Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὁ δʼ ὕπατος ἐνθυμούμενος, ὅτι οὐκ ἀξιόμαχος ἔσται ἡ σὺν αὐτῷ δύναμις ἀγωνιζομένη πρὸς ἀμφότερα τὰ ἔθνη, πέμπει τινὰς ἐκ τῶν ἱππέων γράμματα εἰς τὴν Ῥώμην κομίζοντας, διʼ ὧν ἠξίου ταχεῖαν αὐτοῖς ἐλθεῖν ἐπικουρίαν, ὡς κινδυνευούσης ὅλης διαφθαρῆναι τῆς σὺν αὐτῷ στρατιᾶς.
ταῦτʼ ἐπιλεξάμενος
διέφωσκε, καὶ ὁ Κοίντιος συνήγαγε τοὺς ἐθελοντὰς πεντακισχιλίους μάλιστʼ ἄνδρας· καὶ οὐ πολὺ ἐπισχὼν ἐξῆγεν ἐκ τῆς πόλεως. τοῦθʼ ὑποπτεύσαντες ἔμενον οἱ Αἰκανοὶ καὶ πρὶν ἐλθεῖν ἐπικουρίαν τοῖς Ῥωμαίοις προσβάλλειν τῷ χάρακι αὐτῶν καὶ διανοηθέντες ὡς βίᾳ καὶ πλήθει ἁλωσόμενον ἐξῆλθον ἀθρόοι διχῇ νείμαντες αὑτούς.
γίνεταί τε μέγας ἀγὼν διʼ ὅλης τῆς ἡμέρας ἰταμῶς αὐτῶν ἐπιβαινόντων τοῖς προτειχίσμασι κατὰ πολλὰ μέρη, καὶ οὔτε παλτῶν οὔτε βελῶν ὑπὸ τοξοτῶν οὔτε χερμάδων ἀπὸ σφενδόνης ἀφιεμένων ἀδιαλείπτοις βολαῖς ἀνειργομένων. ἔνθα δὴ παρακελευσάμενοι ἀλλήλοις ὅ τε ὕπατος καὶ ὁ πρεσβευτὴς ὑφʼ ἕνα καιρὸν ἀναπετάσαντες
ὁ δʼ ἀδελφὸς αὐτοῦ καὶ πρεσβευτὴς Πόπλιος Φούριος ὑπὸ λήματός τε καὶ προθυμίας φερόμενος ἄχρι τῆς παρεμβολῆς τῶν πολεμίων ἤλασε διώκων τε καὶ κτείνων. ἦσαν δὲ δύο σπεῖραι περὶ αὐτὸν οὐ πλείους ἀνδρῶν ἔχουσαι χιλίων. τοῦτο μαθόντες οἱ πολέμιοι περὶ πεντακισχιλίους μάλιστα γενόμενοι, χωροῦσιν ἐπʼ αὐτὸν ἐκ τοῦ χάρακος· καὶ οὗτοι μὲν ἐξ ἐναντίας προσῄεσαν, ἱππεῖς δʼ αὐτῶν κύκλῳ περιελάσαντες κατὰ
νώτου τοῖς Ῥωμαίοις ἐφίστανται. τούτῳ δὴ τῷ τρόπῳ κυκλωθέντες ὑπʼ αὐτῶν οἱ σὺν τῷ Ποπλίῳ καὶ δίχα τῶν σφετέρων ἀποληφθέντες, ἐξὸν αὐτοῖς σώζεσθαι παραδοῦσι τὰ ὅπλα· προὐκαλοῦντο γὰρ αὐτοὺς εἰς τοῦτο οἱ πολέμιοι καὶ περὶ πολλοῦ ἐποιοῦντο χιλίους Ῥωμαίων τοὺς ἀρίστους αἰχμαλώτους λαβεῖν, ὡς διὰ τούτων διαλύσεις εὑρησόμενοι καλὰς τοῦ πολέμου· καταφρονήσαντες αὐτῶν καὶ παρακελευσάμενοι ἀλλήλοις μηδὲν ἀνάξιον πρᾶξαι τῆς πόλεως, μαχόμενοι καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων ἅπαντες ἀποθνήσκουσιν.