶν [*](24 Menexeni 237c) [*](3 τὰ λεκτά fort delendum est 6 εἰπὼν] εἶπεν MBP εἶπε v cf de comp. p 139 R 7 ἡκόν.των una littera erasa M 8 τῷ ἑνικῷ τὸ πληθυντικόν Reiskius: τὸ ἑνικὸν τῷ πληθυντικῷ) [*](12 ἂν κατεστήσατο accipe: in ordinem redegisset 16 σφᾶς v ἡκόντων M2: ἥκοντας M1 BPv ἀλʼ P 17 δὲ καὶ ὃ frustra Kruger περὶ τῆς εὐγενείας—χώραν iterat P 18 ἐπαινή[ῶ]ν cum ras M 19 δὴ M: δὲ BPv 24 αὐτά Krudger: αὐτήν | ἡμῶν Π )

    190
    ἀμφισβητησάντων περὶ αὐτῆς θεῶν ἔρις τε καὶ κρίσις. ἣν δὲ θεοὶ ἐπῄνεσαν, πῶς οὐχ ὑπʼ ἀνθρώπων γε συμπάντων δικαία ἐπαινεῖσθαι;’ ταπεινή μοι δοκεῖ καὶ ἄζηλος ἡ λέξις καὶ οὐδὲν ἔχουσα τῆς περιμαχήτου πόλεως ἄξιον, ὡς ἐμοὶ δοκεῖ. ποῖος γὰρ ἐνθάδε πλοῦτος ὀνομάτων; ποία σεμνότης; ποῖον ὕψος; τί οὐ μαλακώτερον τῆς ἀξίας; τί δʼ οὐκ ἐνδεέστερον τῆς ἀληθείας; οὕτως ἐχρῆν ὑπὸ Πλάτωνος εἰρῆσθαι τὴν Ἀθηνᾶς καὶ Ποσειδῶνος ὑπὲρ τῆς Ἀττικῆς στάσιν ἔριν τε καὶ κρίσιν; οὕτως τὸν ἔρωτα, ὃν ἔσχον οἱ θεοὶ τῶν ἐν αὐτῇ τιμῶν, εἰς φαῦλόν τι καὶ μέτριον ῥῆμα ἀγαγεῖν ἣν δὲ θεοὶ ἐπῄνεσανʼ εἰπόντα; ἀλλὰ γὰρ ἃ μετὰ ταῦτα ἐπιτίθησιν εἰς ἔπαινον τῆς γῆς, ὅτι γένος τε τὸ ἀνθρώπων πρώτη ἐγεννήσατο καὶ καρποὺς ἡμέρους αὐτῷ συνεξήνεγκεν, ἄξιον ἰδεῖν· Ἐξελέξατο δὲ τῶν ζῴων καὶ ἐγέννησεν ἄνθρωπον, ὃ συνέσει τε ὑπερέχει τῶν ἄλλων καὶ δίκην καὶ θεοὺς μόνον νομίζει.᾿ οὐκ οἶδα, εἴ τι λαμπρότατον ἄλλο πρᾶγμα τούτου εὐτελέστερον εἴρηται Πλάτωνι καὶ ἰδιωτικώτερον. δῶμεν αὐτῷ τὸ τοῦ ἀνθρώπου ἐγκώμιον οὕτως εἰπεῖν ὀλιγώρως καὶ ἀσθενῶς· ἀλλὰ περί γε τῆς τροφῆς αὐτοῦ γενναίᾳ χρήσεται φράσει· ‘Μόνη γὰρ ἐν τῷ τότε καὶ πρώτη τροφὴν ἀνθρωπείαν ἤνεγκεν τὸν τῶν πυρῶν [*](15 Menexeni 237d 22 ibid 238a) [*](1 ἀμφητησάντων B | τε καὶ κρίσις addidi ex Π 2 ἣν δὴ Π | συνπάντων B ξυμπάντων Π 3 καὶ ἄζηλος bis B 8 τὴν Hrüdger: τῆς 9 στάσις P | ἔριν τε καὶ κρίσιν del Usener) [*](10 κρίσιν] κρίνην B | ὃν om B | τῶν] τὸν M 12 εἰπόντα; ἀλλὰ Reiskius: εἰπὼν τὰ ἄλλα | ἃ μετὰ] ἅμα τὰ P 13 τε τὸ] τό τε P τό τʼ v 14 πράτη B 15 αὐτῷ Capperonnier: αὐτῶν MBP αὐτοῖς Sylburgius 16 ζῶον B 18 εἴ τι Sadaeus: τἰ ἐπὶ | λαμπρότερον Usener 20 αὐτῶν B 21 περί] πυρί P) [*](22 χρήσεται Krüdger: χρήσει καὶ MBP | καὶ πρώτη bis B)
    191
    καὶ κριθῶν καρπόν.᾿ ὦ θεοὶ καὶ δαίμονες, ποῦ τὸ Πλατωνικὸν νᾶμα τὸ πλούσιον καὶ τὰς μεγάλας κατασκευὰς καχλάζον; οὕτως μικρολογεῖ καὶ κατὰ στράγγα ῥεῖ τὸ δωδεκάκρουνον ἐκεῖνο στόμα τοῦ σοροῦ; ἐταμιεύσατο νὴ Δία καὶ ὑφῆκε τῆς κατασκευῆς ἑκών, ἴσως τις ἐρεῖ. καὶ πῶς; ὃς οὐκ οἴεται τὸ γάλα σεμνὸν εἶναι ὄνομα, ἀλλὰ πηγὴν τροφῆς αὐτὸ μετονομάζει διὰ τῶν ἐξῆς.

    ἐῶμεν καὶ τοῦτο, πῶς δὲ τῆς δωρεᾶς αὐτῆς εἶπε 29 τὸ μέγεθος, ἐξετάσωμεν· Ὧι κάλλιστα καὶ ἄριστα τρέφεται τὸ ἀνθρώπειον γένος.ʼ εἰ τῶν ἐπιγείων τις ἡμῶν καὶ χαμαὶ ἐρχομένων ‘κάλλιστα καὶ ἄρισταʼ εἶπεν, ὅσον ἂν ἐκίνησε γέλωτα; πλὴν ἀφείσθω καὶ τοῦτο. Τούτου δὲ τοῦ καρποῦ οὐκ ἐφθόνησεν, ἀλλʼ ἔνειμε καὶ τοῖς ἄλλοις.ʼ εἴ τις βουλήσεται παράδειγμα λαβεῖν --- μένῃς λέξεως, ἡ τοῦ καρποῦ μὴ φθονήσασα γῆ οὐχὶ πρώτη παρακείσεται; ἐμοὶ μὲν γὰρ δοκεῖ. ἡ δὲ μεταδοῦσα τῶν ἑαυτῆς ἀγαθῶν ἅπασιν ἀνθρώποις καὶ τηλικούτῳ κατασπείρασα πλούτῳ βάρβαρόν τε καὶ Ἑλλάδα γῆν τούτοις ἀξία κοσμεῖσθαι τοῖς ῥήμασιν, ὅτι οὐκ ἐφθόνησε τῶν σπερμάτων καὶ ὅτι ἔνειμεν αὐτὰ τοῖς ἄλλοις; οὐ τοῦ μὲν ‘μὴ φθονῆσαι τοῖς πέλαςʼ οὐδὲ μεμνῆσθαι τοῖς πέλας [*](4 cf Cratini fr VII M. 7 Menexeni 237e 10 ibid 238a) [*](14 ibid 238a) [*](3 καχλάζων BP 5 κατασκεβῆς ἐλὼν B 8 ἐξἧς B 11 ἀνθρώπεινον P 12 μαι, mg χαμαί P 13 ἂν om Pv ἐκείνησε B 14 τοῦ om P 15 βούλεται βουλήσεται B 16 ante μένης lac XV fere litt M, VII litt B, II—III litt P: suppleas ψυχρῶς ἐσχηματισμένης μένην Pv 17 οὐχὶ mg Bodl: οὐχ ἡ MBPv 20 γῆν MB: γῆ Pv 22 τοῖς ἄλλοις: immo τοῖς πέλας 23 φθονῆναι B1 τοῖς πέλας: immo τοῖς ἄλλοις | τοῖς πέλας seclusit Reiskius)

    192
    παντάπασιν ἐχρῆν, τὸ δὲ ‘νεῖμαι τοῦ καρποῦʼ σεμνοτέρῳ ὀνόματι δωρεᾶς ἢ χάριτος ἢ ἄλλου τινὸς τῶν τοιούτων περιλαβεῖν; ἐῶ ταῦτα. τὴν δὲ τῆς Ἀθηνᾶς δωρεὰν οὕτως εἴρηκεν· ‘Μετὰ δὲ ταῦτα ἐλαίου γένεσιν, πόνων ἀρωγήν, ἀνῆκε τοῖς ἐκγόνοις.ʼ περιφράσεις πάλιν ἐνταῦθα καὶ διθύραμβοι. καὶ τί δεῖ τὰ πλείω λέγειν; δι᾿ ὅλου γὰρ ἄν τις εὕροι τοῦ λόγου πορευόμενος τὰ μὲν οὐκ ἀκριβῶς οὐδὲ λεπτῶς εἰρημένα, τὰ δὲ μειρακιωδῶς καὶ ψυχρῶς, τὰ δὲ οὐκ ἔχοντα ἰσχὺν καὶ τόνον, τὰ δὲ ἡδονῆς ἐνδεᾶ καὶ χαρίτων, τὰ δὲ διθυραμβώδη καὶ φορτικά. ἐγὼ δʼ ἠξίουν πάντα γενναῖα εἶναι καὶ σπουδῆς ἄξια. Πλάτων γάρ ἐστιν ὁ ταῦτα γράφων, ὃς εἰ μὴ καὶ τὰ πρωτεῖα οἴσεται τῆς λέξεως, περί γε τῶν δευτερείων πολὺν ἀγῶνα παρέξει τοῖς διαμιλλησομένοις. ἀλλὰ περὶ μὲν τούτων ἅλις.|

    30 ἃ δὲ δὴ κράτιστα εἰρῆσθαι τῷ ἀνδρὶ δοκοῦσί τινες ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, κἀγὼ σύμφημι, ταῦτα παραθεὶς ἐπὶ τὸν Δημοσθένην τρέψομαι. ὁ δὴ τὸν ἔπαινον αὐτῶν διεξιὼν φησὶν ἐπισκῆψαι τοῖς παροῦσιν ἐν τῷ πολέμῳ τοὺς μέλλοντας τελευτᾶν, ἃ χρὴ πρὸς τοὺς ἑαυτῶν παῖδάς τε καὶ πατέρας ἀπαγγέλλειν, εἴ τι παθεῖν αὐτοὺς συμβαίη κατὰ τὴν μάχην. ἔστι δὲ τάδε· ‘Φάσω δὲ ὑμῖν, τε ἤκουσα αὐτῶν ἐκείνων καὶ οἷα [*](23 Menexeni 246c—248e) [*](1 παντάπασιν ἐχρῆν, τὸ δὲ dedi Reiskium secutus: παν- τάπασι κέχρηνται (κέχρηται P) οὐδὲ τοῦ καρποῦ] τοὺς καρποὺς MBPv 4 εἴρηκε v τοῦτο Π τὴν ἐλαίου Pv 5 ἀνῆκεν MB ἐγγώνοις P ἐγγωνὸν in mg ἐκγόνοις B ἐγγόνοις v 6 διθύραμβοι περιφ P 8 μειρακιώδης μοιρακιωδῶς P 9 ἰσχὺν—χαρίτων, τὰ om Pv 11 γεναῖα P 14 δευτερίων P 15 διαμελησο- μένοις P διαμεληγομένοις B 16 δοκοῦσίν P 17 τῇ λευτῇ P) [*](18 δὴ] δὲ Pv 19 δ[ιε]ξιὼν cum ras M 21 ἑαυτοὺς ἑαυ- τῶν B | παγγελλεῖν B 23 ἡμῖν P | αὐτῶν ἥκουσα vΠ | πλά- των in mg B)

