Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτʼ εἰπὼν ὅρκον, ὅσπερ μέγιστος αὐτοῖς ἦν, διομοσάμενος ἢ τὸν νόμον ἐπικυρώσειν ἢ τοῦ ζῆν μεθήσεσθαι, σιωπῆς γενομένης ἐκ τοῦ πλήθους καὶ ἐναγωνίου προσδοκίας, ἐφʼ ᾧ μέλλει δρᾶν, ἐκέλευσε μεταχωρεῖν ἐκ τῆς ἐκκλησίας τὸν Ἄππιον. ὡς δʼ οὐκ ἐπείθετο, ἀλλὰ τοὺς ῥαβδούχους παραστησάμενος καὶ τὸν ὄχλον, ὃν ἦγε παρασκευασάμενος οἴκοθεν, ἀπεμάχετο μὴ παραχωρῆσαι τῆς ἀγορᾶς, σιωπὴν ὑποκηρυξάμενος ὁ Λαιτώριος ἀνεῖπεν, ὅτι τὸν ὕπατον εἰς φυλακὴν κελεύουσιν ἀπάγειν οἱ δήμαρχοι.

καὶ ὁ μὲν ὑπηρέτης κελευσθεὶς ὑπʼ αὐτοῦ προσῆγεν ὡς τοῦ σώματος ἐπιληψόμενος· τῶν δὲ ῥαβδούχων ὁ πρῶτος ἐπιτυχὼν παίων αὐτὸν ἀπήλασε. κραυγῆς δʼ ἐκ τῶν παρόντων γενομένης μεγάλης καὶ ἀγανακτήσεως ἵεται αὐτὸς ὁ Λαιτώριος παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν, καὶ οἱ περὶ τὸν Ἄππιον στῖφος ἔχοντες νέων πολὺ καὶ καρτερὸν ὑφίστανται. καὶ μετὰ τοῦτο λόγοι

v.3p.358
τʼ ἀσχήμονες ἐγένοντο εἰς ἀλλήλους καὶ καταβοαὶ καὶ σωμάτων ὠθισμοί· καὶ τελευτῶσα εἰς χεῖρας ἀπέσκηψεν ἡ ἔρις, καὶ εἰς λίθων ἤρξατο προβαίνειν βολάς.

ἐπέσχε δὲ ταῦτα καὶ τοῦ μὴ προσωτέρω χωρῆσαι τὰ δεινὰ Κοίντιος ἅτερος τῶν ὑπάτων αἴτιος ἐγένετο, δεόμενός τε πάντων καὶ λιπαρῶν σὺν τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου καὶ εἰς μέσους τοὺς ἁψιμαχοῦντας ὠθούμενος. ἦν δὲ καὶ τῆς ἡμέρας τὸ λειπόμενον βραχὺ

μέρος, ὥστʼ ἀκούσιοι ἀπʼ ἀλλήλων διελύθησαν. ταῖς δʼ ἑξῆς ἡμέραις αἵ τʼ ἀρχαὶ ἀλλήλαις ἐνεκάλουν, ὁ μὲν ὕπατος τοῖς δημάρχοις, ὅτι καταλύειν αὐτοῦ τὴν ἀρχὴν ἠξίουν ἐς τὸ δεσμωτήριον τὸν ὕπατον ἀπάγειν κελεύσαντες, τῷ δʼ ὑπάτῳ οἱ δήμαρχοι, ὡς ἐμβεβληκότι πληγὰς σώμασιν ἱεροῖς καὶ καθωσιωμένοις ὑπὸ τοῦ νόμου — καὶ ὁ Λαιτώριος τὰ ἴχνη τῶν πληγῶν εἶχεν ἐπὶ τῆς ὄψεως ἔτι φανερά — ἥ τε πόλις ὅλη διοιδοῦσα καὶ ἀγριαινομένη διειστήκει.

ἔπειτα ὁ μὲν δῆμος ἐφρούρει τὸ Καπιτώλιον ἅμα τοῖς δημάρχοις, οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἐκλείπων τὴν φυλακήν· ἡ δὲ βουλὴ συνιοῦσα πολλὴν καὶ ἐπίπονον ἐποιεῖτο ζήτησιν, ὅπως χρὴ παῦσαι τὴν διχοστασίαν, τοῦ τε κινδύνου τὸ μέγεθος ἐνθυμουμένη, καὶ ὅτι οὐδὲ τοῖς ὑπάτοις τὰ αὐτὰ παρειστήκει φρονεῖν. ὁ μὲν γὰρ Κοίντιος εἴκειν τῷ δήμῳ τὰ μέτρια ἠξίου, ὁ δʼ Ἄππιος μέχρι θανάτου ἀντέχειν.

v.3p.359