Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

παραλαβὼν δὲ τὴν ἀπολογίαν ὁ Σερουίλιος εἶπεν· εἰ μὲν ἐπὶ δίκην με κεκλήκατε, ὦ πολῖται,

v.3p.326
καὶ λόγον ἀπαιτεῖτε τῆς στρατηγίας, ἕτοιμός εἰμι ἀπολογήσασθαι· εἰ δʼ ἐπὶ τιμωρίαν κατεγνωσμένην, καὶ οὐδὲν ἔσται μοι πλέον ἀποδείξαντι, ὡς οὐδὲν ὑμᾶς ἀδικῶ, λαβόντες τὸ σῶμα ὅ τι πάλαι βούλεσθε χρῆσθε.

ἐμοί τε γὰρ κρεῖττον ἀκρίτῳ ἀποθανεῖν μᾶλλον, ἢ λόγου τυχόντι καὶ μὴ πείσαντι ὑμᾶς· δόξαιμι γὰρ ἂν σὺν δίκῃ πάσχειν, ὅ τι ἄν μου καταγνῶτε, ὑμεῖς τʼ ἐν ἐλάττονι αἰτίᾳ ἔσεσθε ἀφελόμενοί μου τὸν λόγον καί, ἐν ᾧ καὶ εἴ τι ἀδικῶ ὑμᾶς ἄδηλόν ἐστιν, ἔτι ταῖς ὀργαῖς χαρισάμενοι. ἔσται δέ μοι ἡ διάνοια ὑμῶν ἐκ τῆς ἀκροάσεως καταφανής, θορύβῳ τε καὶ ἡσυχίᾳ εἰκάζοντι, πότερον ἐπὶ τιμωρίαν ἢ ἐπὶ δίκην κεκλήκατέ

με. ταῦτʼ εἰπὼν ἐπέσχε· σιγῆς δὲ γενομένης καὶ τῶν πλείστων ἐμβοησάντων θαρρεῖν τε καὶ ὅσα βούλεται λέγειν, παραλαβὼν τὸν λόγον πάλιν ἔλεξεν· ἀλλʼ εἴ τοι δικασταῖς ὑμῖν, ὦ πολῖται, καὶ μὴ ἐχθροῖς χρήσομαι, ῥᾳδίως πείσειν ὑμᾶς οἴομαι, ὅτι οὐδὲν ἀδικῶ. ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λόγων, ἐξ ὧν ἅπαντες ἴστε. ἐγὼ κατέστην ἐπὶ τὴν ἀρχὴν σὺν τῷ κρατίστῳ Οὐεργινίῳ, καθʼ ὃν χρόνον ἐπιτειχίσαντες ὑμῖν οἱ Τυρρηνοὶ τὸν ὑπὲρ τῆς πόλεως λόφον πάσης ἐκράτουν τῆς ὑπαίθρου ἀρχῆς, καὶ ἐν ἐλπίδι ἦσαν τοῦ καταλύσειν ἡμῶν τὴν ἀρχὴν ἐν τάχει. λιμὸς δὲ πολὺς ἐν τῇ πόλει καὶ στάσις καὶ τοῦ τί χρὴ πράττειν ἀμηχανία.

τοιούτοις δὴ καιροῖς ἐπιστὰς οὕτω ταραχώδεσι καὶ

v.3p.327
φοβεροῖς τοὺς μὲν πολεμίους ἅμα τῷ συνάρχοντι ἐνίκησα διτταῖς μάχαις καὶ ἠνάγκασα καταλιπόντας τὸ φρούριον ἀπελθεῖν· τὸν δὲ λιμὸν οὐκ εἰς μακρὰν ἔπαυσα τροφῆς ἀφθόνου πληρώσας τὰς ἀγοράς, καὶ τοῖς μετʼ ἐμὲ ὑπάτοις τήν τε χώραν παρέδωκα ὅπλων πολεμίων ἐλευθέραν, καὶ τὴν πόλιν ὑγιῆ πάσης νόσου πολιτικῆς, εἰς ἃς κατέβαλον αὐτὴν οἱ δημαγωγοῦντες.

τίνος οὖν ἀδικήματος ὑπεύθυνός εἰμι ὑμῖν; εἰ μὴ τὸ νικᾶν τοὺς πολεμίους ἐστὶν ὑμᾶς ἀδικεῖν. εἰ δʼ ἀποθανεῖν τισι τῶν στρατιωτῶν κατὰ τὴν μάχην εὐτυχῶς ἀγωνιζομένοις συνέπεσε, τί Σερουίλιος τὸν δῆμον ἀδικεῖ; οὐ γὰρ δὴ θεῶν τις ἐγγυητὴς τοῖς στρατηγοῖς τῆς ἁπάντων ψυχῆς τῶν ἀγωνιουμένων γίνεται, οὐδʼ ἐπὶ διακειμένοις καὶ ῥητοῖς τὰς ἡγεμονίας παραλαμβάνομεν, ὥσθʼ ἁπάντων κρατῆσαι τῶν πολεμίων καὶ μηδένα τῶν ἰδίων ἀποβαλεῖν. τίς γὰρ ἂν ὑπομείνειεν ἄνθρωπος ὢν ἅπαντα καὶ τὰ τῆς γνώμης καὶ τὰ τῆς τύχης εἰς ἑαυτὸν ἀναλαβεῖν; ἀλλὰ τὰ μεγάλα ἔργα μεγάλων ἀεὶ κινδύνων ὠνούμεθα.