De Lysia

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

εἰ μὲν μὴ μεγάλα ἦν τὰ διαφέροντα, ὦ ἄνδρες δικασταί, οὐκ ἄν ποτε εἰς ὑμᾶς εἰσελθεῖν τούτους εἴασα, νομίζων αἴσχιστον εἶναι πρὸς τοὺς οἰκείους διαφέρεσθαι, εἰδὼς ὅτι οὐ μόνον οἱ ἀδικοῦντες χείρους ὑμῖν εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οἵτινες ἂν ἔλαττον ὑπὸ τῶν προσηκόντων ἔχοντες ἀνέχεσθαι μὴ δύνωνται. ἐπειδὴ μέντοι, ὦ ἄνδρες δικασταί, πολλῶν χρημάτων ἀπεστέρηνται καὶ πολλὰ καὶ δεινὰ πεπονθότες ὑφʼ ὦν ἥκιστα ἐχρῆν ἐπʼ ἐμὲ κηδεστὴν ὄντα κατέφυγον, ἀνάγκη

p.34
μοι γεγένηται εἰπεῖν ὑπὲρ αὐτῶν. ἔχω δὲ τούτων μὲν ἀδελφὴν Διογείτονος δὲ θυγατριδῆν· καὶ πολλὰ δεηθεὶς ἀμφοτέρων τὸ μὲν πρῶτον ἔπεισʼ αὐτοὺς τοῖς φίλοις ἐπιτρέψαι δίαιταν, περὶ πολλοῦ ποιούμενος τὰ τούτων πράγματα μηδένα τῶν ἄλλων εἰδέναι. ἐπειδὴ δὲ Διογείτων, ἃ φανερῶς ἔχων ἐξηλέγχετο, περὶ τούτων οὐδενὶ τῶν αὑτοῦ φίλων ἐτόλμα πείθεσθαι, ἀλλʼ ἠβουλήθη καὶ φεύγειν δίκας καὶ μὴ οὔσας διώκειν καὶ ὑπομεῖναι τοὺς ἐσχάτους κινδύνους μᾶλλον ἢ τὰ δίκαια ποιήσας ἀπηλλάχθαι τῶν πρὸς τούτους ἐγκλημάτων, ὑμῶν δέομαι, ἐὰν μὲν ἀποδείξω οὕτως αἰσχρῶς αὐτοὺς ἐπιτετροπευμένους ὑπὸ τοῦ πάππου, ὡς οὐδεὶς πώποτε ὑπὸ τῶν οὐδὲν προσηκόντων ἐν τῇ πόλει, βοηθεῖν αὐτοῖς τὰ δίκαια· εἰ δὲ μή, τούτῳ μὲν ἅπαντα πιστεύειν, ἡμᾶς δὲ εἰς τὸν λοιπὸν χρόνον ἡγεῖσθαι χείρους εἶναι. ἐξ ἀρχῆς δʼ ὑμᾶς περὶ αὐτῶν διδάξαι πειράσομαι.

τοῦτο τὸ προοίμιον ἁπάσας ἔχει τὰς ἀρετάς, ὅσας δεῖ τὸ προοίμιον ἔχειν. δηλώσουσι δὲ οἱ κανόνες αὐτῷ παρατεθέντες οἱ τῶν τεχνῶν. ἅπαντες γὰρ δή που παραγγέλλουσιν οἱ συνταξάμενοι τὰς τέχνας, ὅταν πρὸς οἰκείους ὁ ἀγών, σκοπεῖν ὅπως μὴ πονηροὶ μηδὲ φιλοπράγμονες οἱ κατήγοροι φανήσονται. κελεύουσίν