    193
    νῦν ἡδέως ἂν εἴποιεν ὑμῖν ἀναλαβόντες δύναμιν, τεκμαιρόμενος ἐξ ὧν τότʼ ἔλεγον. ἀλλὰ χρὴ νομίζειν ἀκούειν αὐτῶν ἐκείνων, ἃ ἂν ἀπαγγέλλω. ἔστι δὲ τάδε· ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, αὐτὸ μηνύει τὸ νῦν παρόν. ἡμῖν γὰρ ἐξὸν ζῆν μὴ καλῶς, καλῶς αἱρούμεθα μᾶλλον τελευτᾶν, πρὶν ὑμᾶς τε καὶ τοὺς ἔπειτα εἰς ὀνείδη καταστῆσαι καὶ πρὶν τοὺς ἡμετέρους πατέρας καὶ πᾶν τὸ πρόσθεν γένος αἰσχῦναι, ἡγούμενοι τῷ τοὺς αὑτοῦ αἰσχύνοντι ἀβίωτον εἶναι καὶ τῷ τοιούτῳ οὔτε τινὰ ἀνθρώπων οὔτε θεῶν φίλον εἶναι, οὔτʼ ἐπὶ γῆς οὔθʼ ὕστερον τελευτήσαντι. χρὴ οὖν μεμνημένους τῶν ἡμετέρων λόγων, ἤν τι καὶ ἄλλο ἀσκῆτε, ἀσκεῖν μετʼ ἀρετῆς, εἰδότας ὅτι τούτου λειπόμενα πάντα καὶ κτήματα καὶ ἐπιτηδεύματα αἰσχρὰ καὶ κακά. οὔτε γὰρ πλοῦτος κάλλος φέρει τῷ κεκτημένῳ ἀνανδρίαν (ἄλλοις γὰρ ὁ τοιοῦτος πλουτήσει καὶ οὐχὶ ἑαυτῷ), οὔτε κάλλος σώματος οὔτʼ ἰσχὺς δειλῷ καὶ κακῷ συνοικοῦντα πρέποντα φαίνεται, ἀλλʼ ἀπρεπῆ καὶ ἐπιφανεστέραν ἔχοντα τὴν δειλίαν, πᾶσά τε ἐπιστήμη χωριζομένη δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πανουργία, ἀλλʼ οὐ σοφία φαίνεται. ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν [*](1 ἂν om MBP | λαβόντες δύναμιν Π 2 νομίζειν χρὴ αὐτῶν ἀκούειν Π 3 post ἐκείνων in P καὶ οἷα νῦν—ἐκεί- νων repetitur | ἃ ἂν ΜΠ: ἂν P ἃ B ἀπαγγέλω B ἔστι] ἔλε- γον Π 5 ἡμεῖν P | γὰρ] δὲ Π | καλῶς om MBP 9 αὑτοῦ vΠ: αὐτοὺς MBP 11 ὕστερον] ὑπὸ γῆς v Π 13 λειπόμενος B λειπό- μεναι corr in λειπόμενα P 15 κάλλος vΠ: οὐκάλλος M οὐκ ἄλλος BP 16 ἀνδρίαν MBPv μετʼ ἀνανδρίας Π | ἄλλῳ Π | οὐχὶ M: οὐχʼ BP οὐχ Πν 17 κάλος BP σώματος κάλλος Π 18 συν- οικοῦντας B ξυνοικοῦντα vΠ | φαίνεται—ἔχοντα om B 19 ἐπιφανέστερον ποιεῖ τὸν ἔχοντα καὶ ἐκφαίνει τὴν δειλίαν Π) [*](21 ἀλλʼ om Π σοφίας P φαίνεται ΜΒΠ: γίνεται Pv | καὶ πρῶτον καὶ ὕστατον ΠΔ p 1936: πρῶτα καὶ ὕστατα MBPv )
    194
    μίαν πειρᾶσθε ἔχειν, ὅπως μάλιστα μὲν ὑπερβαλεῖσθε καὶ ἡμᾶς καὶ τοὺς πρόσθεν εὐκλείᾳ, εἰ δὲ μή, ἴστε, ὡς ἡμῖν, ἂν μὲν νικῶμεν ὑμᾶς ἀρετῇ, ἡ νίκη αἰσχύνην φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττώμεθα, εὐδαιμονίαν. μᾶλλον δʼ ἂν νικῴμεθα καὶ ὑμεῖς νικῴητε, εἰ παρασκευάσαισθε τῇ τῶν προγόνων δόξῃ μὴ καταχρησόμενοι μηδʼ ἀναλώσοντες ταύτην, γνόντες ὅτι ἀνδρὶ οἰομένῳ τι εἶναι οὐκ ἔστιν αἴσχιον οὐδὲν ἢ παρέχειν ἑαυτὸν τιμώμενον μὴ δἰ αὑτόν, ἀλλὰ διὰ δόξαν προγόνων. εἶναι μὲν γὰρ τιμὰς γονέων ἐκγόνοις καλὸς θησαυρὸς καὶ μεγα- λοπρεπής, καταχρήσασθαι δὲ χρημάτων καὶ τιμῶν θησαυρῷ καὶ μὴ τοῖς ἐκγόνοις παραδιδόναι αἰσχρὸν καὶ ἄνανδρον ἀπορίᾳ ἰδίων αὐτοῦ κτημάτων τε καὶ εὐδοξιῶν. καὶ ἢν μὲν ταῦτα ἐπιτηδεύσητε, φίλοι παρὰ φίλους ἡμᾶς ἀφίξεσθε, ὅταν ὑμᾶς ἡ προσήκουσα μοῖρα κομίσῃ, ἀμελήσαντας δὲ ὑμᾶς καὶ κακισθέντας οὐδεὶς εὐμενῶς ὑποδέξεται. τοῖς μὲν οὖν παισὶ ταῦτʼ εἰρήσθω. πατέρας δὲ ἡμῶν, οἷς εἰσι, καὶ μητέρας ἀεὶ χρὴ παραμυθεῖσθαι ὡς ῥᾷστα φέρειν τὴν συμφοράν, ἢν ἄρα συμβῇ γενέσθαι, καὶ μὴ συνοδύρεσθαι. οὐ γὰρ τοῦ λυπήσοντος προσδεήσονται· ἱκανὴ γὰρ ἔσται καὶ ἡ γενομένη τύχη τοῦτο πορίζειν. ἀλλʼ ἰωμένους καὶ [*](1 πειρᾶσθαι B | ὑπερβαλῆσθε MP ὑπερβαλῆσθαι B 3 νικῶμεν] κινῶμεν P | αἰσχύνειν M 4 ἧττα M: ἥττον BP | κτώμεθα BP | μάλιστα δʼ Π 5 ἡττῴμεθα Π |νικτῴητε B | παρα- σκευάσαισθε Π: παρασκευάσεσθε Pv παρασκευάσασθε M2 παρα- σκευάσασθαι M1B 6 B mg rubro ὑμεῖς καταχρησόμενοι Π: καταχρησάμενοι MBPv | ἀναλώσοντες Π: ἀναλώσαντες MBPv) [*](7 αὐτὴν Π 8 οὐκ ἔτιν B 9 δἰ αὐτόν MBP 10 γάρ τινας MBP 11 καταχρήσασθαι δὲ] χρῆσθαι δὲ καὶ Π | θησαυρῷ Πv: θησαυρὸν MBP 14 ἢν] ἐὰν Π 15 ὑμᾶς] ἡμᾶς P 18 δʼ B | δὲ ἡμῶν—μητέρας om P | παραμυθεῖσθε P 19 ῥᾷσται B ἢν—οὐ γὰρ om P | ἢν B: ἣν M ἐὰν vΠ 20 ξυμβῇ vΠ συνοδύνεσθαι B ξυνοδύρεσθαι vΠ 21 λυπήσαντος BPv 22 ἰωμένου B )
    195
    πραΰνοντας ἀναμιμνήσκειν αὐτούς, ὅτι, ὧν εὔχοντο, τὰ μέγιστα αὐτοῖς οἱ θεοὶ ἐπήκοοι γεγόνασιν. οὐ γὰρ ἀθανάτους σφίσι τοὺς παῖδας εὔχοντο γενέσθαι, ἀλλʼ ἀγαθοὺς καὶ εὐκλεεῖς, ὧν ἔτυχον μεγίστων ἀγαθῶν ὄντων. πάντα δʼ οὐ ῥᾴδιον θνητῷ ἀνδρὶ κατὰ νοῦν ἐν τῷ σφετέρῳ βίῳ ἐκβαίνειν. καὶ φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι καὶ αὐτοὶ τοιοῦτοι, ὑπείκοντες δʼ ὑποψίαν παρέξουσιν ἢ μὴ ἡμέτεροι εἶναι ἢ ἡμῶν τοὺς ἐπαινοῦντας καταψεύδεσθαι. χρὴ δὲ οὐδέτερα τού| των, ἀλλʼ ἐκείνους μάλιστα ἐπαινέτας ἡμῶν εἶναι ἔργῳ, παρέχοντας αὑτοὺς φαινομένους τῷ ὄντι πατέρας ὄντας ἄνδρας ἀνδρῶν. πάλαι γὰρ τὸ μηδὲν ἄγαν λεγόμενον καλῶς δοκεῖ λέγεσθαι· τῷ ὄντι γὰρ εὖ λέγεται. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠναγκάσθη καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύασται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ἀνδρεῖος καὶ φρόνιμος, οὗτος γιγνομένων παίδων καὶ χρημάτων καὶ διαφθειρομένων καὶ μάλιστα πείθεται τῇ παροιμίᾳ· οὔτε γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται διὰ τὸ αὑτῷ πεποιθέναι. τοιούτους δὴ ἡμεῖς ἀξιοῦμεν καὶ τοὺς ἡμετέρους εἶναι καὶ βουλόμεθα καὶ [*](1 πραίνοντας P, B in textu corr in mg ἀνιμιμνήσκειν P εὔχοντο Πv: ἔτυχον MBP 6 σφετέρῳ] ἑαυτοῦ Π 7 ἀνδρείως τὰς συμφορὰς Π 9 ἐπαιλιοῦντας B 11 ἐκείνου BP | ἡμῶν ἐπαινέτας Π πάντων ἐπαινέτας ἡμῶν v 12 αὐτοὺς MBP αὐτοὺ—ὄντας in mg M 13 γὰρ δὴ Πv 14 τῷ γὰρ ὄντι Π) [*](15 ἀνήρτηται] ἀνήρητται BP 18 ἠνάγκασται Π τούτου B ἄριστος P 19 παρεσκευάσθαι B in textu (corr in mg) παρα- σκεύασθαι P 20 ὁ ἀνδρεῖος Π 21 καὶ μάλιστα πείθεται] μάλιστα πείσεται Π 23 αὐτῷ MBP | δὲ Π | ἡμεῖς γε Πv )
    196
    φαμέν. καὶ ἡμᾶς αὐτοὺς νῦν παρέχομεν τοιούτους, οὐκ ἀγανακτοῦντας οὐδὲ φοβουμένους ἄγαν, εἰ δεῖ τελευτᾶν ἐν τῷ παρόντι. δεόμεθα δὲ καὶ πατέρων καὶ μητέρων, τῇ αὐτῇ ταύτῃ διανοίᾳ χρωμένους τὸν ἐπίλοιπον βίον διάγειν καὶ εἰδέναι, ὅτι οὐ θρηνοῦντες οὐδʼ ὀλοφυρόμενοι ἡμᾶς ἡμῖν μάλιστα χαριοῦνται. ἀλλʼ εἴ τίς ἐστι τοῖς τετελευτηκόσιν αἴσθησις τῶν ζώντων, οὕτως ἀχάριστοι εἶεν ἂν μάλιστα, ἑαυτούς τε κακοῦντες καὶ βαρέως φέροντες τὰς συμφοράς, κούφως δὲ καὶ μετρίως μάλιστʼ ἂν χαρίζοιντο. τὰ μὲν γὰρ ἡμέτερα τελευτὴν ἤδη ἕξει, ἥπερ καλλίστη γίγνεται ἀνθρώποις· ὥστε πρέπει αὐτὰ μᾶλλον κοσμεῖν ἢ θρηνεῖν. γυναικῶν δὲ τῶν ἡμετέρων καὶ παίδων ἐπιμελούμενοι καὶ τρέφοντες καὶ ἐνταῦθα τὸν νοῦν τρέποντες τῆς τε τύχης μάλιστʼ ἂν εἶεν ἐν λήθη καὶ ζῷεν κάλλιον καὶ ὀρθότερον καὶ ἡμῖν προσφιλέστερον. ταῦτα δὴ ἱκὰνὰ τοῖς ἡμετέροις παρʼ ἡμῶν ἀπαγγέλλειν. τῇ δὲ πόλει παρακελευόμεθα, ὅπως ἡμῖν καὶ πατέρων καὶ υἱῶν ἐπιμελήσονται, τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως. νῦν δʼ ἴσμεν, ὅτι, κἂν μὴ ἡμεῖς παρακελευώμεθα, ἱκανῶς ἐπιμελήσεται. ταῦτʼ οὖν, ὦ γονεῖς καὶ παῖδες τῶν τελευτησάντων, ἐκεῖνοί τʼ ἐπέσκηπτον ὑμῖν ἀπαγγέλλειν κἀγὼ ὡς δύναμαι προθυμότατα [*](2 ἀνγανακτοῦντας B 3 δὲ] δὴ Π 4 μὴ τέρων P |ταύ- της P 6 ὁλοφερόμενοι BP 7 τελευτηκόσιν P 8 εἶναι εἶεν P | ἑαυτούς — 10 μάλιστʼ ἂν om P 9 ξυμφοράς Πv 10 μετρίας B μάλιστα χαρ- MB | χαροιζοιντο corr in χαρι- ζοιντο P χαρίζειντο B 12 τρηνεῖν BP 13 καὶ τρέφοντες Πv om MSP 14 τρέποντας B 16 ὑμῖν P 17 ἀπαγχέλλειν B ἀγγέλλειν Π 18 παρακελευοίμεθʼ ἂν Π 19 κοσμίους P 20 γηουτροφοῦντες P | καὶ ἐὰν Π 21 παρακελουώμεθα B | τοῦτʼ P 22 ὦ παῖδες καὶ γονῆς Π 23 ἡμῖν Π | ἀπαγγέλ- λειν—προθυμότατα om P)
    197
    ἀπαγγέλλω.᾿ αὕτη δοκεῖ κάλλιστα ἔχειν Πλάτωνι ἡ λέξις ἐν τούτῳ τῷ λόγῳ. ἔχει μέντοι τὰ πλείω καλῶς (οὐ γὰρ δοκεῖ ψεύδεσθαι), πλὴν ὅτι πολιτικόν γε τὸ σχῆμα αὐτῆς ἐστιν, οὐκ ἐναγώνιον.

