Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δʼ ὕπατος ἐπειδὴ τὸ δεινὸν ἀπεώσατο, παρεβοήθει πάλιν τοῖς ἐν τῷ πεδίῳ. αὕτη μεγίστη λέγεται τῶν πρὸ αὐτῆς γενέσθαι Ῥωμαίοις μάχη, πλήθει τʼ ἀνθρώπων καὶ μήκει χρόνου καὶ τῷ ἀγχιστρόφῳ τῆς τύχης. αὐτῶν μὲν γὰρ τῶν ἐκ τῆς πόλεως Ῥωμαίων ἡ κρατίστη τε καὶ ἐπίλεκτος ἀκμὴ δισμυρίων μάλιστα πεζῶν ἐγένετο, καὶ τῶν συντεταγμένων τοῖς τέτταρσι τάγμασιν ἱππέων ὁμοῦ τι χιλίων καὶ διακοσίων, ἀποίκων δὲ καὶ συμμάχων ἑτέρα τοσαύτη.

χρόνος δʼ ἐμηκύνθη τοῦ ἀγῶνος ὀλίγῳ πρότερον τῆς μεσημβρίας

v.3p.293
ἀρξάμενος μέχρι δύσεως ἡλίου. τὰ δὲ τῆς τύχης μέχρι πολλοῦ τῇδε καὶ τῇδε νίκαις τε καὶ ἥτταις ταλαντευόμενα διέμεινεν· ὑπάτου δὲ θάνατος ἐγένετο καὶ πρεσβευτοῦ δὶς ὑπατεύσαντος καὶ ἄλλων πολλῶν ἡγεμόνων καὶ ταξιάρχων καὶ λοχαγῶν, ὅσων οὐδέπω πρότερον. τὸ μέντοι κράτος τοῦ ἀγῶνος ἐδόκει περὶ τοὺς Ῥωμαίους γεγονέναι κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δὲ τῇ ἐπιούσῃ νυκτὶ καταλιπόντες τὸν χάρακα οἱ Τυρρηνοὶ ἀνέζευξαν.

τῇ δʼ ἑξῆς ἡμέρᾳ πρὸς ἁρπαγὰς τῆς ἐκλειφθείσης ὑπὸ τῶν Τυρρηνῶν παρεμβολῆς οἱ Ῥωμαῖοι τραπόμενοι καὶ ταφὰς ποιησάμενοι τῶν σφετέρων νεκρῶν ἀπῆλθον εἰς τὸν ἑαυτῶν χάρακα. ἐκεῖ δʼ ἐκκλησίαν ποιησάμενοι τοῖς ἀγωνισαμένοις λαμπρῶς τὰς ἀριστείους ἀπέδοσαν τιμάς, πρώτῳ μὲν Καίσωνι Φαβίῳ τῷ τοῦ ὑπάτου ἀδελφῷ μεγάλα καὶ θαυμαστὰ ἔργα ἀποδειξαμένῳ, δευτέρῳ δὲ τῷ Σικκίῳ, τῷ διαπραξαμένῳ τὸν χάρακα ἀνασώσασθαι, τρίτῳ δὲ Μάρκῳ Φλαβοληίῳ τῷ ἡγεμόνι τοῦ τάγματος, τοῦ θʼ ὅρκου χάριν καὶ τῆς παρὰ τὰ

δεινὰ ῥώμης. διαπραξάμενοι δὲ ταῦτα καὶ μείναντες ἡμέρας ὀλίγας ἐπὶ τοῦ χάρακος, ὡς οὐδεὶς ἀντεπεξῄει τῶν πολεμίων μαχησόμενος, ἀπῄεσαν ἐπʼ οἴκου. πάντων δὲ τῶν κατὰ τὴν πόλιν, ὡς ἐπὶ μεγίστῳ ἀγῶνι κάλλιστον τέλος εἰληφότι, τὴν ἐπινίκιον τιμὴν τοῦ θριάμβου τῷ περιόντι ὑπάτῳ προσθεῖναι βουλομένων, ἠρνήσατο τὴν χάριν αὐτῶν ὁ ὕπατος, οὔτε ὅσιον εἶναι

v.3p.294
λέγων οὔτε θεμιτὸν ἐπʼ ἀδελφοῦ θανάτῳ καὶ συνάρχοντος ἀποβολῇ πομπεύειν καὶ στεφανηφορεῖν· ἀποθεὶς δὲ τὰς σημαίας καὶ τοὺς στρατιώτας ἀπολύσας ἐπὶ τὰ οἰκεῖα τὴν ὑπατείαν ἀπωμόσατο, δυεῖν ἔτι μηνῶν εἰς τὸν ἐνιαύσιον χρόνον λειπομένων, ἀδύνατος, ὢν τὰ τῆς ἀρχῆς ἔτι πράττειν. ἐταλαιπώρει γὰρ ὑπὸ τραύματος ἐξαισίου καὶ ἦν κλινοπετής.