Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀποδειχθέντων δὲ μετʼ ἐκείνους ὑπάτων Λευκίου Οὐαλερίου τὸ δεύτερον καὶ Τιβερίου Αἰμιλίου βραχύν τινα χρόνον ἐπισχόντες οἱ δήμαρχοι τὸν ὑπὲρ κληρουχίας πάλιν εἰσῆγον λόγον· καὶ προσιόντες τοῖς ὑπάτοις ἠξίουν βεβαιῶσαι τῷ δήμῳ τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο ἡ βουλὴ Σπορίου Κασσίου καὶ Πρόκλου

v.3p.363
Οὐεργινίου ὑπατευόντων, δεόμενοί τε καὶ λιπαροῦντες.

καὶ οἱ ὕπατοι αὐτοῖς συνελάμβανον ἀμφότεροι, Τιβέριος μὲν Αἰμίλιος κότον τινὰ παλαιὸν εἰς τὴν βουλὴν οὐκ ἄλογον ἀναφέρων, ὅτι τῷ πατρὶ αὐτοῦ θρίαμβον αἰτουμένῳ κατάγειν οὐκ ἐπέτρεψεν, ὁ δὲ Οὐαλέριος ἀποθεραπεῦσαι τοῦ δήμου τὴν ὀργὴν βουλόμενος, ἣν εἶχε πρὸς αὐτὸν ἐπὶ τῷ Σπορίου Κασσίου θανάτῳ, ὃν ἀπέκτεινεν ὡς ἐπιχειροῦντα βασιλείᾳ ταμίας τότʼ ὢν Οὐαλέριος, ἄνδρα τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν γενομένων ἐπιφανέστατον ἐν ἡγεμονίαις τε πολέμων καὶ πολιτικαῖς πράξεσιν, ὃς καὶ τὸ περὶ τῆς κληρουχίας πολίτευμα πρῶτος εἰσήγαγεν εἰς τὴν πόλιν, καὶ διʼ αὐτὸ μάλιστα ὑπὸ τῶν πατρικίων, ὡς δῆμον ἀναιρούμενος πρὸ αὐτῶν, ἐμισήθη.

τότε δʼ οὖν ὑποσχομένων τῶν ὑπάτων αὐτοῖς προθήσειν ἐν τῇ βουλῇ τὸν ὑπὲρ τῆς διανομῆς τῶν δημοσίων κλήρων λόγον, καὶ τῆς ἐπικυρώσεως τοῦ νόμου συναρεῖσθαι, πιστεύσαντες αὐτοῖς οἱ δήμαρχοι παρῆσαν ἐπὶ τὴν βουλὴν καὶ λόγους διεξῆλθον ἐπιεικεῖς. οἷς οὐδὲν ἀντιλέξαντες οἱ ὕπατοι, ὡς μὴ φιλονεικίας δόξαν ἀπενέγκαιντο, γνώμην ἀποδείκνυσθαι τοὺς πρεσβυτάτους ἠξίουν.

ἦν δʼ ὁ πρῶτος ὑπʼ αὐτῶν κληθεὶς Λεύκιος Αἰμίλιος θατέρου τῶν ὑπάτων πατήρ· ὃς ἔφη δοκεῖν αὐτῷ καὶ δίκαιον καὶ συμφέρον ἔσεσθαι τῇ πόλει, πάντων εἶναι τὰ κοινὰ καὶ μὴ ὀλίγων, τῷ τε δήμῳ πείθοντι ὑπουργεῖν συνεβούλευεν,

v.3p.364
ἵνα χάρις ἡ παραχώρησις αὐτῶν γένηται. πολλὰ γὰρ καὶ ἄλλα μὴ δόντας αὐτῷ κατὰ προαίρεσιν, ὑπʼ ἀνάγκης συγκεχωρηκέναι· τούς τε κατέχοντας τὰς κτήσεις ὧν ἐκαρπώσαντο χρόνων λαθόντες ἠξίου χάριν εἰδέναι, κωλυομένους δὲ μὴ φιλοχωρεῖν.

ἔφη τε σὺν τῷ δικαίῳ, ὃ πάντες ὁμολογήσειαν ἰσχυρὸν εἶναι, τὰ μὲν δημόσια καινὰ πάντων εἶναι, τὰ δʼ ἴδια ἑκάστου τῶν νόμῳ κτησαμένων· καὶ ἀναγκαῖον ἤδη τὸ πρᾶγμα ὑπὸ τῆς βουλῆς γεγονέναι πρὸ ἐτῶν ἑπτακαίδεκα τὴν γῆν διανέμειν ψηφισαμένης. καὶ τοῦτʼ ἀπέφηνεν ἐπὶ τῷ συμφέροντι τότʼ αὐτὴν βεβουλεῦσθαι, ἵνα μήτε γῆ χέρσος ᾖ, καὶ ὁ τὴν πόλιν οἰκουρῶν πένης ὄχλος μὴ ἀργός, ὥσπερ νῦν τοῖς ἀλλοτρίοις ἀγαθοῖς φθονῶν, ἐπιτρέφηται δὲ τῇ πόλει νεότης ἐν ἐφεστίοις καὶ κλήροις πατρῴοις, ἔχουσά τι καὶ ἐπὶ τῷ καλῶς τεθράφθαι μέγα φρονεῖν·

ἐπεὶ τοῖς γʼ ἀκλήροις καὶ ἐκ τῶν ἀλλοτρίων κτημάτων, ἃ μισθοῦ ἐργάζονται, γλίσχρως διατρεφομένοις, ἢ ἀρχῆθεν μὴ ἐμφύεσθαι ἔρωτα γενεᾶς τέκνων, ἢ ἐμφύντα πονηρὸν ἐκφέρειν καρπὸν καὶ οὐδʼ εὐτυχῆ, ἐκ ταπεινῶν τε συμπορισθέντα οἷα εἰκὸς γάμων,

καὶ ἐν κατεπτωχευμέναις τραφέντα τύχαις. ἐγὼ μὲν οὖν, ἔφη, γνώμην ἀποδείκνυμαι, τά τε προβουλευθέντα ὑπὸ τοῦ συνεδρίου καὶ διὰ τὰς μεταξὺ ταραχὰς

v.3p.365
παρειλκυσμένα ἐμπεδοῦν τοὺς ὑπάτους, καὶ τοὺς ποιησομένους τὴν διανομὴν ἄνδρας ἀποδεικνύναι.