Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δʼ ἕτερος, ὃν ἀληθέστερον εἶναι νομίζω περί τε τῆς ἀπωλείας τῶν ἀνδρῶν καὶ τῆς ἁλώσεως τοῦ φρουρίου, τοιόσδε τίς ἐστιν. ἐξιόντων ἐπὶ τὰς προνομὰς τῶν ἀνδρῶν πολλάκις καὶ διὰ τὸ κατορθοῦν ἐν ταῖς πείραις συνεχῶς προσωτέρω προχωρούντων οἱ Τυρρηνοὶ παρεσκευασμένοι στρατιὰν συχνὴν ἐν τοῖς ἔγγιστα χωρίοις λαθόντες τοὺς πολεμίους κατεστρατοπέδευσαν. ἔπειτʼ ἀποστέλλοντες ἐκ τῶν χωρίων ποίμνας τε καὶ βουκόλια καὶ φορβάδων ἀγέλας ἵππων ἐπὶ νομὴν τῷ λόγῳ προὐκαλοῦντο τοὺς ἄνδρας ἐπὶ ταῦτα· οἱ δʼ ἐξιόντες τούς τʼ ἀνθρώπους συνήρπαζον καὶ τὰ

βοσκήματα περιήλαυνον. τοῦτο συνεχῶς οἱ Τυρρηνοὶ ποιοῦντες καὶ προαγόμενοι τοὺς πολεμίους ἀεὶ προσωτέρω τοῦ χάρακος, ἐπειδὴ διέφθειραν αὐτῶν τὸ προνοητικὸν τοῦ ἀσφαλοῦς ταῖς συνεχέσιν ὠφελείαις δελεάσαντες, ἐγκαθίζουσι λόχους ἐν τοῖς ἐπικαίροις τῶν

v.3p.309
χωρίων νύκτωρ, καὶ ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων καταλαμβάνονται σκοπιάς· τῇ δʼ ἑξῆς ἡμέρᾳ προπέμψαντες ὀλίγους τινὰς ἐνόπλους, ὡς δὴ φυλακῆς ἕνεκα τῶν νομέων, ἀφῆκαν ἐκ τῶν χωρίων πολλὰς ἀγέλας.

ὡς δʼ ἀπηγγέλη τοῖς Φαβίοις, ὅτι τοὺς πλησίον ὑπερβαλόντες λόφους ἐν ὀλίγῳ δή τινι χρόνῳ μεστὸν εὑρήσουσι τὸ πεδίον παντοίων βοτῶν, καὶ τὴν φυλάττουσαν αὐτὰ χεῖρα οὐχ ἱκανήν, ἐξῆλθον ἐκ τοῦ φρουρίου φυλακὴν τὴν ἀρκοῦσαν ἐν αὐτῷ καταλιπόντες· καὶ διανύσαντες σπουδῇ καὶ μετὰ προθυμίας τὴν ὁδὸν ἐπιφαίνονται τοῖς φύλαξι τῶν βοσκημάτων συντεταγμένοι· κἀκεῖνοι οὐ δεξάμενοι αὐτοὺς ἔφευγον. οἱ δὲ Φάβιοι, ὡς ἐν ἀσφαλεῖ δὴ ὄντες, τούς τε νομεῖς συνελάμβανον καὶ τὰ βοσκήματα περιήλαυνον.

ἐν δὲ τούτῳ οἱ Τυρρηνοὶ ἐκ τῆς ἐνέδρας ἀναστάντες κατὰ πολλὰ χωρία προσπίπτουσιν αὐτοῖς πανταχόθεν. καὶ οἱ μὲν πλείους τῶν Ῥωμαίων ἐσκεδασμένοι καὶ ἀλλήλοις ἀμύνειν οὐχ οἷοί τʼ ὄντες, ἐνταῦθʼ ἀπόλλυνται. ὅσοι δʼ αὐτῶν συνεστηκότες ἦσαν προθυμούμενοί τι καταλαβέσθαι χωρίον ἀσφαλὲς καὶ πρὸς τὰ ὄρη σπεύδοντες εἰς ἕτερον ἐμπίπτουσι λόχον ἐν ὕλαις καὶ νάπαις ὑποκαθήμενον. καὶ γίνεται αὐτῶν μάχη καρτερὰ καὶ φόνος ἐξ ἑκατέρων πολύς. ἀπεώσαντο δʼ οὖν καὶ τούτους ὅμως, καὶ πληρώσαντες τὴν φάραγγα νεκρῶν ἀνέδραμον ἐπὶ λόφον οὐ ῥᾴδιον ἁλῶναι· ἐν ᾧ τὴν ἐπιοῦσαν νύκτα ἄποροι τῶν ἀναγκαίων ηὐλίσαντο.

v.3p.310