De Lysia

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

ἔχει δὲ καὶ τὴν ἐνάργειαν πολλὴν ἡ Λυσίου λέξις. αὕτη δʼ ἐστὶ δύναμίς τις ὑπὸ τὰς αἰσθήσεις ἄγουσα τὰ λεγόμενα, γίγνεται δʼ ἐκ τῆς τῶν παρακολουθούντων λήψεως. ὁ δὴ προσέχων τὴν διάνοιαν τοῖς Λυσίου λόγοις οὐχ οὕτως ἔσται σκαιὸς ἢ δυσάρεστος ἢ βραδὺς τὸν νοῦν, ὃς οὐχ ὑπολήψεται γινόμενα τὰ δηλούμενα ὁρᾶν. καὶ ὥσπερ παροῦσιν οἷς ἂν ὁ ῥήτωρ εἰσάγῃ

p.15
προσώποις ὁμιλεῖν. ἐπιζητήσει τε οὐθέν, οἷον εἰκὸς τοὺς μὲν ἂν δρᾶσαι, τοὺς δὲ παθεῖν, τοὺς δὲ διανοηθῆναι, τοὺς δὲ εἰπεῖν. κράτιστος γὰρ δὴ πάντων ἐγένετο ῥητόρων φύσιν ἀνθρώπων κατοπτεῦσαι καὶ τὰ προσήκοντα ἑκάστοις ἀποδοῦναι πάθη τε καὶ ἤθη καὶ ἔργα.

ἀποδίδωμί τε οὖν αὐτῷ καὶ τὴν εὐπρεπεστάτην ἀρετήν, καλουμένην δὲ ὑπὸ πολλῶν ἠθοποιΐαν. ἁπλῶς γὰρ οὐδὲν εὑρεῖν δύναμαι παρὰ τῷ ῥήτορι τούτῳ πρόσωπον οὔτε ἀνηθοποίητον οὔτε ἄψυχον. τριῶν τε ὄντων, ἐν οἷς καὶ περὶ ἃ τὴν ἀρετὴν εἶναι ταύτην συμβέβηκε, διανοίας τε καὶ λέξεως καὶ τρίτης τῆς συνθέσεως, ἐν ἅπασι τούτοις αὐτὸν ἀποφαίνομαι κατορθοῦν. οὐ γὰρ διανοουμένους μόνον ὑποτίθεται χρηστὰ καὶ ἐπιεικῆ καὶ μέτρια τοὺς λέγοντας, ὥστε εἰκόνας εἶναι δοκεῖν τῶν ἠθῶν τοὺς λόγους, ἀλλὰ καὶ τὴν λέξιν ἀποδίδωσι τοῖς ἤθεσιν οἰκείαν, ᾗ πέφυκεν αὐτὰ ἑαυτῶν κράτιστα δηλοῦσθαι, τὴν σαφῆ καὶ κυρίαν καὶ κοινὴν καὶ πᾶσιν ἀνθρώποις συνηθεστάτην· ὁ γὰρ ὄγκος καὶ τὸ ξένον καὶ τὸ ἐξ ἐπιτηδεύσεως ἅπαν ἀνηθοποίητον. καὶ συντίθησί γε αὐτὴν ἀφελῶς πάνυ καὶ ἁπλῶς, ὁρῶν ὅτι οὐκ ἐν τῇ περιόδῳ καὶ τοῖς ῥυθμοῖς, ἀλλʼ ἐν τῇ διαλελυμένῃ λέξει γίνεται τὸ ἦθος. καθόλου δέ, ἵνα καὶ περὶ ταύτης εἴπω τῆς ἀρετῆς, οὐκ