    ἀντιπαρεξετάσωμεν οὖν ταύτῃ Δημοσθένους λαβόντες λέξιν ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος λόγου. ἔστι δʼ οὐ παράκλησις Ἀθηναίων ἐπὶ τὸ καλὸν καὶ τὴν ἀρετήν, ὥσπερ παρὰ τῷ Πλάτωνι, ἀλλʼ ἐγκώμιον τῆς πόλεως, ὅτι πάντα ἡγεῖται τἆλλα ἐλάττω τιμῆς καὶ δόξης, ἧς φέ|ρουσι καλαὶ πράξεις, κἂν εἰ μή τις αὐτὰς μέλλοι κατορθοῦν. ἔστι δʼ ἡ λέξις ἥδε· Ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μου, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετʼ εὐνοίας, ἃ λέγω, θεωρησάτω. εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι καὶ προῄδεσαν ἅπαντες καὶ σὺ προὔλεγες καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδʼ ἐφθέγξω, οὐδʼ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ δόξης ἢ προγόνων ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον. νῦν μέν γε ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δʼ ἀξιοῦσα προεστάναι τῶν Ἑλλήνων, εἶτα ἀποστᾶσα τούτου, Φιλίππῳ προδεδωκέναι πάντως ἂν ἔσχεν [*](11 Demosthenes περὶ στεφάνου 199—209) [*](1 μάλιστα PB, sed mg κάλιστα B | Πλάτων MP | post Πλάτων P inserit κάλλιστα μάλιστα ἔχειν Πλάτων ἡ λέξις 2 πλείο P 6 ὑπὲρ corr M: κατὰ BPM1 8 ὥσπερ] ὡς B) [*](9 τιμῆς δόξης Pv 10 μέλλοι] μέλλῃ MBPv an μέλλει? cf p 1060 11 πολὺς m rec M: πολοῖς B πολλοῖς M1P 15 γενέσθαι B 16 προύλεγε BP | post προὔλεγες addit Αἰσχίνη v 18 εἴπερ ἢ Dv 19 τοῦ] ποῦ P | λόγων B 20 γ᾿ Pv 21 ἀνθρώπους M | δοκεῖ B 22 εἶτʼ v 23 πάν- τας D)

    198
    αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτο ἀκονιτί, περὶ ὧν οὐθένα κίνδυνον ὁντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἄν σου; μὴ γὰρ τῆς πόλεώς γε μηδʼ ἐμοῦ. τίσι δʼ ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματα εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δʼ ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτα ἀγῶνα ἕτεροί τινες χωρὶς ἡμῶν ἦσαν πεποιημένοι, καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς πρόσθε χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης; τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων καὶ παρὰ τῶν τούτων ἔτι πρότερον ἰσχυρῶν γενομένων Δακεδαιμονίων καὶ παρὰ τοῦ Περσῶν βασιλέως μετὰ πολλῆς χάριτος τοῦτʼ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται, λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι; ἀλλʼ οὐκ ἦν, ὡς ἔοικε, ταῦτα τοῖς τότε Ἀθηναίοις πάτρια οὐδʼ ἀνεκτὰ οὐδ᾿ ἔμφυτα, οὐδʼ ἐδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μὲν μὴ δίκαια δὲ πράττουσι προστιθεμένην ἀσφαλῶς δουλεύειν. ἀλλʼ ἀγωνιζομένη περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης κινδυνεύουσα πάντα τὸν αἰῶνα διετέλεσε. καὶ ταῦθʼ οὕτως σεμνὰ καὶ καλὰ καὶ [*](1 πριεῖτο B | ἀκονητί MP 2 ὁντινοῦν] τἱνοὖν P 3 κατέπτισεν B 7 ὁρέθη B 8 τινες om D seelusit v 10 ἔμπροσθεν D 13 ἔτι τούτων v D 14 τοῦ] τῶν P 15 πο- λῆς B 16 καὶ τὰ] καὶ μετὰ B 17 ἐὰν MBP | προστάναι B) [*](18 ταῦθʼ ὡς ἔοικε D | τότε om D seclusit v 21 ἰσχύθυσιν BP | προσθεμένην D 22 ἀγωιζομένη P ἀγανωιζομένη B 23 ὑπὲρ τιμῆς v 24 ἀῶνα, mg αἰῶνα B διατετέλεκε D | καὶ ταῖς καὶ ταῦθʼ B | οὕτω D | καὶ καλὰ om D seclusit v )
    199
    προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστα ἐπαινεῖτε, εἰκότως. τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες, ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι, τὸν μὲν ταῦτα συμβουλεύσαντα θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δʼ ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις Κυρσίλον καταλιθώσαντες οὐ μόνον αὐτόν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ; οὐ γὰρ ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ῥήτορα οὔτε στρατηγόν, δἰ ὅτου δουλεύσουσιν εὐτυχῶς, ἀλλʼ οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετʼ ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ αὐτῶν ἕκαστος οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει, ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν ἀποθνῄσκειν ἐθελήσει καὶ φοβερωτέρας ἡγήσεται τοῦ θανάτου τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη. εἰ μὲν τοίνυν τοῦτʼ ἐπεχείρησα νῦν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, τίς οὐκ ἂν εἰκότως ἐπετίμησέ μοι; νῦν δʼ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ τοῦτʼ εἶχε τὸ φρόνημα ἡ πόλις. τῆς μέντοι διακονίας [*](3 ἐπαινεῖται BP ἀγώσαιτο P1 7 ταὐτα B 8 ἐπιττατο- μένοις P 11 τότʼ v 12 δἰ ὅτου bis B 13 ἐλευθερίας αὐτοῖς v ἐξαίσται P 15 γεγενῆσθε B 16 τὸν τῆς] τοὺς τῆς MBP 17 τὸν] τῆν B περιμένη B 19 ἐθελήσῃ M 20 τοῦ θανάτου om P 22 ἐπεχείρησα νῦν] ἐπεχείρουν D 23 τίς] οὐκ ἴσθ’ ὅστις D 25 δείγνυμι BP)
    200
    τῆς ἐφʼ ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετ|εῖνα φημι. οὗτος δὲ ὁ τῶν ὅλων κατηγορῶν καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι γλίχεται, τὰ δʼ εἰς ἅπαντα τὸν χρόνον ἐγκώμια ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ πολιτευσαμένου καταψηφιεῖσθε, διημαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνη τὰ συμβάντα παθεῖν. ἀλλʼ οὐκ ἔστιν, ὅπως ἡμάρτετε, ἄνδρες Ἀθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κρατήσαντας αὐτῶν οὐδὲ τοὺς κατορθώσαντας μόνους, δικαίως. ὃ μὲν γὰρ ἦν ἀγαθῶν ἀνδρῶν ἔργον, ἅπασι πέπρακται, τῇ τύχῃ δέ, ἣν ὁ δαίμων ἔνειμεν ἑκάστοις, ταύτῃ κέχρηνται.ʼ

    32 οὐθείς ἐστιν, ὃς οὐχ ὁμολογήσειεν, εἰ μόνον ἔχοι μετρίαν αἴσθησιν περὶ λόγους καὶ μήτε βάσκανος εἴη μήτε δύσερίς τις, τοσούτῳ διαφέρειν τὴν ἀρτίως παρατεθεῖσαν [*](2 ὁ om D seclusit v 4 γεγενημένῳ post πόλει addit v) [*](5 τὰ δὲ B | τὸν λοιπὸν χρόνον Dv | ἐςκώμια B 7 τουδὶ post πολιτευσαμένου add Dv | κατειψηφιεισθοῦ B | ἡμαρτη- κέναι D 9 οὐκ ἔστʼ οὐκ ἔστιν D | οἱ τὸν Pv 12 καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους om B 14 πολοὺς B 17 τοὺς κατορθώσαντας αὐτῶν οὐδὲ τοὺς κρατήσαντας D 18 δικαίους P | ὃ M: οὐ BP 19 ἀνδρῶν ἀγαθῶν D | πέπακται B | ἣν] ἦν M ἥ BP 22 λόγους Sylburgius: λόγου | εἴη Krüger: ᾖ 23 δύσυρίς BP | τις fort delendum est (τισούτω?) τοσούτω?) | τοσούτω M²: οὔτω M1BP )

    201
    λέξιν τῆς προτέρας, ὅσῳ διαλλάττει πολεμιστήρια μὲν ὅπλα πομπευτηρίων, ἀληθιναὶ δὲ ὄψεις εἰδώλων, ἐν ἡλίῳ δὲ καὶ πόνοις τεθραμμένα σώματα τῶν σκιὰς καὶ ῥᾳστώνας διωκόντων. ἣ μὲν γὰρ οὐδὲν ἔξω τῆς εἀμορφίας ἐπιτηδεύει καὶ παρὰ τοῦτʼ ἔστιν αὐτῆς τὸ καλὸν ἐν ἀναληθέσιν, ἣ δὲ οὐδέν, ὅ τι οὐκ ἐπὶ τὸ χρήσιμον καὶ ἀληθινὸν ἄγει. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν τὴν μὲν Πλάτωνος λέξιν εἰκάσας ἀνθηρῷ χωρίῳ καταγωγὰς ἡδείας ἔχοντι καὶ τέρψεις ἐφημέρους, τὴν δὲ Δημοσθένους διάλεκτον εὐκάρπῳ καὶ παμφόρῳ γῇ καὶ οὔτε τῶν ἀναγκαίων εἰς βίον οὔτε τῶν περιττῶν εἰς τέρψιν σπανιζούσῃ. δυνάμενος δʼ ἄν, εἰ βουλοίμην, καὶ τὰ κατὰ μέρος ἑκατέρας κατορθώματα ἐξετάζειν καὶ δεικνύειν, ὅσῳ κρείττων ἐστὶν ἡ Δημοσθένους λέξις τῆς Πλατωνικῆς οὐ μόνον κατὰ τὸ ἀληθινὸν καὶ πρὸς ἀγῶνας ἐπιτήδειον (τοῦτο γὰρ ὡς πρὸς εἰδότας ὁμοίως ἅπαντας οὐδὲ λόγου δεῖν οἶμαι), ἀλλὰ καὶ κατὰ τὸ τροπικόν, περὶ ὃ μάλιστα δεινὸς ὁ Πλάτων εἶναι δοκεῖ, καὶ πολλὰς ἔχων ἀφορμὰς λόγων ταύτην μὲν εἰς ἕτερον καιρὸν ἀναβάλλομαι τὴν θεωρίαν, εἴπερ περιέσται μοι χρόνος· ἰδίαν γὰρ οὐκ ὀκνήσω περὶ αὐτῆς ἐξενέγκαι πραγματείαν. νυνὶ [*](1 διαλάττει B 2 πομπετηρίων B | ὄψεις Sylburgius: ὄψις ante ὄψεις lac V litt M 4 σκιὰς] σκιῶ// una littera erasa B διακόνιων P 6 αὐτοῖς Pv | καλὸν Toupius: κακὸν |ἀναλη- θέσιν oupius: ἀληθέσιν MS ἀληθεύιν P ἀληθεύσιν v 12 περιττὸν P σπανιζούσῃ Sylburgius: σπανίζουσαν 13 ἑκα- τέρας Reiskius ἑκατέρου Sylburgius: ἑκάτερα 16 τὸ om BP καὶ πρω καὶ πρὸς B | τοῦτο γὰρ] τοῦτο μὲν M τοῦτο μὲν γὰρ BPv 17 πρὸς εἰδότας Sylburgius: προειδότας | ἅπαντας B: ἀπαντᾶς P ἅπασαν M 18 κατὰ τὸ] κατὸ P 19 δοκεῖ εἶναι BPv comma post δοκεῖ posui, καὶ secluserim 21 περιέσται] προσέσται MBPv )
    202
    δέ, ὅσα ἐν τῷ παρόντι ἥρμοττεν, εἴρηται. ἐπειδὴ δὲ παρελθεῖν ἡμῖν οὐκ ἐνῆν Πλάτωνα, ᾧ τὰ πρωτεῖά τινες ἀπονέμουσι, κατατρῖψαι δὲ τὸν λόγον περὶ μίαν ταύτην τὴν θεωρίαν ἐπιλελησμένου τῆς ὑποθέ| σεως ἦν, τῇδέ. μοι περιγεγράφθω. βούλομαι δὲ δὴ καὶ συλλογίσασθαι τὰ εἰρημένα ἐξ ἀρχῆς καὶ δεῖξαι πάνθʼ, ὅσα ὑυπεσχόμην ἀρχόμενος τῆς θεωρίας τοῦ λεκτικοῦ τόπου, πεποιηκότα ἐμαυτόν.