p.35
τε πρῶτον μὲν τὴν αἰτίαν εἰς τοὺς ἀντιδίκους περιιστάναι καὶ τοῦ ἐγκλήματος καὶ τοῦ ἀγῶνος καὶ λέγειν, ὅτι μεγάλα τἀδικήματα καὶ οὐκ ἐνῆν αὐτὰ μετρίως ἐνεγκεῖν καὶ ὅτι ὑπὲρ ἀναγκαιοτέρων προσώπων ὁ ἀγὼν καὶ ἐρήμων καὶ ἧττον ὑπεροφθῆναι ἀξίων, οἷς μὴ βοηθοῦντες κακίους ἂν ἐφάνησαν· καὶ ὅτι προκαλούμενοι τοὺς ἀντιδίκους εἰς διαλλαγὰς καὶ φίλοις τὰ πράγματα ἐπιτρέποντες καὶ τὰ δυνατὰ ἐλαττοῦσθαι ὑπομένοντες οὐδενὸς ἠδυνήθησαν τυχεῖν τῶν μετρίων. ταῦτα μὲν δὴ παραγγέλλουσι ποιεῖν οἱ τεχνογράφοι, ἵνα τὸ ἦθος τοῦ λέγοντος ἐπιεικέστερον εἶναι δόξῃ. δύναται δὲ αὐτοῖς εὔνοιαν τοῦτο ποιεῖν καὶ ἔστι κράτιστον τῆς κατασκευῆς μέρος. ταῦθʼ ὁρῶ πάντα διὰ τοῦ προοιμίου τοῦδε γεγονότα. καὶ μὴν εἴς γε τὸ εὐμαθεῖς τοὺς ἀκροατὰς ποιῆσαι κελεύουσι συστρέψαντας εἰπεῖν τὸ πρᾶγμα, ἵνα μὴ ἀγνοῶσι τὴν ὑπόθεσιν οἱ δικασταί, καὶ οἷά περ ἂν ᾖ τὰ μέλλοντα λέγεσθαι, τοιοῦτο καὶ τὸ προοίμιον ὑποτίθεσθαι ἀπʼ ἀρχῆς καὶ δεῖγμα τοῦ πράγματος ποιουμένους κατευθὺ ἀπʼ ἐνθυμημάτων πειρᾶσθαι ἄρχεσθαι. ἔχει δὴ καὶ ταῦτα τὸ προοίμιον. ἔτι περὶ τῆς προσοχῆς ὧδέ πως τεχνολογοῦσιν, ὅτι δεῖ τὸν προσεκτικοὺς μέλλοντα ποιεῖν τοὺς ἀκροατὰς καὶ λέγειν θαυμαστὰ καὶ παράδοξα καὶ δεῖσθαι τῶν δικαστῶν ἀκοῦσαι. φαίνεται δὴ καὶ ταῦτα πεποιηκὼς ὁ Λυσίας. καὶ πρόσεστι τούτοις τὸ λεῖον
p.36
τῆς ἑρμηνείας καὶ τὸ ἀφελὲς τῆς κατασκευῆς, ὦν μάλιστα δεῖ τοῖς ὑπʼ οἰκείων προοιμιαζομένοις. ἄξιον δὲ καὶ τὴν διήγησιν ὡς ᾠκονόμηται καταμαθεῖν. ἔχει δὲ οὕτως·

ἀδελφοὶ ἦσαν, ὦ ἄνδρες δικασταί, Διόδοτος καὶ Διογείτων ὁμοπάτριοι καὶ ὁμομήτριοι. καὶ τὴν μὲν ἀφανῆ οὐσίαν ἐνείμαντο, τῆς δὲ φανερᾶς ἐκοινώνουν. ἐργασαμένου δὲ Διοδότου κατʼ ἐμπορίαν πολλὰ χρήματα πείθει αὐτὸν Διογείτων λαβεῖν τὴν ἑαυτοῦ θυγατέρα, ἥ περ ἦν αὐτῷ μόνη. καὶ γίνονται αὐτῷ υἱοὶ δύο καὶ θυγάτηρ. χρόνῳ δὲ ὕστερον καταλεγεὶς Διόδοτος μετὰ Θρασύλλου τῶν ὁπλιτῶν, καλέσας τὴν ἑαυτοῦ γυναῖκα ἀδελφιδῆν οὖσαν καὶ τὸν ἐκείνης μὲν πατέρα αὑτοῦ δὲ κηδεστὴν καὶ ἀδελφὸν ὁμοπάτριον, πάππον δὲ τῶν παιδίων καὶ θεῖον, ἡγούμενος διὰ ταύτας τὰς ἀναγκαιότητας οὐδενὶ μᾶλλον προσήκειν δικαίῳ περὶ τοὺς αὑτοῦ παῖδας γενέσθαι, διαθήκην αὐτῷ δίδωσι καὶ πέντε τάλαντα ἀργυρίου παρακαταθήκην, ναυτικὰ δὲ ἀπέδειξεν ἐκδεδομένα ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, . . . δισχιλίας δὲ ὀφειλομένας ἐν Χερρονήσῳ. ἐπέσκηψε δέ, ἐάν τι πάθῃ, τάλαντον