p.16
οἶδʼ εἴ τις ἄλλος ῥητόρων τῶν γε τῇ ὁμοίᾳ κατασκευῇ χρησαμένων τοῦ λόγου εἴτε ἥδιον συνέθηκεν εἴτε πιθανώτερον. δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτὴρ καὶ οὐ θαυμάσαιμʼ ἄν, εἰ πᾶσι μὲν τοῖς ἰδιώταις, οὐκ ὀλίγοις δὲ καὶ τῶν φιλολόγων, ὅσοι μὴ μεγάλας ἔχουσι τριβὰς περὶ λόγους, τοιαύτην τινὰ παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς μᾶλλον ἔργου τεχνικοῦ κατεσκευασμένος. πεποίηται γὰρ αὐτῷ τοῦτο τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον καὶ ἐν αὐτῷ τῷ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει. τὴν ἀλήθειαν οὖν τις ἐπιτηδεύων καὶ φύσεως μιμητὴς γίνεσθαι βουλόμενος οὐκ ἂν ἁμαρτάνοι τῇ Λυσίου συνθέσει χρώμενος· ἑτέραν γὰρ οὐκ ἂν εὕροι ταύτης ἀληθεστέραν.

οἴομαι δὲ καὶ τὸ πρέπον ἔχειν τὴν Λυσίου λέξιν οὐθενὸς ἧττον τῶν ἀρχαίων ῥητόρων, κρατίστην ἁπασῶν ἀρετὴν καὶ τελειοτάτην, ὁρῶν αὐτὴν πρός τε τὸν λέγοντα καὶ πρὸς τοὺς ἀκούοντας καὶ πρὸς τὸ πρᾶγμα (ἐν τούτοις γὰρ δὴ καὶ πρὸς ταῦτα τὸ πρέπον) ἀρκούντως ἡρμοσμένην. καὶ γὰρ ἡλικίᾳ καὶ γένει καὶ παιδείᾳ καὶ ἐπιτηδεύματι καὶ βίῳ καὶ τοῖς ἄλλοις, ἐν οἷς διαφέρει

p.17
τῶν προσώπων πρόσωπα, τὰς οἰκείας ἀποδίδωσι φωνὰς πρός τε τὸν ἀκροατὴν συμμετρεῖται τὰ λεγόμενα οἰκείως, οὐ τὸν αὐτὸν τρόπον δικαστῇ καὶ ἐκκλησιαστῇ καὶ πανηγυρίζοντι διαλεγόμενος ὄχλῳ. διαφοράς τε αὐτῷ λαμβάνει κατὰ τὰς ἰδέας τῶν πραγμάτων ἡ λέξις· ἀρχομένῳ μὲν γάρ ἐστι καθεστηκυῖα καὶ ἠθική, διηγουμένῳ δὲ πιθανὴ κἀπερίεργος, ἀποδεικνύντι δὲ στρογγύλη καὶ πυκνή, αὔξοντι δὲ καὶ παθαινομένῳ σεμνὴ καὶ ἀληθινή, ἀνακεφαλαιουμένῳ δὲ διαλελυμένη καὶ σύντομος. ληπτέον δὴ καὶ τὸ πρέπον τῆς λέξεως παρὰ Λυσίου.

ὅτι μὲν γὰρ πιθανὴ καὶ πειστικὴ καὶ πολὺ τὸ φυσικὸν ἐπιφαίνουσα καὶ πάνθʼ ὅσα τῆς τοιαύτης ἰδέας ἔχεται, πρὸς εἰδότας οὐδὲν ἴσως δεῖ λέγειν· διʼ ὄχλου γὰρ ἤδη τοῦτό γε καὶ οὐδείς ἐστιν ὃς οὐχὶ καὶ πείρᾳ καὶ ἀκοῇ μαθὼν ὁμολογεῖ πάντων ῥητόρων αὐτὸν εἶναι πιθανώτατον. ὥστε καὶ ταύτην τὴν ἀρετὴν ληπτέον παρὰ τοῦ ῥήτορος.