    33 ἡ πρόθεσις ἦν μοι καὶ τὸ ἐπάγγελμα τοῦ λόγου, κρατίστη λέξει καὶ πρὸς ἅπασαν ἀνθρώπου φύσιν ἡρμοσμένη μετριώτατα Δημοσθένη κεχρημένον ἐπιδεῖξαι, καὶ τοῦτό γε συνάγειν ἐπειρώμην οὐκ ἐξ αὐτῆς ἐκείνης μόνης τὰς πίστεις διδούς (ᾔδειν γὰρ ὅτι οὐδὲν αὔταρκές ἐστιν ἐφʼ ἑαυτοῦ θεωρούμενον, οἷόν ἐστιν, ὀφθῆναι καὶ καθαρῶς), ἀλλʼ ἀντιπαρατιθεὶς αὐτῇ τὰς τῶν ἄλλων ῥητόρων τε καὶ φιλοσόφων λέξεις τὰς κράτιστα δοκούσας ἔχειν καὶ τῇ διʼ ἀλλήλων βασάνῳ φανερὰν ποιῶν τὴν ἀμείνω. ἵνʼ οὖν τὴν φυσικὴν ὁδὸν ὁ λόγος μοι λάβη, τοὺς χαρακτῆρας τῶν διαλέκτων τοὺς ἀξιολογωτάτους κατηριθμησάμην καὶ τοὺς πρωτεύσαντρας ἐν αὐτοῖς ἄνδρας ἐπῆλθον, ἔπειτα δείξας ἀτελεῖς [*](10—11 cf anonymus W VII 880, 9) [*](1 εἴρειται P 2 πρωτεία M 3 λόγον Krüger: χρόνον 4 τὴν add Sadaeus ἐπιλελησμένου M: ἐπιλελησμένον BPv 5 ἀνακεφαῶν mg B 7 τοῦ λεκτρινοῦ τοῦ λεκτικοῦ P 9 καὶ Mv: κατὰ BP ἐπάγγελημα BP τοῦ λόγου] τοῦτο τοῦ MBP τοῦτο τῇ Sylburgius v 11 ἡρμοσμένην B 12 ἐπιρώμην P 13 μόνος B ᾔδειν] ᾔειν P 14 εἰλικρινῶς post ἐστιν excidisse Sylburgius putat 15 ἀντιπαραθεὶς M 16 καὶ τῆ φιλοσοφία καὶ φιλοσόφων B λέξις P 18 ἵνʼ οὖν Reiskius: ἵνα 19 χα- ρακτῆρας—ἀξιολογωτάτους om B 20 πρωτεύσαντας Kiessling: πρώτους ὄντας 21 ἐπεῖλθον P )

    203
    ἅπαντας ἐκείνους καὶ καθʼ ὃ μάλιστα ἀστοχεῖν ἕκαστον ὑπελάμβανον τοῦ τέλους ἐκλογισάμενος διὰ βραχέων, ἦλθον ἐπὶ τὸν Δημοσθένη. τοῦτον δὲ ἑνὸς μὲν οὐδενὸς ἀποφηνάμενος οὔτε χαρακτῆρος οὔτʼ ἀνδρὸς ζηλωτὴν γενέσθαι, ἐξ ἁπάντων δὲ τὰ κράτιστα ἐκλεξάμενον κοινὴν καὶ φιλάνθρωπον τὴν ἑρμηνείαν κατεσκευακέναι καὶ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων, πίστεις ὑπὲρ τοῦδε παρειχόμην, διελόμενος μὲν τὴν λέξιν εἰς τρεῖς χαρακτῆρας τοὺς γενικωτάτους τόν τε ἰσχνὸν καὶ τὸν ὑψηλὸν καὶ τὸν μεταξύ τούτων, ἀποδεικνύς δʼ αὐτὸν ἐν τοῖς τρισὶ γένεσι κατορθοῦντα τῶν ἄλλων μάλιστα, λέξεις τινὰς αὐτοῦ λαμβάνων, αἷς ἀντιπαρεξήταζον ἑτέρας ὁμοειδεῖς λόγου μὲν ἀξίας, οὐ μὴν ἀνεπιλήπτους γε τελέως οὐδʼ, ὥσπερ ἐκείνη, πάσας τὰς ἀρετὰς ἐχούσας. καὶ γὰρ ἥ τε Ἰσοκράτους καὶ Πλάτωνος καίτοι θαυμασιωτάτων ἀνδρῶν μνήμη καὶ σύγκρισις οὐκ ἔξω τοῦ εἰκότος ἐγίγνετό μοι, ἀλλʼ, ἐπεὶ τοῦ μέσου καὶ κρατίστου χαρακτῆρος οὗτοι ζηλωταὶ γενόμενοι μεγίστης δόξης ἔτυχον, ἵνα δείξαιμι, κἂν εἰ τῶν ἄλλων ἀμείνους εἰσί, Δημοσθένει γε οὐκ ἀξίους ὄντας ἁμιλλᾶσθαι περὶ τῶν ἀριστείων.

    ὀλίγα τούτοις ἔτι προσθεὶς περὶ τῆς λέξεως, ἐπὶ τὸ καταλειπόμενον τῆς --- θεωρίας μέρος μεταβήσομαι, ταῦτα δὲ ἕστιν, ἃ τοῖς τρισὶ πλάσμασιν [*](1 ἀστοχεῖν ἕκαστον Vliet: ἀδέκαστον 3 τοῦτο B 5 γε- ναίσθαι P 6 ἑρμηνίαν B | κατασκευακέναι B 7 καὶ κατὰ] κατὰ BP 8 πίστοις P | τοῦτοδε P 12 λέξις P 14 πάσας τάς] πάσας M 16 καίτοι Kiessling: καὶ τῶν 17 εἰκότως B | ἐγίγνεταί μοι B 19 γενόμενοι B: γινόμενοι MP 20 δη- μοσθένη P 21 ἀξίοις B | ἀρίστων B initio | post ἀριστείων grauius, ante ταῦτα v 24 lenius interpunxi 23 lac X fere litt M προκειμένης suppl Usener 24 δὲ M: δ᾿ BPv | πλάγμασιν B)

    204
    ὁμοίως παρέπεται καὶ ἔστι παντὸς λόγου Δημοσθενικοῦ μηνύματα χαρακτηριστικὰ καὶ ἀνυφαίρετα. ὑπομνήσω δὲ πρῶτον μέν, ἃ τοῖς ἄλλοις πλάσμασιν ἔφην --- --- ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Δημοσθένους ἢ Λυσίου, ἵνʼ εὐσύνοπτος μᾶλλον γένηταί μοι ὁ λόγος. δοκεῖ δή μοι τῶν μὲν ὑψηλῇ καὶ περιττῇ καὶ ἐξηλλαγμένη λέξει κεχρημένων κατὰ τὸ σαφέστερον καὶ κοινότερον τῇ ἑρμηνείᾳ κεχρῆσθαι προὔχειν ὁ Δημοσθένης. τού|των γὰρ ἐν πάση κατασκευῇ στοχάζεται μέγεθος ἐχούσῃ καὶ ταύταις κέχρηται χαρακτηρικωτάταις ἀρεταῖς ἐπὶ τῆς ὑψηλῆς καὶ ξενοπρεποῦς ὀνομασίας ὥς γε μάλιστα. τῶν δὲ τὴν λιτὴν καὶ ἰσχνὴν καὶ ἀπέριττον ἐπιτηδευόντων φράσιν τῷ τόνῳ τῆς λέξεως ἐδόκει μοι διαλλάττειν καὶ τῷ βάρει καὶ τῇ στριφνότητι καὶ τῷ πικραίνειν ὡς ἐπὶ τὸ πολύ· ταῦτα γάρ ἐστιν ἐκείνου χαρακτηρικὰ τοῦ πλάσμτυς παρʼ αὐτῷ καὶ τὰ παραπλήσια τούτοις. τῶν δὲ τὴν μέσην διάλεκτον ἠσκηκότων, ἣν δὴ κρατίστην ἀποφαίνομαι, κατὰ ταυτὶ διαφέρειν αὐτὸν ὑπελάμβανον· κατὰ τὴν ποικιλίαν, κατὰ τὴν συμμετρίαν, κατὰ τὴν εὐκαιρίαν, ἔτι πρὸς τούτοις κατὰ τὸ παθητικόν τε καὶ ἐναγώνιον [*](1 ὁμοίως παρέπεται καὶ ἐπὶ παντὸς λόγου M B: ἔφην ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Pv | δημοσθενικοῦ BP: δὴ δημοσθενι- κοῦ M 2 lege χαρακτηρικὰ ἀναφαίρετα M1 ἀνυφέρετα BP sed ἀνυφαίρετα mg B 3 lacunam indicaui 4 ἤρειν P |τ[οοῖς] cum ras M Δημοσθένους om B ἢ Λυσίου seclusit Reiskius) [*](5 ἵν εῦνεὐ σύνοπτοἱ B | ἐν τῶ ἀνδρῶ (l ἁδρῷ) mg B 6 ἐξηλαγμένῃ B 10 χαρακτηρικωτάτους B χαρακτηριστικωτά- ταις V 11 ἀρετὰς B | ὑψιλῆς P 12 ἰσχὴν B 13 ἀπέριπ- τον B | in mg rubro ἐν τῶ ἰσχνῶ B 14 διαλάττειν B | βάρει] βάρυ P βαρβάρει B 15 στρυφνότητι v | τὸ] τῶ BP 16 χαρακτηριστικὰ v | πλάσματα P 18 ἐσκηκότων B ἠσκητων corr in ἠσκηκότων P ἐν τῶ μέσω B in mg rubro 19 ταυτὶ] ταύτην MBP ταῦτα Sylburgius 21 τε] τι B )
    205
    καὶ δραστήριον καὶ τελευταῖον τὸ πρέπον, ὅ τῶν ἄστρων ψαύει παρὰ Δημοσθένει. ταῦτα μὲν οὖν χωρὶς ἑκάστῳ τῶν τριῶν πλασμάτων παρακολουθεῖν ἔφην καὶ ἐκ τούτων ἠξίουν εὴν Δημοσθένους δύναμιν --- πεφυκότα??μὲν καὶ τοῖς ἄλλοις παρακολουθεῖν πλάσμασι, κρατίστην δὲ ὄψιν ἔχοντα καὶ ἐκπρεπεστάτην ἐν τούτοις τοῖς χωρίοις. εἰ δέ τις ἀξιώσει συκοφαντεῖν τὴν διαίρεσιν, ἐπειδὴ τὰς κοινῇ παρακολουθούσας πᾶσι τοῖς πλάσμασιν ἀρετὰς τρίχα διανείμασα τὸ ἴδιον ἑκάσταις ἀποδίδωσιν, ἐκεῖνα ἂν εἴποιμι πρὸς αὐτόν, ὅτι καθʼ ὅ μάλιστα χωρίον ἑκάστη τῶν ἀρετῶν ὄψιν τε ἡδίστην ἔχει καὶ χρῆσιν ὠφελιμωτάτην, κατὰ τοῦτο τάττειν αὐτὴν ἀξιῶ, ἐπεὶ καὶ τῆς σαφηνείας καὶ τῆς συντομίας καὶ τοῦ πιθανοῦ χωρίον ἀποφαίνουσιν οἱ τεχνογράφοι τὴν διήγησιν οὐχ ὡς οὐκ ἀλλαχοῦ οὐδαμοῦ δέον ἐξετάζεσθαι τὰς ἀρετὰς ταύτας (πάνυ γὰρ ἄτοπον), ἀλλʼ ὡς ἐν τῇ διηγήσει δέον μάλιστα.