p.37
μὲν ἐπιδοῦναι τῇ γυναικὶ καὶ τὰ ἐν τῷ δωματίῳ δοῦναι, τάλαντον δὲ τῇ θυγατρί. κατέλιπε δὲ καὶ εἴκοσι μνᾶς τῇ γυναικὶ καὶ τριάκοντα στατῆρας Κυζικηνούς. ταῦτα δὲ πράξας καὶ οἴκοι ἀντίγραφα καταλιπὼν ᾤχετο στρατευσόμενος μετὰ Θρασύλλου. ἀποθανόντος δὲ ἐκείνου ἐν Ἐφέσῳ Διογείτων τὴν μὲν θυγατέρα ἔκρυπτε τὸν θάνατον τοῦ ἀνδρὸς καὶ τὰ γράμματα λαμβάνει, ἃ κατέλιπε σεσημασμένα, φάσκων τὰ ναυτικὰ χρήματα δεῖν ἐκ τούτων τῶν γραμματείων κομίσασθαι. ἐπειδὴ δὲ χρόνῳ ἐδήλωσε τὸν θάνατον αὐτοῖς καὶ ἐποίησαν τὰ νομιζόμενα, τὸν μὲν πρῶτον ἐνιαυτὸν ἐν Πειραιεῖ διῃτῶντο· ἅπαντα γὰρ αὐτοῦ κατελέλειπτο τὰ ἐπιτήδεια. ἐκείνων δʼ ἐπιλειπόντων τοὺς μὲν παῖδας εἰς ἄστυ ἀναπέμπει, τὴν δὲ μητέρα αὐτῶν ἐκδίδωσιν ἐπιδοὺς πεντακισχιλίας δραχμάς, χιλίαις ἔλαττον ὧν ὁ ἀνὴρ αὐτῆς ἔδωκεν. ὀγδόῳ δʼ ἔτει δοκιμασθέντος μετὰ ταῦτα τοῦ πρεσβυτέρου τοῖν μειρακίοιν καλέσας αὐτοὺς εἷπε Διογείτων, ὅτι καταλείποι αὐτοῖς ὁ πατὴρ εἴκοσι μνᾶς ἀργυρίου καὶ τριάκοντα στατῆρας. ἐγὼ οὖν πολλὰ τῶν ἐμαυτοῦ δεδαπάνηκα εἰς τὴν ὑμετέραν τροφήν. καὶ ἕως μὲν εἶχον, οὐδέν μοι διέφερεν· νυνὶ δὲ καὶ αὐτὸς ἀπόρως διάκειμαι. σὺ οὖν, ἐπειδὴ δεδοκίμασαι καὶ ἀνὴρ γεγένησαι, σκόπει αὐτὸς ἤδη, πόθεν ἕξεις
p.38
τὰ ἐπιτήδεια. ταῦτʼ ἀκούσαντες, ἐκπεπληγμένοι καὶ δακρύοντες ᾤχοντο πρὸς τὴν μητέρα καὶ παραλαβόντες ἐκείνην ἧκον πρὸς ἐμέ, οἰκτρῶς ὑπὸ τοῦ πάθους διακείμενοι καὶ ἀθλίως ἐκπεπτωκότες, κλαίοντες καὶ παρακαλοῦντές με μὴ περιιδεῖν αὐτοὺς ἀποστερηθέντας τῶν πατρῴων μηδʼ εἰς πτωχείαν καταστάντας, ὑβρισμένους ὑφʼ ὧν ἥκιστα ἐχρῆν, ἀλλὰ βοηθῆσαι καὶ τῆς ἀδελφῆς ἕνεκα καὶ σφῶν αὐτῶν. πολλὰ ἂν εἴη λέγειν, ὅσον πένθος ἐν τῇ ἐμῇ οἰκίᾳ ἦν ἐν ἐκείνῳ τῷ χρόνῳ. τελευτῶσα δὲ ἡ μήτηρ αὐτῶν ἠντιβόλει με καὶ ἱκέτευσε συναγαγεῖν αὐτῆς τὸν πατέρα καὶ τοὺς φίλους, εἰποῦσα ὅτι, εἰ καὶ μὴ πρότερον εἴθισται λέγειν ἐν ἀνδράσι, τὸ μέγεθος αὐτὴν ἀναγκάσει τῶν συμφορῶν περὶ τῶν σφετέρων κακῶν δηλῶσαι πάντα πρὸς ἡμᾶς. ἐλθὼν δʼ ἐγὼ ἠγανάκτουν μὲν πρὸς Ἡγήμονα τὸν ἔχοντα τὴν τούτου θυγατέρα, λόγους δʼ ἐποιούμην πρὸς τοὺς ἄλλους ἐπιτηδείους, ἠξίουν δὲ τοῦτον εἰς ἔλεγχον ἰέναι περὶ τῶν πραγμάτων. Διογείτων δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελε, τελευτῶν δὲ ὑπὸ τῶν φίλων ἠναγκάσθη. ἐπειδὴ δὲ συνήλθομεν, ἤρετο αὐτὸν ἡ γυνή, τίνα ποτὲ ψυχὴν ἔχων ἀξιοῖ περὶ τῶν παίδων τοιαύτῃ γνώμῃ χρῆσθαι, ἀδελφὸς μὲν ὢν τοῦ πατρὸς αὐτῶν, πατὴρ δʼ ἐμός, θεῖος δὲ αὐτοῖς καὶ πάππος. καὶ εἰ μηδένα ἀνθρώπων ᾐσχύνου, τοὺς θεοὺς ἐχρῆν σε, φησί, δεδιέναι, ὃς ἔλαβες μέν, ὅτʼ ἐκεῖνος ἐξέπλει, πέντε τάλαντα παρʼ
