Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

διαφθαρέντων δὲ τούτων ἐπαρθέντες οἱ Αἰκανοὶ τῷ προτερήματι παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, τήν τε τοῦ Ποπλίου κεφαλὴν ἐπὶ δορατίου

v.3p.390
πεπηγυῖαν ἀνατείνοντες καὶ τῶν ἄλλων ἀνδρῶν τῶν ἐπιφανῶν, ὡς δὴ τούτῳ καταπληξόμενοι τοὺς ἔνδον καὶ ἀναγκάσοντες παραδοῦναι σφίσι τὰ ὅπλα. τοῖς δʼ ἄρα πρὸς μὲν τὴν συμφορὰν τῶν ἀπολωλότων ἔλεός τις παρέστη καὶ ἀνεκλάοντο αὐτῶν τὴν τύχην, πρὸς δὲ τὸν ἀγῶνα θράσος διπλάσιον ἐνέφυ, καὶ τοῦ νικᾶν ἢ τὸν αὐτὸν ἐκείνοις τρόπον ἀποθανεῖν, πρὶν εἰς πολεμίων χεῖρας ἐλθεῖν, καλὸς ἔρως.

ἐκείνην μὲν οὖν τὴν νύκτα παρεστρατοπεδευκότων τῷ χάρακι τῶν πολεμίων ἄγρυπνοί τε οἱ Ῥωμαῖοι καὶ ἐπισκευάζοντες τὰ πεπονηκότα τοῦ χάρακος διετέλεσαν, τά τʼ ἄλλα, οἷς ἀπερύκειν ἔμελλον αὐτούς, εἰ πειραθεῖεν πάλιν τειχομαχεῖν πολλὰ καὶ παντοῖα εὐτρεπιζόμενοι. τῇ δʼ ἑξῆς αἵ τε προσβολαὶ πάλιν ἐγίνοντο, καὶ ὁ χάραξ διεσπᾶτο κατὰ πολλὰ μέρη· καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐξιόντων κατὰ συστροφὰς ἐκ τοῦ χάρακος ἐξεκρούσθησαν οἱ Αἰκανοί, πολλάκις δʼ ἀνεκόπησαν ὑπʼ ἐκείνων οἱ θρασύτερον ἐπεξιόντες.

καὶ τοῦτο διʼ ὅλης τῆς ἡμέρας ἐγίνετο· ἔνθα ὅ θʼ ὕπατος ὁ τῶν Ῥωμαίων σαυνίῳ διὰ τοῦ θυρεοῦ διαπερονηθεὶς τιτρώσκεται τὸν μηρόν, καὶ ἄλλοι συχνοὶ τῶν ἐπιφανῶν, ὅσοι περὶ αὐτὸν ἐμάχοντο· ἤδη δὲ τοῖς Ῥωμαίοις ἀπειρηκόσιν ἀπροσδόκητος ἐπιφαίνεται περὶ δείλην ὀψίαν προσιὼν Κοίντιος, ἄγων τὴν ἐθελούσιον ἐπικουρίαν τῶν ἀκμαιοτάτων, οὓς ἰδόντες οἱ πολέμιοι προσιόντας ἀνέστρεφον ἀφέντες

v.3p.391
τὴν πολιορκίαν ἀτελῆ· καὶ οἱ Ῥωμαῖοι ἐπεξελθόντες αὐτοῖς ἀπιοῦσι τοὺς ὑστερίζοντας ἐφόνευον.

οὐ μέντοι ἐπὶ πολύν γε χρόνον ἐδίωξαν ἀσθενεῖς ὄντες οἱ πολλοὶ ὑπὸ τραυμάτων, ἀλλὰ διὰ τάχους ἀνέστρεψαν. καὶ μετὰ ταῦτα διὰ φυλακῆς εἶχον ἑκάτεροι σφᾶς αὐτοὺς μένοντες ἐν ταῖς παρεμβολαῖς ἄχρι πολλοῦ.