    φέρε δὴ τούτων εἰρημένων ἡμῖν λέγωμεν ἤδη καὶ 35 περὶ τῆς συνθέσεως τῶν ὀνομάτων ᾗ κέχρηται ὁ ἀνήρ. ὅτι μὲν οὖν περιττή τίς ἐστιν ἡ τῆς λέξεως τῆς Δημοσθένους ἁρμονία καὶ μακρῷ δή τινι διαλλάττουσα τὰς τῶν ἄλλων ῥητόρων, οὐκ ἐμὸς ὁ μῦθος. ἅπαντες γὰρ εὖ οἶδ᾿ ὅτι ταύτην αὐτῷ τὴν ἀρετὴν ἂν [*](1 δραστείριον corr in δραστήριον P 2 οὖν] πὖ B 4 hiatum notaui, supplementa incerta, ea uero quae secuntur haudquaquam interpolanda sunt 5 πλάσμασιν P 7 τοῖς χρόνοις τοῖς χωρίοις B, sed τοῖς χρόνοις lineola subducta deletur ἀξιώσειε Usener 8 κοινὴ B 9 πλάσμασι B τρίχας B 11 τε M: δὲ BP om v 12 χρῆσιν M2: χρὴ M1BP 15 οὐχ add Reiskius 17 ἀλλʼ ὡς Reiskius: ἄλλως | δέον Reiskius: δὲ 18 δὴ] δὲ Pv | λέγομεν MB 19 περὶ τῆς συνθέσεως addit Reiskiana ἧ] ἢ B 21 ἀρμονία B | μακρῶν B 23 ἀρε- τὴν] λέξιν sed in mg m rec ἀρετὴν BP | ἂν om BPv )

    206
    μαρτυρήσειαν, ὅσοι μὴ παντάπασι πολιτικῶν εἰσιν ἄπειροι λόγων, ὅπου γε καὶ οἱ κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμάσαντες ἐκείνῳ θαυμάζοντές τε δῆλοί εἰσιν αὐτὸν καὶ ζηλοῦντες ταύτης μάλιστα τῆς εὐτεχνίας, καίτοι τινὲς οὐδʼ οἰκείως διακείμενοι πρὸς αὐτόν, ὥστε κολακείας ἐξενέγκασθαι δόξαν, ἀλλʼ ἔνιοί γε καὶ σφόδρα ἀπεχθεῖς καὶ ἀδιαλλάκτους ἐπανῃρημένοι πολέμους. ὧν ἦν Αἰσχίνης ὁ ῥήτωρ, ἀνὴρ λαμπροτάτῃ φύσει περὶ λόγους χρησάμενος, ὃς οὐ πολὺ ἂν ἀπέχειν δοκεῖ τῶν ἄλλων ῥητόρων καὶ μετὰ Δημοσθένην μηδενὸς δεύτερος ἀριθμεῖσθαι. οὗτος μὲν δὴ τῆς ἄλλης δεινότητος, ἣ περὶ τὸν ἄνδρα τοῦτον ἐγένετο κατὰ τὸ λεκτικόν, ἔστιν ἃ διακνίζει καὶ συκοφαντεῖ, πρᾶγμα ἐχθροῦ ποιῶν. καὶ γὰρ καινότητα ὀνομάτων καὶ ἀηδίαν καὶ περιεργίαν καὶ τὸ σκοτεινὸν δὴ τοῦτο καὶ πικρὸν καὶ ἄλλα πολλὰ τοιαῦτα προστρίβεται αὐτῷ, βασκαίνων μέν, ὥσπερ ἔφην, καὶ ταῦτα, ὅμως δʼ οὖν ἀφορμάς γέ τινας τοῦ συκοφαντεῖν εὐλόγους λαμβάνων. περὶ δὲ τῆς συνθέσεως τῶν ὀνομάτων οὐδὲν οὔτε [*](1 μαρτηρήσειαν BP 2 ἄποἵροι Β 3 θαυμάζοντές τε Reiakius: θαυμάζοντες δὲ ΜΡ θαυμάζοντες Bv 4 αὐτοῦ v καὶ ζηλοῦντες Reiskius: καλοῦντες ταύτης Μ: ταύτην BPv | τὴν εὐτεχνίαν v 5 καίτοι τινὲς] καί τινες καί τινες 3 sed prius lineola sublatum οἰκείως] οἴκοι B ὀκειουδίως (ex uaria lectione οἰκείως ἰδίως?) P sed διως lineola deletur 6 ἄλλοι γε P1 καὶ σφόδρα ἐπαχθεῖς bis P 7 ἐπαχθεῖς MBPv | διαλ- λάκτους P 8 in imo mg codicis B, cum ὧν uocabulo pagina finiatur, corrector rubro haec uerba quasi uersum suppleturus scripsit: ὥσπερ ξένοι χαίρουσιν ᾔδειν πατρίδα καὶ οἱ βασϊ)) [*](9 οὐ πολὺ ἂν ἀπέχειν uerba frustra temptantur | δοκῆ MBP δοκοίη Kiessling 10 ῥήματα ῥητόρων B 11 οὗτος δὴ τῆς μὲν Reiskius 12 comma, quod post ἐγένετο erat, post λεκτικόν promoui 13 ἔστιν ἃ Reiskius: ἔτι 14 ἐχροῦ P ἀηδίαν M: ἀηδεῖαν P ἀθείαν in mg ἀηδίαν B 15 σκοτινὸν B δὴ] δεῖ B 19 post οὕτε μεῖζον deesse οὔτʼ ἔλαττον Sylburgius uidit praeterea uerbum uelut ἁλίσκεται desideratur )
    207
    μεῖζον --- ἢ καταγέλωτα φέρων. καὶ οὐχὶ τοῦτό πω θαυμάζειν ἄξιονγ, ἀλλʼ ὅτι καὶ μαρτυρῶν πολλαχῇ τὴν ἀρετὴν τῷ ῥήτορι κατάδηλός ἐστι καὶ ζηλῶν. φανερὸν δὲ τοῦτο γένοιτʼ ἂν ἐξ ὧν αὐτὸς εἴρηκε, τότε μὲν οὕτω πως γράφων· Ὅταν δὲ ἄνθρωπος ἐξ ὀνομάτων συγκείμενος καὶ τούτων πικρῶν καὶ περιέργωνʼ (ἐν γὰρ δὴ τούτοις οὐ τὴν ἐκλογὴν ἐπαινεῖ τῶν ὀνομά αὐτοῦ, μὰ Δία· τίς γὰρ ἂν γένοιτο πικρᾶς | καὶ περιέργου ζῆλος ὀνομασίας;), ἐν ἀηδία ἑτέρῳ δὲ τόπῳ οὑτωσὶ λέγων· ‘Ὡς ὑμᾶς ὀρρωδῶ κακῶς πάσχοντας, τὴν σύνθεσιν τῶν Δημοσθένους ὀνομάτων ἀγαπήσαντας.ʼ καὶ γὰρ ἐνταῦθα πάλιν οὐ δέδοικε, μὴ τὸ κάλλος καὶ τὴν μεγαλοπρέπειαν αὐτοῦ τῶν ὀνομάτων ἀγαπή σωσιν Ἀθηναῖοι, ἀλλὰ μὴ λάθωσιν ὑπὸ τῆς συνθέσεως γοητευθέντες, ὥστε καὶ τῶν φανερῶν αὐτὸν ἀδικηἀφεῖναι διὰ τὰς σειρῆνας τὰς ἐπὶ τῆς ἁρμονίας. ἐκ δὲ τούτων οὐ χαλεπὸν ἰδεῖν, ὅτι δεινότητα μὲν αὐτῷ, ὅσην οὐχ ἑτέρῳ, μαρτυρῶν καὶ ταῖς σειρῆσιν ἀπεικάζων αὐτοῦ τὴν μουσικήν, ἀγάμενος δὲ οὐ τῆς [*](5 Aeschines III 229 10 ibid 142) [*](1 καταγέλωτα B: κατὰ γέλωτα M καγέλωτα P | φέρων Sylburgius: φέρον καὶ Reiskius: ἢ 2 ἄξιον addit mg Bodl sed malim ἱκανόν 3 ταύτην addit Krüger κατάδηλας B et P initio 4 αὐτοῖς P εἴρηκεν BP 6 πικρῶς P 7 οὐ τὴν] αὐτὴν v 8 νὴ Δία v 9 post ὀνομασίας Kiessling interpunxit ἀηδία (═ μὰ δία vitio repetitum) seclusi τόπῳ] λόγῳ πως MBP λόγῳ οὑτωσί πως Sylburgius v. locum ex memoria lau- dare uidetur Dionysius, idem errans infra u 18 cf Aesch III 228) [*](14 μὴ] μὸ P λάθωσι SP ὁπὸ Sylburgius: ἀπὸ 15 γονη- τευθεν γοητευθέντες P sed illud linea subducta deletur γουτευ- θέντος B 16 ἀρῆναι B σειρήνας M 17 δὲ] δὴ Krüger ἰδεῖν] δεῖν B 18 uerbis οὐχ ἑτερῳ fol 64 codicia P terminatur, cuius in imo mg δοκείμειων τοῦ κον|διλίου καὶ τοῦ | σειρή- σιν M)
    208
    ἐκλογῆς τῶν ὀνομάτων αὐτόν, ἀλλὰ τῆς συνθέσεως, ἀναμφιλόγως αὐτῷ ταύτην παρακεχώρηκε τὴν ἀρετήν.

    τουτὶ μὲν οὖν τὸ μέρος, ὡς οὐ πολλοῦ λόγου δεόμενον, λέγω δὴ τὸ περιττὸν εἶναι συνθέτην ὀνομάτων τὸν Δημοσθένην, μαρτυρίαις τε ἀξιοχρέοις καὶ τῷ μηδένα τἀναντία ἔχειν εἰπεῖν βεβαιούμενον ἐάσω. τίς δὲ ὁ τῆς ἁρμονίας αὐτοῦ χυαρακτὴρ καὶ ἀπὸ ποίας γέγονεν ἐπιτηδεύσεως τοιοῦτος καὶ πῶς ἄν τις αὐτὸν διαγνοίη παρεξετάζων ἑτέροις, ταυτὶ πειράσομαι λέγειν, ἐκεῖνα προειπών. Πολλή τις ἐγένετο ἐν τοῖς ἀρχαίοις ἐπιθυμία καὶ πρόνοια τοῦ καλῶς ἁρμόττειν τὰ ὀνόματα ἔν τε μέτροις καὶ δίχα μέτρων, καὶ πάντες, ὅσοι σπουδαίας ἐβουλήθησαν ἐξενεγκεῖν γραφάς, οὐ μόνον ἐζήτησαν ὀνομάσαι τὰ νοήματα καλῶς, ἀλλὰ καὶ αὐτὰ τὰ ὀνόματα εὐκόσμῳ συνθέσει περιλαβεῖν· πλὴν οὐ τὴν αὐτήν γε πάντες ἐπετήδευσαν ἁρμονίαν, ὥστʼ οὐδὲ κατὰ τὰς αὐτὰς ἦλθον ἅπαντες ὁδούς. τούτου δʼ αἰτίας οἴομαι γενέσθαι πολλάς. πρώτην μὲν τὴν ἑκάστου φύσιν, ἧ ἄλλοι πρὸς ἄλλα πεφύκαμεν εὖ, δευτέραν δὲ τὴν ἐκ λόγου καὶ προαιρέσεως ἐμφυομένην δόξαν, δι’ἣν τὰ μὲν ἀσπαζόμεθα, τοῖς δʼ ἐπαχθόμεθα, τρίτην δὲ τὴν ἐκ συνηθείας χρονίου κατασκευαζομένην ὑπόληψιν ὡς σπουδῆς ἀξίων, ὧν ἂν τοὺς ἐθισμοὺς λάβωμεν, τετάρτην ἔτι τὴν πρὸς οὓς ἂν φι| λοτιμούμενοι τυγχάνωμεν, [*](2 ταύτην] τά| την B sed ταύτην in mg, ταύτην παρὰ ταύ- την P κεχώρικε P 4 δὴ] δὲ Krüger 5 ἀξιονχρέοις P 6 ἔχει εἰπει P 7 ἁρμονίας B 9 ταυτὶ Sadaeus: ταύτη 12 ὅσοι Krüger: οι supra addito ὅσ M οἱ BP οἳ v 15 τὰ ὀνό- ματα addidi ἐν κόσμῳ B 16 ὡς Usener ὥστε BP 17 ελθον B) [*](18 οἶομαι B γεναίσθαι P πρώτην Krüger: πρῶτον 19 εὖ] οὖ P 21 ἐπαχθόμεθα Vliet: ἀπεχθόμεθα 23 σπουδῆς] που- δᾶς B ἐθισμορ B 24 ἔτι Sylburgius: ἐπὶ πρὸς οὓς ἂν mg Bodl: προσοῦσαν τυγχάνωμεν Krüger: τυγχάνομεν )

