Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

βουλόμενοι δὴ τὸ στασιάζον ἐκ τῆς στρατιᾶς ἐξελεῖν εἰς τέλος καὶ καταστῆσαι πάλιν εἰς τὴν ἐξ ἀρχῆς ὁμόνοιαν ἅπαν τὸ πλῆθος, καὶ εἰς ἓν τοῦτο πᾶσαν εἰσφερόμενοι βουλήν τε καὶ πρόνοιαν, ἐπειδὴ οὔτε κολάσει μέρους τινὸς σωφρονέστερον ἀποδοῦναι τὸ λοιπὸν ἦν, πολὺ καὶ αὔθαδες ὑπάρχον καὶ τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχον, οὔτε πειθοῖ προσαγαγέσθαι λόγων τοὺς οὐδὲ πεισθῆναι βουλομένους, δύο ταύτας ὑπέλαβον ἔσεσθαι τῶν στασιαζόντων αἰτίας τῆς διαλλαγῆς, τοῖς μὲν ἐπιεικεστέρας μετειληφόσι φύσεως — ἐνῆν γάρ τι καὶ τοιοῦτον ἐν τῷ πολλῷ — τὴν ἐπὶ τοῖς ὀνειδισμοῖς τῶν πολεμίων αἰσχύνην, τοῖς δὲ δυσαγώγοις ἐπὶ τὸ καλόν,

ἣν ἅπασα δέδοικεν ἀνθρώπου φύσις ἀνάγκην. ἵνα δὴ ταῦτα γένοιτο ἀμφότερα, ἐφῆκαν τοῖς πολεμίοις λόγῳ τʼ αἰσχύνειν κακίζοντας σφῶν ὡς ἄνανδρον τὴν ἡσυχίαν, καὶ ἔργοις ὑπεροψίας τε καὶ καταφρονήσεως πολλῆς γινομένοις ἀναγκάζειν ἀγαθοὺς γενέσθαι τοὺς ἑκουσίως

v.3p.283
εἶναι μὴ βουλομένους. γινομένων γὰρ τούτων πολλὰς ἐλπίδας εἶχον ἥξειν ἐπὶ τὸ στρατήγιον ἅπαντας ἀγανακτοῦντας καὶ καταβοῶντας καὶ κελεύοντας ἡγεῖσθαι σφῶν ἐπὶ τοὺς πολεμίους· ὅπερ καὶ συνέβη.

ὡς γὰρ ἤρξαντο τὰς ἐξόδους τοῦ χάρακος ἀποταφρεύειν τε καὶ ἀποσταυροῦν οἱ πολέμιοι, δυσανασχετήσαντες οἱ Ῥωμαῖοι ἐπὶ τῷ ἔργῳ, τέως μὲν κατʼ ὀλίγους, ἔπειτʼ ἀθρόοι συντρέχοντες ἐπὶ τὰς σκηνὰς τῶν ὑπάτων ἐκεκράγεσάν τε καὶ προδοσίαν αὐτοῖς ἐνεκάλουν, καὶ εἰ μή τις ἡγήσεται σφίσι τῆς ἐξόδου, δίχα ἐκείνων αὐτοὶ τὰ ὅπλα ἔχοντες ἐπὶ τοὺς πολεμίους ἔλεγον ἐξελεύσεσθαι.

ὡς δʼ ἐξ ἁπάντων ἐγίνετο τοῦτο, παρεῖναι τὸν χρόνον, ὃν περιέμενον, οἱ στρατηγοὶ νομίσαντες ἐκέλευον τοῖς ὑπηρέταις συγκαλεῖν τὸ πλῆθος εἰς ἐκκλησίαν· καὶ προελθὼν Φάβιος τοιάδε εἶπε·