De Lysia
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
ἑνὸς ἔτι παράδειγμα θήσω λόγου συμβουλευτικοῦ, ἵνα καὶ τούτου τοῦ γένους τῶν λόγων ὁ χαρακτὴρ γένηται σαφής.
ὑπόθεσιν δὲ περιείληφε τὴν περὶ τοῦ μὴ καταλῦσαι τὴν πάτριον πολιτείαν Ἀθήνησι. τοῦ γὰρ δήμου κατελθόντος ἐκ Πειραιῶς καὶ ψηφισαμένου διαλύσασθαι πρὸς τοὺς ἐν ἄστει καὶ μηδενὸς τῶν γενομένων μνησικακεῖν,
p.49
δέους δὲ ὄντος μὴ πάλιν τὸ πλῆθος ἐς τοὺς εὐπόρους ὑβρίζῃ τὴν ἀρχαίαν ἐξουσίαν κεκομισμένον καὶ πολλῶν ὑπὲρ τούτου γινομένων λόγων Φορμίσιός τις τῶν συγκατελθόντων μετὰ τοῦ δήμου γνώμην εἰσηγήσατο τοὺς μὲν φεύγοντας κατιέναι, τὴν δὲ πολιτείαν μὴ πᾶσιν, ἀλλὰ τοῖς τὴν γῆν ἔχουσι παραδοῦναι, βουλομένων ταῦτα γενέσθαι καὶ Λακεδαιμονίων. ἔμελλον δὲ τοῦ ψηφίσματος τούτου κυρωθέντος πεντακισχίλιοι σχεδὸν Ἀθηναίων ἀπελαθήσεσθαι τῶν κοινῶν. ἵνα δὴ μὴ τοῦτο γένοιτο, γράφει τὸν λόγον τόνδε ὁ Λυσίας τῶν ἐπισήμων τινὶ καὶ πολιτευομένων. εἰ μὲν οὖν ἐρρήθη τότε, ἄδηλον· σύγκειται γοῦν ὡς πρὸς ἀγῶνα ἐπιτηδείως. ἔστι δὲ ὅδε·