    209
    ὁποῖʼ ἄττα ἂν ἐκεῖνοι ζηλῶσιν, ἀναφοράν τε καὶ μίμησιν· ἔχοι δʼ ἂν τις καὶ ἄλλα λέγειν, ἀλλὰ ἐγὼ τὰ φανερώτατα εἰπὼν ἐῶ τὰ λοιπά. ὅθεν οἳ μὲν τὴν εὐσταθῆ καὶ βαρεῖαν καὶ αὐστηρὰν καὶ φιλάρχαιον καὶ σεμνὴν καὶ φεύγουσαν ἅπαν τὸ κομψὸν ἐπιτηδεύουσιν ἁρμονίαν, οἲ δὲ τὴν γλαφυρὰν καὶ λιγυρὰν καὶ θεατρικὴν καὶ πολὺ τὸ κομψὸν καὶ μαλακὸν ἐπιφαίνουσαν, ἧ πανηγύρεις τε κηλοῦνται καὶ ὁ συμφορητὸς ὄχλος, οἳ δὲ συνθέντες ἀφʼ ἑκατέρας τὰ χρησιμώτατα τὴν μικτὴν καὶ μέσην ἐζήλωσαν ἀγωγήν.

    τρεῖς γὰρ δὴ συνθέσεως σπουδαίας χαρακτῆρες 37 οὗτοι οἱ γενικώτατοι, οἱ δʼ ἄλλοι παρὰ τούτους τε καὶ ἀπὸ τούτων εἰσὶ κατεσκευασμένοι, πολλοὶ σφόδρα ὄντες, ἐπιτάσει τε καὶ ἀνέσει διαφέροντες ἀλλήλων. εἰλικρινὴς μὲν οὖν ἁρμονία καὶ ἀκραιφνὴς χαρακτὴρ κατὰ πᾶν οὐκ ἂν εὑρεθείη παρʼ οὐδενὶ οὔτε ἐμμέτρων οὔτε πεζῶν ποιητῇ λόγων, οὐδὲ χρὴ μαρτύρια τοιαῦτα παρʼ οὐδενὸς ἀπαιτεῖν. ὅπου γὰρ οὐδὲ τῶν στοιχείων τῶν πρώτων, ἐξ ὧν ἡ τοῦ παντὸς συνέστη φύσις, γῆς τε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, οὐδὲν εἰλικρινές ἐστιν, ἀλλὰ πάντα μετέχει πάντων, ὠνόμασται δʼ ἕκαστον αὐτῶν κατὰ τὸ πλεονάζον, τί θαυμαστόν, εἰ αἱ τῆς λέξεως ἁρμονίαι τρεῖς οὖσαι τὸν ἀριθμὸν οὐκ ἔχουσιν εἰλικρινῆ τὴν φύσιν οὐδʼ ἀνεπίμικτον, ἀλλʼ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων αὐτοῖς ὀνόματός [*](1 ἄττα Sylburgius: αὐτὰ 4 (καὶ φίλαν) καὶ φιλάρχαιον P) [*](5 σεμνὸν B | ἐπετήδευσαν malim 6 ἀρμονίαν B | λισυ- ρᾶν B 7 μαλακὸν Sylburgius: μάλα 8 συμφοτὸς B 9 τὰ χρησιμώτατα, τὴν Krüger: χρησιμωτάτην 12 δὲ BP 15 ἀρ- μονία B | ἀκραιφνὴν B 19 πρώτου B 21 ἕκαστων B 24 φύσην B | ἂν ἐπίμικτον BP 25 συνβεβηκότων B )

    210
    τε ἠξίωνται καὶ χαρακτῆρος ἰδίου; ὥσθʼ, ὅταν παρέχωμαι δείγματα ἑκάστης καὶ μαρτύρια φέρω, λέξεις τινὰς παρατιθεὶς τῶν χρησαμένων αὐταῖς ποιητῶν τε καὶ συγγραφέων, μηδεὶς συκοφαντείτω τὰς ἐπιπλοκὰς καὶ τὰς κατὰ μόρια ποιότητας αὐτῶν, ἀλλὰ κατὰ τὸ πλεονάζον ἕκαστον τῶν παραλαμβανομένων σκοπείτω, τεκμαιρόμενος, εἰ πολλαχῇ τοιοῦτόν ἐστι τὸ δεικνύμενον, οὐκ εἰ ἀπανταχῇ. |

    38 τῆς μὲν οὖν αὐστηρᾶς καὶ φιλαρχαίου καὶ μὴ τὸ κομψὸν ἀλλὰ τὸ σεμνὸν ἐπιτηδευούσης ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ὀνόμασι χρῆσθαι φιλεῖ μεγάλοις καὶ μακροσυλλάβοις--- καὶ ταῖς ἕδραις αὐτῶν εἶναι πλουσίως πάνυ βεβηκυίαις, χρόνων τε ἀξιολόγων ἐμπεριλήψει διορίζεσθαι θάτερα ἀπὸ τῶν ἑτέρων. τοῦτο τὸ σχῆμα ἀπὸ τῆς ἁρμονίας ποιοῦσιν αἱ τῶν φωνηέντων γραμμάτων παραθέσεις, ὅταν ἥ τε προηγουμένη λέξις εἰς ἓν τούτων λήγῃ καὶ ἡ συνάπτουσα ταύτῃ τὴν ἀρχὴν ἀπὸ τούτων τινὸς λαμβάνῃ. ἀναγκαῖον γὰρ ἧν χρόνον τινὰ μέσον ἀμφοῖν ἀξιόλογον ἀπολαμβάνεσθαι. καὶ μηδεὶς εἴπῃ· ‘τί δὲ τοῦτό ἐστιν, ἢ πῶς ἄν τις γένοιτο χρόνος, ὃς --- μεταθῇ ὀνόματα ἀπ’ ἀλλήλων διεστάναι κατὰ τὰς τῶν φωνηέντων συμβολάς;’ δείκνυται γὰρ ὑπό τε μουσικῶν καὶ μετρικῶν ὁ διὰ μέσου τῶν [*](1 τʼ P | παρέχομαι BP 5 ποιήτητάς P 6 παραλαμβα- νόντων BPv 8 lege πανταχῇ 9 ὁ ἁδρὸς mg rubro M 12 μικροσυλλάβοις P | τὰς ἔδρας — βεβηκυίας Sylburgius, tum ὥστε pro καὶ Usener. an ἀσφαλέσι καὶ pro αὐτῶν εἶναι? | πλουσίως] πλατέως Sylburgius 13 δὲ BP 15 ἀπὸ om Sylburgius | αἱ τῶν ἑτέρων αἰ τῶν φωνηέντων B 16 ἥ τε] εἴ τε BP 17 τούτων] τούτων τινὸς λαμβάνη B | λήγῃ] λήγει BP | καὶ bis P 18 ἦν Usener: εἶναι | χρόνων P1 21 fort χρόνος οἷός τε συναφῆ ὀν. ἀπʼ ἀ. διιστάναι Usener an ὃς αἴτιος εἴη κτλ? 23 μουσικῶ BP )

    211
    φωνηέντων χρόνος ἑτέρων παρεμβολῇ γραμμάτων ἡμιφώνων ἀναπληροῦσθαι δυνάμενος. | τοῦτο δʼ οὐκ ἂν ἐγίγνετο μὴ σιωπῆς τινος ἀξιολόγου διειργούσης τὰ φωνήεντα ἀπʼ ἀλλήλων. πρῶτον μὲν δὴ τοῦτο τῆς ἁρμονίας ταύτης ἐστὶν ἰδίωμα ὡς ἐπὶ τὸ πολύ. ἕτερον δὲ τοιοῦτον· ἀνακοπὰς καὶ ἀντιστηριγμοὺς λαμβάνειν καὶ τραχύτητας ἐν ταῖς συμπλοκαῖς τῶν ὀνομάτων ἐπιστυφούσας τὴν ἀκοὴν ἡσυχῇ βούλεται. ἐνταῦθα πάλιν ἡ τῶν ἀφώνων τε καὶ ἡμιφώνων γραμμάτων δύναμις αἰτία, ὁπότʼ ἂν τὰ λήγοντα τῶν ἡγουμένων μορίων ἦ γράμματα --- τοῖς ἡγουμένοις ὡς μηδὲν τῶν ἐπιφερομένων μήτε συναλείφεσθαι μήτε συγχεῖσθαι φύσιν ἔχῃ. πολὺ γὰρ δὴ τὸ ἀντίτυπον ἐν ταῖς τούτων συμβολαῖς γίνεται, ὥσπερ γε καὶ ἐν αὐτοῖς τοῖς ὀνόμασιν, ὅταν ἐκ τῶν τραχυνόντων τὴν φωνὴν γραμμάτων αἱ καλούμεναι συλλαβαὶ συντεθῶσι. πολλῆς δέ τινος ἐνταῦθα δεῖ τῆς τεχνήσεως, ἵνα μὴ κακόφωνοι μηδὲ ἀηδεῖς μηδὲ ἄλλην τινὰ ὄχλησιν ἐπενεγκάμεναι ταῖς ἀκοαῖς λάθωσιν αἱ τοιαῦται συζυγίαι, ἀλλʼ ἐπανθῇ τις αὐταῖς χνοῦς ἀρχαιοπινὴς καὶ χάρις ἀβίαστος. ἀρκεῖ γάρ, ὡς ἐν εἰδόσι λέγοντας, ὅτι φύσιν ἔχει μηδὲν τῶν σπουδαίων ῥημάτων ἄμοιρον ὥρας εἶναι καὶ χάριτος ἰδίας, τοσοῦτον μόνον εἰπεῖν.

    ἐν μὲν δὴ τοῖς ἐλαχίστοις τε καὶ στοιχειώδεσι μορίοις 39 τῆς λέξεως ταῦτα χαρακτηρικὰ τῆς πρώτης ἐστὶν [*](6 ἀντιστηρισμοὺς P 7 τραχύτητα BP 9 ἡμιφώνων Sylburgius: ἐμφώνων MB ἐμφύνων P 11 μηρίων B | la- cunam indicauit, ὡς seclusit Usener 12 συνχεῖσθαι B συγχρεῖσθαι P 14 (λαμβανομένων) συμβολαῖς P | τοῖς om v) [*](17 κακόφωνον μηδʼ ἀηδὲς Sylburgius v 18 ἐνεγχάμεναι B in textu, Pv 19 an φανῶσιν? 20 χνοῦς] γνοῦς BP 21 εἰδόσιν BP)