p.39
αὐτοῦ παρακαταθήκην, καὶ περὶ τούτων ἐγὼ θέλω τοὺς παῖδας παραστησαμένη καὶ τούτους καὶ τοὺς ὕστερον ἐμαυτῇ γενομένους ὀμόσαι, ὅπου ἂν οὗτος λέγῃ· καίτοι οὐχ οὕτως ἐγώ εἰμι ἀθλία οὐδʼ οὕτω περὶ πολλοῦ ποιοῦμαι χρήματα ὥστʼ ἐπιορκήσασα κατὰ τῶν παίδων τῶν ἐμαυτῆς τὸν βίον καταναλίσκειν, ἀδίκως δὲ ἀφελέσθαι τὴν τοῦ πατρὸς οὐσίαν. ἔτι τοίνυν ἐξήλεγχεν αὐτὴ ἑπτὰ τάλαντα κεκομισμένον ναυτικὰ καὶ τετρακισχιλίας δραχμὰς καὶ τούτων τὰ γράμματʼ ἀπέδειξεν. ἐν γὰρ τῇ διοικίσει, ὅτʼ ἐκ Κολλυτοῦ διῳκίζετο εἰς τὴν Φαίδρου οἰκίαν, τοὺς παῖδας ἐπιτυχόντας ἐκβεβλημένῳ βιβλίῳ ἐνεγκεῖν πρὸς αὐτήν. ἀπέφηνε δʼ αὐτὸν ἑκατὸν μνᾶς κεκομισμένον ἐγγείῳ ἐπὶ τόκῳ δεδανεισμένας καὶ ἑτέρας δισχιλίας δραχμὰς καὶ ἔπιπλα πολλοῦ ἄξια, φοιτᾶν δὲ καὶ σῖτον αὐτοῖς ἐκ Χερρονήσου καθʼ ἕκαστον ἐνιαυτόν. ἔπειτα σὺ ἐτόλμησας, ἔφη, εἰπεῖν, ἔχων τοσαῦτα χρήματα, ὡς δισχιλίας δραχμὰς ὁ τούτων πατὴρ κατέλιπε καὶ τριάκοντα στατῆρας; ἅ περ ἐμοὶ καταλειφθέντα ἐκείνου τελευτήσαντος ἐγώ σοι ἔδωκα· καὶ ἐκβάλλειν τούτους ἠξίωκας θυγατριδοῦς ὄντας ἐκ τῆς οἰκίας τῆς αὑτῶν ἐν τριβωνίοις, ἀνυποδήτους, οὐ μετὰ ἀκολούθου,
p.40
οὐ μετὰ στρωμάτων, οὐ μετὰ ἱματίων, οὐ μετὰ τῶν ἐπίπλων, ἃ ὁ πατὴρ αὐτοῖς κατέλιπεν, οὐδὲ μετὰ τῶν παρακαταθηκῶν, ἃς ἐκεῖνος παρὰ σοὶ κατέθετο. καὶ νῦν τοὺς μὲν ἐκ τῆς μητρυιᾶς τῆς ἐμῆς παιδεύεις ἐν πολλοῖς χρήμασιν εὐδαίμονας ὄντας (καὶ ταῦτα μὲν καλῶς ποιεῖς), τοὺς δʼ ἐμοὺς ἀδικεῖς, οὓς ἀτίμους ἐκ τῆς οἰκίας ἐκβαλὼν ἀντὶ πλουσίων πτωχοὺς ἀποδεῖξαι προθυμεῖ. καὶ ἐπὶ τοιούτοις ἔργοις οὔτε τοὺς θεοὺς φοβεῖ οὔτε ἐμὲ τὴν συνειδυῖαν αἰσχύνῃ οὔτε τοῦ ἀδελφοῦ μέμνησαι, ἀλλὰ πάντας ἡμᾶς περὶ ἐλάττονος ποιεῖ χρημάτων. τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, πολλῶν καὶ δεινῶν ὑπὸ τῆς γυναικὸς ῥηθέντων οὕτω διετέθημεν πάντες οἱ παρόντες ὑπὸ τῶν τούτῳ πεπραγμένων καὶ τῶν λόγων τῶν ἐκείνης, ὁρῶντες μὲν τοὺς παῖδας οἷα ἦσαν πεπονθότες, ἀναμιμνησκόμενοι δὲ τοῦ ἀποθανόντος, ὡς ἀνάξιον τῆς οὐσίας τὸν ἐπίτροπον κατέλιπεν, ἐνθυμούμενοι δέ, ὡς χαλεπὸν ἐξευρεῖν ὅτῳ χρὴ περὶ τῶν ἑαυτοῦ πιστεῦσαι· ὥστε, ὧ ἄνδρες δικασταί, μηδένα τῶν παρόντων δύνασθαι φθέγξασθαι, ἀλλὰ καὶ δακρύοντας μὴ ἧττον τῶν πεπονθότων ἀπιόντας οἴχεσθαι σιωπῇ.