πολλὰ καὶ καλὰ λέγειν ἔχων περὶ τῆς Λυσίου λέξεως, ἣν λαμβάνων καὶ μιμούμενος ἄν τις ἀμείνων γένοιτο τὴν ἑρμηνείαν, τὰ μὲν ἄλλα τοῦ χρόνου στοχαζόμενος

p.18
ἐάσω, μίαν δὲ ἀρετὴν ἔτι τοῦ ῥήτορος ἀποδείξομαι, κρίνας καλλίστην τε καὶ κυριωτάτην καὶ μόνην αὐτὴν μάλιστα τῶν ἄλλων τὸν Λυσίου χαρακτῆρα δυναμένην βεβαιῶσαι, ἣν ὑπερεβάλετο μὲν οὐδεὶς τῶν ὕστερον, ἐμιμήσαντο δὲ πολλοὶ καὶ παρʼ αὐτὸ τοῦτο κρείττους ἑτέρων ἔδοξαν εἶναι τὴν ἄλλην δύναμιν οὐθὲν διαφέροντες· ὑπὲρ ὧν, ἂν ἐγχωρῇ, κατὰ τὸν οἰκεῖον διαλέξομαι τόπον. τίς δʼ ἐστὶν ἥδε ἡ ἀρετή; ἡ τις πᾶσιν ἐπανθοῦσα τοῖς ὀνόμασι κἀπʼ ἴσης χάρις, πρᾶγμα παντὸς κρεῖττον λόγου καὶ θαυμασιώτερον. ῥᾷστον μὲν γάρ ἐστιν ὀφθῆναι καὶ παντὶ ὁμοίως ἰδιώτῃ τε καὶ τεχνίτῃ φανερόν, χαλεπώτατον δὲ λόγῳ δηλωθῆναι καὶ οὐδὲ τοῖς. κράτιστα εἰπεῖν δυναμένοις εὔπορον.

ὥστε εἴ τις ἀξιοίη λόγῳ διδαχθῆναι ταύτην τὴν δύναμιν, ἥ τίς ποτʼ ἐστίν, οὐκ ἂν φθάνοι καὶ ἄλλων πολλῶν καὶ καλῶν πραγμάτων δυσεκλαλήτων ἀπαιτῶν λόγον· λέγω δὲ ἐπὶ κάλλους μὲν σωμάτων, τί δή ποτε τοῦτʼ ἐστίν, ὃ καλοῦμεν ὥραν, ἐπὶ κινήσεως δὲ μελῶν καὶ πλοκῆς φθόγγων, τί λέγεται τὸ εὐάρμοστον, ἐπὶ συμμετρίας δὲ χρόνων, τίς ἡ τάξις καὶ τί τὸ εὔρυθμον, καὶ ἐπὶ παντὸς δὲ συλλήβδην ἔργου τε καὶ πράγματος, τίς ὁ λεγόμενος καιρὸς καὶ ποῦ τὸ μέτριον.

