De Lysia

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

ὥστε εἴ τις ἀξιοίη λόγῳ διδαχθῆναι ταύτην τὴν δύναμιν, ἥ τίς ποτʼ ἐστίν, οὐκ ἂν φθάνοι καὶ ἄλλων πολλῶν καὶ καλῶν πραγμάτων δυσεκλαλήτων ἀπαιτῶν λόγον· λέγω δὲ ἐπὶ κάλλους μὲν σωμάτων, τί δή ποτε τοῦτʼ ἐστίν, ὃ καλοῦμεν ὥραν, ἐπὶ κινήσεως δὲ μελῶν καὶ πλοκῆς φθόγγων, τί λέγεται τὸ εὐάρμοστον, ἐπὶ συμμετρίας δὲ χρόνων, τίς ἡ τάξις καὶ τί τὸ εὔρυθμον, καὶ ἐπὶ παντὸς δὲ συλλήβδην ἔργου τε καὶ πράγματος, τίς ὁ λεγόμενος καιρὸς καὶ ποῦ τὸ μέτριον.

p.19
αἰσθήσει γὰρ τούτων ἕκαστον καταλαμβάνεται καὶ οὐ λόγῳ. ὥσθʼ ὅπερ οἱ μουσικοὶ παραγγέλλουσι ποιεῖν τοῖς βουλομένοις ἀκούειν ἀκριβῶς ἁρμονίας, ὥστε μηδὲ τὴν ἐλαχίστην ἐν τοῖς διαστήμασι δίεσιν ἀγνοεῖν, τὴν ἀκοὴν ἐθίζειν καὶ μηδὲν ἄλλο ταύτης ἀκριβέστερον ζητεῖν κριτήριον, τοῦτο κἀγὼ τοῖς ἀναγινώσκουσι τὸν Λυσίαν καὶ τίς ἡ παρʼ αὐτῷ χάρις ἐστὶ βουλομένοις μαθεῖν ὑποθείμην ἂν ἐπιτηδεύειν, χρόνῳ πολλῷ καὶ μακρᾷ τριβῇ καὶ ἀλόγῳ πάθει τὴν ἄλογον συνασκεῖν αἴσθησιν. ταύτην μέντοι κρατίστην τε ἀρετὴν καὶ χαρακτηρικωτάτην τῆς Λυσίου λέξεως ἔγωγε τίθεμαι, εἴτε φύσεως αὐτὴν δεῖ καλεῖν εὐτυχίαν εἴτε πόνου καὶ τέχνης ἐργασίαν εἴτε μικτὴν ἐξ ἀμφοῖν ἕξιν ἢ δύναμιν, ᾗ πάντας ὑπερέχει τοὺς λοιποὺς ῥήτορας. καὶ ὅταν διαπορῶ περί τινος τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ μὴ ῥᾴδιον ᾖ μοι διὰ τῶν ἄλλων σημείων τἀληθὲς εὑρεῖν, ἐπὶ ταύτην καταφεύγω τὴν ἀρετὴν ὡς ἐπὶ ψῆφον ἐσχάτην. ἔπειτα ἂν μὲν αἱ χάριτες αἱ τῆς λέξεως ἐπικοσμεῖν δοκῶσί μοι τὴν γραφήν, τῆς Λυσίου ψυχῆς αὐτὴν τίθεμαι καὶ οὐδὲν ἔτι πορρωτέρῳ ταύτης σκοπεῖν ἀξιῶ. ἐὰν δὲ μηδεμίαν ἡδονὴν μηδὲ ἀφροδίτην ὁ τῆς λέξεως χαρακτὴρ ἔχῃ, δυσωπῶ καὶ ὑποπτεύω μήποτʼ οὐ Λυσίου ὁ λόγος καὶ οὐκ ἔτι βιάζομαι τὴν
p.20
ἄλογον αἴσθησιν, οὐδʼ ἐὰν πάνυ δεινὸς εἷναι τὰ γοῦν ἄλλα μοι δοκῇ καὶ περιττῶς ἐξειργασμένος ὁ λόγος, τὸ μὲν εὖ γράφειν πολλοῖς οἰόμενος ὑπάρχειν κατά τινας καὶ ἄλλους ἰδίους λέξεως χαρακτῆρας (πολυειδὲς γὰρ τοῦτο), τὸ δʼ ἡδέως καὶ κεχαρισμένως καὶ ἐπαφροδίτως Λυσίᾳ.