ἵνα δὲ καὶ ὁ τῶν ἀποδείξεων χαρακτὴρ καταφανὴς γένηται, θήσω καὶ τὰ ἐπὶ τούτοις λεγόμενα. τὰς μὲν

p.41
οὖν ἰδίας πίστεις, ὡς οὐ πολλῶν ἔτι λόγων δεομένας, δι’ αὐτῶν βεβαιοῦται τῶν μαρτύρων οὐδὲν ἕτερον ἢ τοῦτο εἰπών· πρῶτον μὲν οὖν τούτων ἀνάβητέ μοι μάρτυρες. τὰ δὲ τοῦ ἀντιδίκου δίκαια διχῇ νείμας, ὡς τὰ μὲν ὁμολογήσαντος αὐτοῦ λαβεῖν καὶ εἰς τὰς τροφὰς τῶν ὀρφανῶν ἀνηλωκέναι σκηψαμένου, τὰ δὲ ἐξάρνου γενηθέντος εἰληφέναι κἄπειτα ἐλεγχθέντος, ὑπὲρ ἀμφοτέρων ποιεῖται τὸν λόγον τὰς δὲ δαπάνας οὐχ ἃς ἐκεῖνος ἀπέφηνε γενέσθαι λέγων καὶ περὶ τῶν ἀμφιβόλων τὰς πίστεις ἀποδιδούς·