    212
    ἁρμονίας, ἐν δὲ τοῖς καλουμένοις κώλοις, ἃ συντίθεται μὲν ἐκ τῶν ὀνομάτων, συμπληροῖ δὲ τὰς περιόδους, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ⟨τὸ⟩ τοὺς ῥυθμοὺς τοὺς καταμετροῦντας αὐτὰ μὴ τραπεινοὺς μηδὲ μαλθακοὺς μηδʼ ἀγεννεῖς εἶναι, ὑψηλοὺς δὲ καὶ ἀνδρώδεις καὶ μεγαλοπρεπεῖς. οὐ γὰρ δὴ φαῦλόν τι πρᾶγμα ῥυθμὸς ἐν λόγοις οὐδὲ προσθήκης τινὸς μοῖραν ἔχον οὐκ ἀναγκαίας, ἀλλʼ εἰ δεῖ τἀληθές, ὡς ἐμὴ δόξα, εἰπεῖν, ἀπάντων κυριώτατον τῶν γοητεύειν δυναμένων καὶ κηλεῖν τὰς ἀκοάς. πρὸς δὲ τοῖς ῥυθμοῖς καὶ τὸ τοὺς σχηματισμοὺς τῶν ἐννοιῶν γενναίους εἶναι καὶ ἀξιωματικοὺς οὐ μόνον τοὺς κατὰ τὰς νοήσεις ἀλλὰ καὶ κατʼ αὐτὴν τὴν λέξιν συνισταμένους. ἐξαριθμεῖσθαι δὲ νῦν, ὅσα γένη σχηματισμῶν ἐστι τῶν τε κατωνομασμένων καὶ τῶν ἀκατονομάστων, καὶ τίσιν αὐτῶν ἡ τοιαύτη μάλιστα πέφυκεν ἁρμονία χαίρειν, οὐκ ἔχω καιρόν. ἔτι τῆς ἁρμονίας ταύτης οἰκεῖόν ἐστι καὶ τὸ τὰς περιόδους αὐτουργούς τινας εἶναι καὶ ἀφελεῖς καὶ μήτε συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν μήτε συμμεμετρημένας τῷ πνεύματι τοῦ λέγοντος μηδέ γε παραπληρώμασι τῶν ὀνομάτων οὐκ ἀναγκαίοις ὡς πρὸς τὴν ὑποκειμένην διάνοιαν χρωμένας μηδʼ εἰς θεατρικούς τινας καὶ γλαφυροὺς καταληγούσας ῥυθμούς. καθόλου δέ γε οὐδὲ ἀσπάζεται τὸ ἐμπερίοδον ἥδε ἡ σύνθεσις ὡς τὰ πολλά, ἀποιήτως δέ πως καὶ ἀφελῶς καὶ τὰ πλείω [*](1 συντίθεται Sylburgius: συντίθενται 3 τὸ add Reiskius) [*](4 μετὰ πεινοὺς B 5 εἰγεννεῖς BP ἀγενεῖς v 7 προσθή- κας BP | μοίραν M ἔχων BP 9 καὶ om P | καλεῖν BP 10 χηματισμοὺς BP 11 τῶν ἐννοιῶν deleuit Krüger | ἀξιω- ματισμοὺς ἀξιωματικοὺς P 12 καὶ κατʼ] καὶ τ᾿ P 15 ἀκα- τονομάτων B 16 ἁρμονία B ut plerumque 17 ἔτι] ἐπεὶ MBPv | ἁρμονία B 19 συναπαρτιζούσας L. Dindorf: συναρ- παζούσας τοινοῦν P | συμμετρομένας P συμμετρουμένας v )
    213
    κομματικῶς κατεσκευάσθαι βούλεται, παράδειγμα ποιουμένη τὴν ἀκατάσκευον φύσιν. εἰ δέ ποτε ἀκολουθήσειεν τοῖς ἀνεπιτηδεύτως συντιθεμένοις κώλοις ἢ | περιόδοις ἢ βάσεσιν εἄρυθμος, τὸ συμβὰν ἐκ τῆς αὐτομάτου τύχης οὐκ ἀπωθεῖται. καὶ ταῦτα δʼ ἔτι τῆς ἀρχαίας καὶ αὐστηρᾶς ἁρμονίας ἐστὶ χαρακτηρικά· τὸ μήτε συνδέσμοις χρῆσθαι πολλοῖς μήτʼ ἄρθροις συνεχέσιν ἀλλʼ ἔστιν ὅτε καὶ τῶν ἀναγκαίων ἐλάττοσιν, τὸ μὴ χρονίζειν ἐπὶ τῶν αὐτῶν πτώσεων τὸν λόγον ἀλλὰ θαμινὰ μεταπίπτειν, τὸ τῆς ἀκολουθίας τῶν προεξενεχθέντων ὑπεροπτικῶς ἔχειν τὴν φράσιν μηδὲ κατʼ ἄλληλα, τὸ περιττῶς καὶ ἰδίως καὶ μὴ κατὰ τὴν ὑπόληψιν ἢ βούλησιν τῶν πολλῶν συζεύγνυσθαι τὰ μόρια. καὶ παραδείγματα δὲ αὐτῆς ποιητῶν μὲν καὶ μελοποιῶν ἥ τʼ Αἰσχύλου λέξις ὀλίγου δεῖν πᾶσα καὶ ἡ Πινδάρου, χωρὶς ὅτι μὴ τὰ Παρθένεια καὶ εἴ τινα τούτοις ὁμοίας ἀπαιτεῖ κατασκευάς· διαφαίνεται δέ τις ὑμοία κἀν τούτοις | εὐγένεια καὶ σεμνότης ἁρμονίας τὸν ἀρχαῖον φυλάττουσα πίνον. συγγραφέων δὲ λαμπρότατός τε καὶ μάλιστα τῶν ἄλλων κατορθῶν περὶ ταύτην τὴν ἰδέαν Θουκυδίδης. εἰ δέ τῳ δοκεῖ μαρτυρίων ἔτι δεῖν [*](1 κατεσκευάσθαι] τὴν ἀκατασκεύασθον B 2 εἰ] ἐ B | ἀκολουθή|εν B in extrema pagina 3 ἀνεπιτηδεύτως συντιθε- μένοις M: ἀνευπιτηδεύτως συντιθεμένοις β ἀνευ πιτοθεμένοις Pv 4 περίοδος ἢ βάσις Usener | εὔρυθμον Reiskius: εὐρύθμοις συμβᾶν B 8 ἐλάττοσι Pv | τὸ Sylburgius: τοῦ 9 πτόσεων P) [*](10 μεταπίπτειν Sylburgius: μεταπέμπειν | τὸ Sylburgius: τῶ | ἀκολουθείας B 11 ὑπεροπτικῶς ἔχειν τὴν φράσιν, μηδὲ κατάλληλον, τὸ περιττῶς] ὑπεριττῶς B | κατʼ ἄλληλα] κατάλλη- λον Mv ἀκατάλληλον P 12 τὸ Sylburgius: τῶ | post κατὰ in P spatium fere VI litt 13 συνεύγνυσθαι B 14 μὲν] τὲ sed in mg μὲν B 15 τε BP | λέξις ὀλίξις P 16 μὴ τὰ M: μετὰ BPv | τινα Sylburgius: τινας | ὁμοίας — δέ τις omisit Pv 17 ὁμοία] ὅμοια P 19 πῖνον MBPv 21 μαρτύρων B )
    214
    τῷ λόγῳ, παρελθὼν τοὺς ποιητὰς ἐκ τῆς Θουκυδίδου λέξεως ταυτί --- Τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προὔβη, παθήματά τε ξυνέβη γενέσθαι τῇ Ἑλλάδι πολλὰ οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ. οὕτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν αἳ μὲν ὑπὸ βαρβάρων, αἳ δὲ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δὲ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι, οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος ὃ μὲν κατʼ αὐτὸν τὸν πόλεμον, ὃ δὲ διὰ τὸ στασιάζειν. τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τʼ ἐκλείψεις, | αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα συνέβησαν, αὐχμοί τʼ ἔστιν παρʼ οἷς μεγάλοι καὶ ἀπʼ αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος.ʼ ἡ μὲν δὴ πρώτη τῶν ἁρμονιῶν ἡ γεννικὴ καὶ αὐστηρὰ καὶ μεγαλόφρων καὶ τὸ ἀρχαιοπρεπὲς διώκουσα τοιάδε τίς ἐστι κατὰ τὸν χαρακτῆρα.

    40 ἡ δὲ μετὰ ταύτην ἡ γλαφυρὰ καὶ θεατρικὴ καὶ τὸ κομψὸν αἱρουμένη πρὸ τοῦ σεμνοῦ τοιαύτη· ὀνομάτων αἰεὶ βούλεται λαμβάνειν τὰ λειότατα καὶ μαλακώτατα, τὴν εὐφωνίαν θηρωμένη καὶ τὴν εὐμέλειαν, ἐξ αὐτῶν δὲ τὸ ἡδύ. ἔπειτα οὐχ ὡς ἔτυχεν ἀξιοῖ ταῦτα [*](2 Thucydides I 23, 14) [*](2 λέξεων B | hiatum Reiskius sensit 3 ξυνηνέχθη Θ et ∠ de Thuc p 860 | ἐν αὐτῷ post γενέσθαι inserit v ex Θ et ∠ p 860 4 πολλά om Θ et ∠ p 860 5 λειφθεῖσαι P | ὑπὸ om v ὑπὸ B 14 συνέβησαν v M p 861 15 καὶ οὐχ ἥκιστα καὶ ἡ v ἡ in Θ om ABEF 16 βλέψασα B 17 γε- νικὴ MBPv 20 ἡ inseruit Krüger 23 εὐμέλειαν Syl- burgius: ἐκμέλειαν P ἐμμέλειαν MB)