p.19
αἰσθήσει γὰρ τούτων ἕκαστον καταλαμβάνεται καὶ οὐ λόγῳ. ὥσθʼ ὅπερ οἱ μουσικοὶ παραγγέλλουσι ποιεῖν τοῖς βουλομένοις ἀκούειν ἀκριβῶς ἁρμονίας, ὥστε μηδὲ τὴν ἐλαχίστην ἐν τοῖς διαστήμασι δίεσιν ἀγνοεῖν, τὴν ἀκοὴν ἐθίζειν καὶ μηδὲν ἄλλο ταύτης ἀκριβέστερον ζητεῖν κριτήριον, τοῦτο κἀγὼ τοῖς ἀναγινώσκουσι τὸν Λυσίαν καὶ τίς ἡ παρʼ αὐτῷ χάρις ἐστὶ βουλομένοις μαθεῖν ὑποθείμην ἂν ἐπιτηδεύειν, χρόνῳ πολλῷ καὶ μακρᾷ τριβῇ καὶ ἀλόγῳ πάθει τὴν ἄλογον συνασκεῖν αἴσθησιν. ταύτην μέντοι κρατίστην τε ἀρετὴν καὶ χαρακτηρικωτάτην τῆς Λυσίου λέξεως ἔγωγε τίθεμαι, εἴτε φύσεως αὐτὴν δεῖ καλεῖν εὐτυχίαν εἴτε πόνου καὶ τέχνης ἐργασίαν εἴτε μικτὴν ἐξ ἀμφοῖν ἕξιν ἢ δύναμιν, ᾗ πάντας ὑπερέχει τοὺς λοιποὺς ῥήτορας. καὶ ὅταν διαπορῶ περί τινος τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ μὴ ῥᾴδιον ᾖ μοι διὰ τῶν ἄλλων σημείων τἀληθὲς εὑρεῖν, ἐπὶ ταύτην καταφεύγω τὴν ἀρετὴν ὡς ἐπὶ ψῆφον ἐσχάτην. ἔπειτα ἂν μὲν αἱ χάριτες αἱ τῆς λέξεως ἐπικοσμεῖν δοκῶσί μοι τὴν γραφήν, τῆς Λυσίου ψυχῆς αὐτὴν τίθεμαι καὶ οὐδὲν ἔτι πορρωτέρῳ ταύτης σκοπεῖν ἀξιῶ. ἐὰν δὲ μηδεμίαν ἡδονὴν μηδὲ ἀφροδίτην ὁ τῆς λέξεως χαρακτὴρ ἔχῃ, δυσωπῶ καὶ ὑποπτεύω μήποτʼ οὐ Λυσίου ὁ λόγος καὶ οὐκ ἔτι βιάζομαι τὴν
p.20
ἄλογον αἴσθησιν, οὐδʼ ἐὰν πάνυ δεινὸς εἷναι τὰ γοῦν ἄλλα μοι δοκῇ καὶ περιττῶς ἐξειργασμένος ὁ λόγος, τὸ μὲν εὖ γράφειν πολλοῖς οἰόμενος ὑπάρχειν κατά τινας καὶ ἄλλους ἰδίους λέξεως χαρακτῆρας (πολυειδὲς γὰρ τοῦτο), τὸ δʼ ἡδέως καὶ κεχαρισμένως καὶ ἐπαφροδίτως Λυσίᾳ.

τεκμηρίῳ γʼ οὖν οὐκ ἄλλῳ τινὶ κρείττονι χρώμενος ἢ τῷ καθʼ ἡδονὴν ἑρμηνεύεσθαι τὰ ὑπὸ τούτου λεγόμενα ᾧ πολλοὺς ἤδη τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ πεπιστευμένων ὑπὸ τοῦ πλήθους, ὡς εἰσὶν ἐν τοῖς πάνυ γνησίοις Λυσίου, καὶ τά γε ἄλλα οὐκ ἀτόπως ἔχοντας, ὅτι τὴν χάριν οὐ προσβάλλουσι τὴν Λυσιακὴν οὐδὲ τὴν εὐστομίαν ἔχουσιν ἐκείνης τῆς λέξεως, ὑποπτεύσας τε καὶ βασανίσας εὗρον οὐκ ὄντας Λυσίου. ὧν ἐστι καὶ ὁ περὶ τῆς Ἰφικράτους εἰκόνος, ὃν οἶδʼ ὅτι πολλοὶ καὶ χαρακτῆρα ἡγήσαιντο ἂν καὶ κανόνα τῆς ἐκείνου δυνάμεως. οὗτος μέντοι ὁ λόγος ὁ καὶ τοῖς ὀνόμασιν ἡρμηνεῦσθαι δοκῶν ἰσχυρῶς καὶ τοῖς ἐνθυμήμασιν εὑρῆσθαι περιττῶς καὶ ἄλλας πολλὰς ἀρετὰς ἔχων ἄχαρίς ἐστι καὶ πολλοῦ δεῖ τὸ Λυσιακὸν ἐπιφαίνειν στόμα. μάλιστα δʼ ἐγένετό μοι καταφανὴς ὅτι οὐχ ὑπʼ ἐκείνου τοῦ ῥήτορος ἐγράφη, τοὺς χρόνους ἀναλογισαμένῳ. εἰ γὰρ ὀγδοηκονταετῆ γενόμενον

