De Lysia
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
Λυσίας ὁ Κεφάλου Συρακουσίων μὲν ἦν γονέων, ἐγεννήθη δὲ Ἀθήνησι μετοικοῦντι τῷ πατρὶ καὶ συνεπαιδεύθη τοῖς ἐπιφανεστάτοις Ἀθηναίων. ἔτη δὲ πεντεκαίδεκα γεγονὼς εἰς Θουρίους ᾤχετο πλέων σὺν ἀδελφοῖς δυσίν, κοινωνήσων τῆς ἀποικίας, ἣν ἔστελλον Αθηναῖοί τε καὶ ἡ ἄλλη Ἑλλὰς δωδεκάτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ διετέλεσεν αὐτόθι πολιτευόμενος ἐν εὐπορίᾳ πολλῇ καὶ παιδευόμενος παρὰ Τισίᾳ τε καὶ Νικίᾳ μέχρι τῆς συμφορᾶς τῆς κατασχούσης Ἀθηναίους ἐν Σικελίᾳ. μετʼ ἐκεῖνο δὲ τὸ πάθος στασιάσαντος τοῦ δήμου ἐκπίπτει σὺν ἄλλοις τριακοσίοις ἀττικισμὸν ἐγκληθείς. καὶ παραγενόμενος αὖθις εἰς Ἀθήνας κατὰ ἄρχοντα Καλλίαν, ἕβδομον καὶ τετταρακοστὸν ἔτος ἔχων, ὡς ἄν τις εἰκάσειεν, ἐξ ἐκείνου τοῦ χρόνου διετέλεσε τὰς διατριβὰς ποιούμενος Ἀθήνησι. πλείστους δὲ γράψας λόγους εἰς δικαστήριά τε καὶ βουλὰς καὶ πρὸς ἐκκλησίας εὐθέτους,
καθαρός ἐστι τὴν ἑρμηνείαν πάνυ καὶ τῆς Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας, ᾗ κέχρηται Πλάτων τε καὶ Θουκυδίδης, ἀλλὰ τῆς κατʼ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ὡς ἔστι τεκμήρασθαι τοῖς τε Ἀνδοκίδου λόγοις καὶ τοῖς Κριτίου καὶ ἄλλοις συχνοῖς. κατὰ τοῦτο μὲν δὴ τὸ μέρος, ὅ πέρ ἐστι πρῶτόν τε καὶ κυριώτατον ἐν λόγοις, λέγω δὲ τὸ καθαρεύειν τὴν διάλεκτον, οὐθεὶς τῶν μεταγενεστέρων αὐτὸν ὑπερεβάλετο, ἀλλʼ οὐδὲ μιμήσασθαι πολλοὶ δύναμιν ἔσχον ὅτι μὴ μόνος Ἰσοκράτης· καθαρώτατος γὰρ δὴ τῶν ἄλλων μετὰ Λυσίαν ἐν τοῖς ὀνόμασιν οὗτος ἔμοιγε δοκεῖ γενέσθαι ὁ ἀνήρ. μίαν μὲν δὴ ταύτην ἀρετὴν ἀξίαν ζήλου καὶ μιμήσεως εὑρίσκω παρὰ τῷ