τεκμηρίῳ γʼ οὖν οὐκ ἄλλῳ τινὶ κρείττονι χρώμενος ἢ τῷ καθʼ ἡδονὴν ἑρμηνεύεσθαι τὰ ὑπὸ τούτου λεγόμενα ᾧ πολλοὺς ἤδη τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ πεπιστευμένων ὑπὸ τοῦ πλήθους, ὡς εἰσὶν ἐν τοῖς πάνυ γνησίοις Λυσίου, καὶ τά γε ἄλλα οὐκ ἀτόπως ἔχοντας, ὅτι τὴν χάριν οὐ προσβάλλουσι τὴν Λυσιακὴν οὐδὲ τὴν εὐστομίαν ἔχουσιν ἐκείνης τῆς λέξεως, ὑποπτεύσας τε καὶ βασανίσας εὗρον οὐκ ὄντας Λυσίου. ὧν ἐστι καὶ ὁ περὶ τῆς Ἰφικράτους εἰκόνος, ὃν οἶδʼ ὅτι πολλοὶ καὶ χαρακτῆρα ἡγήσαιντο ἂν καὶ κανόνα τῆς ἐκείνου δυνάμεως. οὗτος μέντοι ὁ λόγος ὁ καὶ τοῖς ὀνόμασιν ἡρμηνεῦσθαι δοκῶν ἰσχυρῶς καὶ τοῖς ἐνθυμήμασιν εὑρῆσθαι περιττῶς καὶ ἄλλας πολλὰς ἀρετὰς ἔχων ἄχαρίς ἐστι καὶ πολλοῦ δεῖ τὸ Λυσιακὸν ἐπιφαίνειν στόμα. μάλιστα δʼ ἐγένετό μοι καταφανὴς ὅτι οὐχ ὑπʼ ἐκείνου τοῦ ῥήτορος ἐγράφη, τοὺς χρόνους ἀναλογισαμένῳ. εἰ γὰρ ὀγδοηκονταετῆ γενόμενον

p.21
θήσει τις τελευτῆσαι Λυσίαν ἐπὶ Νίκωνος ἢ ἐπὶ Ναυσινίκου ἄρχοντος, ἑπτὰ ἔτεσιν ὅλοις ἂν εἴη προτεροῦσα τῆς γραφῆς τοῦ ψηφίσματος ἡ τελευτὴ τοῦ ῥήτορος. μετὰ γὰρ Ἀλκισθένην ἄρχοντα, ἐφʼ οὗ τὴν εἰρήνην Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι καὶ βασιλεὺς ὤμοσαν, ἀποδοὺς τὰ στρατεύματα Ἰφικράτης ἰδιώτης γίνεται καὶ τὸ περὶ τῆς εἰκόνος ἦν τότʼ ἔτεσιν ἑπτὰ πρότερον τετελευτηκότος τῆς γραφῆς Λυσίου, πρὸ τοῦ συντάξασθαι τοῦτον τὸν ἀγῶνα Ἰφικράτει. ὁμοίως δὲ καὶ τὴν ἀπολογίαν τοῦ ἀνδρὸς καὶ αὐτὴν εἰς Λυσίαν ἀναφερομένην φερομένην οὔτε τοῖς πράγμασιν ἀτόπως ἔχουσαν οὔτε τοῖς ὀνόμασιν ἀσθενῶς διʼ ὑποψίας ἔλαβον οὐκ ἐπανθούσης τῇ λέξει τῆς Λυσιακῆς χάριτος· καὶ παραθεὶς τοὺς χρόνους οὐκ ὀλίγοις ἔτεσιν εὗρον ὑστεροῦσαν τῆς τελευτῆς τοῦ ῥήτορος ἀλλὰ καὶ εἴκοσιν ὅλοις. ἐν γὰρ τῷ συμμαχικῷ πολέμῳ τὴν εἰσαγγελίαν Ἰφικράτης ἠγώνισται καὶ τὰς εὐθύνας ὑπέσχηκε τῆς στρατηγίας, ὡς ἐξ αὐτοῦ γίνεται τοῦ λόγου καταφανές· οὗτος δὲ ὁ πόλεμος πίπτει κατὰ Ἀγαθοκλέα καὶ Ἐλπίνην ἄρχοντας. ὅτου μὲν οὖν εἰσι λόγοι τοῦ ῥήτορος οἱ περί τε τῆς εἰκόνος καὶ τῆς προδοσίας, οὐκ ἔχω βεβαίως εἰπεῖν. ὅτι δὲ ἑνὸς ἀμφότεροι, πολλοῖς τεκμηρίοις
p.22
ἔχοιμʼ ἂν εἰπεῖν· ἡ γὰρ αὐτὴ προαίρεσίς τε καὶ δύναμις ἐν ἀμφοτέροις, ὑπὲρ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι διασκοπεῖν. εἰκάζω δὲ Ἰφικράτους εἶναι αὐτούς· καὶ γὰρ τὰ πολέμια δεινὸς ὁ ἀνὴρ καὶ ἐν λόγοις οὐκ εὐκαταφρόνητος, ἥ τε λέξις ἐν ἀμφοῖν πολὺ τὸ φορτικὸν καὶ στρατιωτικὸν ἔχει καὶ οὐχ οὕτως ἐμφαίνει ῥητορικὴν ἀγχίνοιαν ὡς στρατιωτικὴν αὐθάδειαν καὶ ἀλαζονείαν. ἀλλʼ ὑπὲρ μὲν τούτων ἑτέρωθι δηλωθήσεται διὰ πλειόνων.