    215
    τιθέναι οὐδὲ ἀπερισκέπτως συναρμόττειν θάτερα τοῖς ἑτέροις, ἀλλὰ διακρίνουσα τὰ ποῖα τοῖς ποίοις καὶ παρα|τιθέμενα μουσικωτέρους ποιεῖν δυνήσεται τοὺς ὔχους, καὶ σκοποῦσα κατὰ ποῖον σχῆμα ληφθέντα χαριεστέρας ἀποτελέσει τὰς συζυγίας, οὕτως συναρμόττειν ἕκαστα πειρᾶται, πολλὴν σφόδρα ποιουμένη φροντίδα τοῦ συνεξέσθαι καὶ συνηλεῖφθαι καὶ προπετεῖς ἀπάντων αὐτῶν εἶναι τὰς ἁρμονίας. καὶ διὰ τοῦτο φεύγει μὲν ἁπάσῃ σπουδῇ τὰς τῶν φωνηέντων συμβολὰς ὡς τὴν λειότητα καὶ τὴν εὐέπειαν διασπώσας, φεύγει δέ, ὅση δύναμις αὐτῇ, τῶν ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων τὰς συζυγίας, ὅσαι τραχύνουσι τοὺς ἤχους καὶ ταράττειν δύνανται τὰς ἀκοάς. ἐπειδὴ γὰρ οὐκ ἐνδέχεται πᾶσαν σημαίνουσαν σῶμα ἢ πρᾶγμα λέξιν ἐξ εὐφώνων συγκεῖσθαι γραμμάτων καὶ μαλακῶν, ἀλλʼ ἐνίοτε συγκεῖσθαι τὰς αὐτὰς καὶ κακῶς ἐνδέχεται, ὃ μὴ δίδωσιν ἡ φύσις, τοῦτο πειρᾶται λαμβάνειν ταῖς συζυγίαις αὐταῖς καὶ οὕτω τὰς φωνὰς ποιεῖν ἡδίους καὶ μαλακωτέρας. καὶ δῆτα καὶ παρεμβάλλειν αὖ ταῖς ἀναγκαίαις τινὰς ἑτέρας λέξεις ὑπομένει πρὸς τὸν ὑποκείμενον νοῦν οὔτʼ ἀναγκαίας οὔτ᾿ ἴσως χρησίμας, δεσμοῦ δέ τινος ἢ κόλλης τάξιν ταῖς [*](2 ἀλλὰ—ποίοις om B | τὰ ποῖα τοῖς ποίοις παρατιθέμενα Syl- burgius: τὰ ποιὰ τοῖς ἀποίοις καὶ παρατιθεμένη 3 μουσικωτά- τους MBP: corr Usener 6 πεινρᾶται B 7 συνειλῆφθαι MBP: corr Reiskius προσπετεῖς BPv 9 φεύγει μὲν ἂν P1 10 ἐνέ- πειαν P ἀνέπειαν B 12 post γραμμάτων lac XI litt M 13 δύνα- ται B 14 ἢ om P 15 ἐξ ἀφώνων M | συγκεῖσθαι—γραμμάτων om BPv add mg M2 16 τὰς αὐτὰς] τινὰς Usener 17 μὴ Krüger: δὴ 18 αὐτῶν Usener | post καὶ in M lac X—XII litt nulla lac in BP: suppleui 19 καὶ δῆτα—ἑτέρας om Pv | παρεμβάλλειν M: παραλαμβάνειν B 20 αὖ ταῖς] αὐταῖς MB | ἀναγκαίαις suppleui, lac VII litt M, nulla lac B cf ep ad Pomp. 785 | λέξις B)
    216
    πρὸ αὐτῶν καὶ μετʼ αὐτὰς κειμέναις ὀνομασίαις παρεξομένας, ἵνα μὴ συναπτόμεναι πρὸς ἀλλήλας αἱ καταλήγουσαί τε εἰς τραχὺ γράμμα καὶ αἱ τὴν ἀρχὴν ἀπό τινος τοιούτου λαμβάνουσαι σπαδονισμοὺς τῶν ἤχῶν ποιῶσι καὶ ἀντιτυπίας, τῇ δὲ παρεμπιπτούσῃ λέξει προσαναπαυόμεναι μαλακοὺς φαίνεσθαι ποιῶσι τοὺς ἤχους καὶ συνεχεῖς. τὸ γὰρ ὅλον ἐστὶν αὐτῆς βούλημα καὶ ἡ πολλὴ πραγματεία περὶ τὸ συσπασθῆναί τε καὶ συνυφάνθαι πάντα τὰ μόρια τῆς περιόδου, μιᾶς λέξεως ἀποτελοῦντα φαντασίαν, καὶ ἔτι πρὸς τούτῳ περὶ τὸ πᾶσαν εἶναι τὴν λέξιν, ὥσπερ ἐν ταῖς μουσικαῖς συμφωνίαις, ἡδεῖαν καὶ λιγυράν. τούτων δὲ τὸ μὲν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι ποιοῦσι, τὸ δʼ αἱ τῶν γραμμάτων δυνάμεις οἰκείως ἐχόντων πρὸς ἄλληλα ταῖς κατὰ τοὺς νόμους συμπαθείαις, ὑπὲρ ὧν ἑτέρας ἐπιστήμης ἡ θεωρία. ἐπιτρόχαλος δή τις γίνεται καὶ καταφερὴς ἡ ῥύσις τῆς λέξεως, ὥσπερ κατὰ πρανοῦς φερόμενα χωρίου νάματα μηδενὸς αὐτοῖς ἀντικρούοντος, καὶ διαρρεῖ διὰ τῆς ἀκοῆς ἡδέως πως καὶ ἀσπαστῶς οὐδὲν ἧττον ἢ τὰ διʼ ᾠδῆς καὶ ὀργάνου μουσωθέντα κρούματα καὶ μέλη. ἔτι τῆς συνθέσεως ταύτης ἐστὶ καὶ τὰ κῶλα δεινῶς ποιήμασιν ἐμφερῆ, μαλακόφωνα καὶ λεῖα, πολὺ τὸ κωτίλον ἔχοντα, [*](1 μετʼ αὐτὰς Reiskius: μετὰ ταύτας 3 καταλλήγοθσαί B 4 τινοςος B 6 προσἀνναπαυόμεναι B 8 συσπαθῆναι B συσταθῆναι Usener 9 συνηφᾶνθαι M | μόρια M: μηρία B μοιρια P | τῆς περο τῆς περιόδου B 11 τοῦτο BP 13 αἱ τῶν] αὐτῶν B | ποιοῦσιν B 14 γραμμάτων Krüger: πραγμά- των | δύαμις B | οἰκείων B 15 κ[α]τὰ cum ras M κατὰ τὸ στόμα Usener 16 ἡ add Krüger | θεωρίας P | [ἐ]πιτρόχαλος cum ras M 18 νάματα Kiessling: σώματα | αὐτοῖς M: αὐτῆς BPv 19 ἀντικρούοντος Sylburgius: ἀνακρούοντος 22 ἐστὶ] ἐστὶν BP | δειν ὡς ἀποιήμασιν B δεἵν ἀποιήμασιν P δεινὰ ποιήμασιν M δεῖνα ποιήμασιν v )
    217
    κατά τινα φιλότητα φυσικὴν συζευγνύμενα ἀλλήλοις. ἐξ ὧν ἡ περίοδος συνέστηκεν· οὐδὲν γὰρ ἔξω περιόδου συντίθησιν. ἔτι τῶν ῥυθμῶν, εἰς ἃς διαστέλλεται περιόδους, οὐ τοὺς ἀξιωματικοὺς βούλεται λαμβάνειν ἀλλὰ τοὺς χαριεστάτους. εὐκόρυφοι δὴ φαίνονται καὶ εὔγραμμοι διὰ τοῦτο καὶ εἰς ἕδραν ἀσφαλῆ τελευτῶσι. τῶν δὲ σχημάτων διώκει τὰ κινητικώτατα τῶν ὄχλων· καλλωπίζεται γὰρ καὶ τέθηλε τούτοις, ἃν ἄχρι τοῦ μὴ λυπῆσαι τὰς ἀκοὰς προβαίνοι, ὧν εἰσὶν αἵ τε παρισώσεις καὶ παρομοιώσεις καὶ ἀντιθέσεις καὶ τὰ παρωνομασμένα τά τε ἀντιστρέφοντα καὶ τὰ ἐπαναφερόμενα καὶ ἄλλα πολλὰ τοιαῦτα | ποιητικῆς καὶ μελικῆς λέξεως ὄργανα. τοιαῦτά τινά μοι καὶ ταύτης εἶναι φαίνεται χαρακτηριστικὰ τῆς ἁρμονίας. παραδείγματα δʼ αὐτῆς ποιοῦμαι ποιητῶν μὲν Ἡσίοδόν τε καὶ Σαπφὼ καὶ Ἀνακρέοντα, τῶν δὲ πεζῇ λέξει χρησαμένων Ἰσοκράτην τε τὸν Ἀθηναῖον καὶ τοὺς ἐκείνῳ πλησιάσαντας. εἴρηνται μὲν οὖν καὶ πρότερον ἤδη λέξεις τινές, ἐν αἷς τὸν ὅλον χαρακτῆρα αὐτοῦ τῆς λέξεως ὑπέγραφον, ἐξ ὧν καὶ τὰ περὶ τὴν σύνθεσιν, εἰ τοιαῦτά ἐστιν οἷα λέγομεν ἡμεῖς, οὐ χαλεπῶς ἄν τις ἴδοι. ἵνα δὲ μὴ δόξωμεν διαρτῶν τὰς ἀκολουθίας, τοὺς ἀναγινώσκοντας ἐπὶ τὰ ἐν ἀρχαῖς ῥηθέντα παραδείγματα κελεύοντες ἀναστρέφειν, λαμβανέσθω κἀνταῦθα ἐκ τῶν Πανηγυρικῶν αὐτοῦ λόγων λέξις οὐ πολλὴν διατριβὴν παρέξουσα [*](3 συντίθησιν ἐπὶ τῶν ῥυθμῶν. εἰς ἃς δὲ ἀποστέλλεται MBPv: διαστέλλεται medium est, sed εἰς ἃς δὴ ἀποτελεῖται π. mauolt Usener 5 ἀλλὰ τοὺς χαρακ ἀλλὰ τοὺς P, sed uitium lineola tollitur | δὴ] δὲ B 6 fort εὐθύγραμμοι Usener 7 διώκει Syl- burgius: δεῖ διώκειν M δειδιώκειν BP 8 ἃν] ἐ ἃν B ἐὰν MP ἂν v 9 προβαίνῃ MBP: corr Usener | ὧν Holwellus: ὡς 12 τοιαῦτα—ὄργανα om Pv 14 immo χαρακτηρικὰ 17 τὲ τὸν bis B 18 καὶ om Pv 20 εἴ τοι αὐτὰ B 25 λέξιν P )
    218
    τοῖς ἀναγνωσομένοις, ἐν ᾗ διεξέρχεται τὰ πραχθέντα Ἀθηναίοις περὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν. ἔστι δὲ ἥδε· ‘Ἐπειδὴ γὰρ οὐχ οἷοί τε ἦσαν πρὸς ἀμφοτέρας ἅμα παρατάξασθαι τὰς δυνάμεις, παραλαβόντες ἅπαντα τὸν ὄχλον ἐκ τῆς πόλεως | εἰς τὴν ἐχομένην νῆσον ἐξέπλευσαν, ἵν’ ἐν μέρει καὶ μὴ πρὸς ἑκάτερα κινδυνεύωσι. καίτοι πῶς ἂν ἐκείνων ἄνδρες ἀμείνους ἢ μᾶλλον φιλέλληνες ὄντες ἐπιδειχθεῖεν, οἵτινες ἔτλησαν ἐπιδεῖν, ὥστε μὴ τοῖς πολλοῖς αἴτιοι γενέσθαι τῆς δουλείας, ἐρήμην μὲν τὴν πόλιν γιγνομένην, τὴν δὲ χώραν πορθουμένην, ἱερὰ δὲ συλώμενα καὶ νεὼς ἐμπιμπραμένους, ἅπαντα δὲ τὸν πόλεμον περὶ τὴν πατρίδα τὴν αὐτῶν γενόμενον; καὶ μὴν οὐδὲ ταῦτʼ ἀπέχρησεν αὐτοῖς, ἀλλὰ πρὸς διακοσίας καὶ χιλίας τριήρεις μόνοι διαναυμαχεῖν οὐκ ἐμέλλησαν, οὐ μὴν εἰάθησάν γε. καταισχυνθέντες τε γὰρ Πελοποννήσιοι τὴν ἀρετὴν αὐτῶν καὶ νομίσαντες προδιαφθαρέντων μὲν τῶν ἡμετέρων οὐδʼ αὐτοὶ σωθήσεσθαι, κατορθωσάντων δʼ εἰς ἀτιμίαν τὰς αὐτῶν πόλεις καταστήσειν, ἠναγκάσθησαν μετασχεῖν τῶν κινδύνων. καὶ τοὺς | μὲν θορύβους τοὺς ἐν τῷ πράγματι γιγνομένους καὶ τὰς κραυγὰς καὶ τὰς παρακελεύσεις, ἃ κοινὰ πάντων ἐστὶ τῶν ναυμαχούντων, οὐκ οἶδʼ ὅ τι δεῖ λέγοντας διατρίβειν. [*](3 Isocrates IV 96—99) [*](2 ναυχίαν P 4 παραλαμβόντες B 5 τὸν ἐκ τῆς πόλεως Is 6 ἵνʼ ἐν μέρει πρὸς ἑκατέραν κινδυνεύσωσιν Is Γ 8 ἐπι- δειχθέντες ἐπιδειχθεῖεν B 10 τὴν πόλιν] πόλην P 13 αὐτῶν BP | γενομένην B | καὶ μὴν οὐδὲ Ritschelius: καὶ μηδὲ MBP καὶ οὐδὲ Is | ἀποχρῆσαι MP ἀποιγρῆσαι B: corr v 15 οὐκ om Is | εἰώθησαν M 16 τε om Is seclusit v 18 αὐτοὶ M) [*](19 αὐτῶν MBPv 21 θορυβασ θορύβους B | γινομένους M) [*](23 λέγοντα Is)
    219
    ἃ δʼ ἔστιν ἴδια καὶ τῆς ἡγεμονίας ἄξια καὶ τοῖς προειρημένοις ὁμολογούμενα, ταῦτα δʼ ἐμὸν ἔργον ἐστὶν εἰπεῖν. τοσοῦτον γὰρ ἡ πόλις ἡμῶν διέφερεν, ὅτε ἦν ἀκέραιος, ὥστε ἀνάστατος γενομένη πλείους μὲν συνεβάλετο τριήρεις εἰς τὸν κίνδυνον τὸν ὑπὲρ τῆς Ἑλλάδος ἢ σύμπαντες οἱ ναυμαχήσαντες, δυναμένας δὲ πρὸς δὶς τοσαύτας κινδυνεύειν. οὐδείς γʼ οὖν πρὸς ἡμᾶς οὕτως ἔχει δυσμενῶς, ὅστις οὐκ ἂν ὁμολογήσειε διὰ μὲν τὴν ναυμαχίαν ἡμᾶς τῷ πολέμῳ κρατῆσαι, ταύτης δὲ τὴν πόλιν αἰτίαν γεγενῆσθαι. καίτοι μελλούσης στρατείας ἐπὶ τούς βαρβάρους ἔσεσθαι τίνας χρὴ τὴν ἡγεμονίαν ἔχειν; οὐ τούς ἐν τῷ προτέρῳ πολέμῳ μάλιστα εὐδοκιμήσαντας καὶ πολλάκις μὲν ἰδίᾳ προκινδυνεύσαντας, ἐν | δὲ τοῖς κοινοῖς τῶν ἀγώνων ἀριστείων ἀξιωθέντας; οὐ τοὺς τὴν αὑτῶν καταλιπόντας περὶ τῆς τῶν ἄλλων σωτηρίας καὶ τό γε παλαιὸν οἰκιστὰς πλείστων πόλεων γενομένους καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγίστων συμφορῶν διασώσαντας; πῶς δʼ οὐκ ἂν δεινὰ πάθοιμεν, εἰ τῶν κακῶν πλεῖστον μέρος μετασχόντες ἔλαττον ταῖς τιμαῖς ἔχειν ἀξιωθείημεν καὶ τότε προταχθέντες πρὸ τῶν ἄλλων νῦν ἑτέροις ἀκολουθεῖν ἀναγκασθείημεν;᾿