p.21
θήσει τις τελευτῆσαι Λυσίαν ἐπὶ Νίκωνος ἢ ἐπὶ Ναυσινίκου ἄρχοντος, ἑπτὰ ἔτεσιν ὅλοις ἂν εἴη προτεροῦσα τῆς γραφῆς τοῦ ψηφίσματος ἡ τελευτὴ τοῦ ῥήτορος. μετὰ γὰρ Ἀλκισθένην ἄρχοντα, ἐφʼ οὗ τὴν εἰρήνην Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι καὶ βασιλεὺς ὤμοσαν, ἀποδοὺς τὰ στρατεύματα Ἰφικράτης ἰδιώτης γίνεται καὶ τὸ περὶ τῆς εἰκόνος ἦν τότʼ ἔτεσιν ἑπτὰ πρότερον τετελευτηκότος τῆς γραφῆς Λυσίου, πρὸ τοῦ συντάξασθαι τοῦτον τὸν ἀγῶνα Ἰφικράτει. ὁμοίως δὲ καὶ τὴν ἀπολογίαν τοῦ ἀνδρὸς καὶ αὐτὴν εἰς Λυσίαν ἀναφερομένην φερομένην οὔτε τοῖς πράγμασιν ἀτόπως ἔχουσαν οὔτε τοῖς ὀνόμασιν ἀσθενῶς διʼ ὑποψίας ἔλαβον οὐκ ἐπανθούσης τῇ λέξει τῆς Λυσιακῆς χάριτος· καὶ παραθεὶς τοὺς χρόνους οὐκ ὀλίγοις ἔτεσιν εὗρον ὑστεροῦσαν τῆς τελευτῆς τοῦ ῥήτορος ἀλλὰ καὶ εἴκοσιν ὅλοις. ἐν γὰρ τῷ συμμαχικῷ πολέμῳ τὴν εἰσαγγελίαν Ἰφικράτης ἠγώνισται καὶ τὰς εὐθύνας ὑπέσχηκε τῆς στρατηγίας, ὡς ἐξ αὐτοῦ γίνεται τοῦ λόγου καταφανές· οὗτος δὲ ὁ πόλεμος πίπτει κατὰ Ἀγαθοκλέα καὶ Ἐλπίνην ἄρχοντας. ὅτου μὲν οὖν εἰσι λόγοι τοῦ ῥήτορος οἱ περί τε τῆς εἰκόνος καὶ τῆς προδοσίας, οὐκ ἔχω βεβαίως εἰπεῖν. ὅτι δὲ ἑνὸς ἀμφότεροι, πολλοῖς τεκμηρίοις
p.22
ἔχοιμʼ ἂν εἰπεῖν· ἡ γὰρ αὐτὴ προαίρεσίς τε καὶ δύναμις ἐν ἀμφοτέροις, ὑπὲρ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι διασκοπεῖν. εἰκάζω δὲ Ἰφικράτους εἶναι αὐτούς· καὶ γὰρ τὰ πολέμια δεινὸς ὁ ἀνὴρ καὶ ἐν λόγοις οὐκ εὐκαταφρόνητος, ἥ τε λέξις ἐν ἀμφοῖν πολὺ τὸ φορτικὸν καὶ στρατιωτικὸν ἔχει καὶ οὐχ οὕτως ἐμφαίνει ῥητορικὴν ἀγχίνοιαν ὡς στρατιωτικὴν αὐθάδειαν καὶ ἀλαζονείαν. ἀλλʼ ὑπὲρ μὲν τούτων ἑτέρωθι δηλωθήσεται διὰ πλειόνων.