Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

εὐθὺς μὲν οὖν ἔτι λέγοντος αὐτοῦ θόρυβος ἦν πολύς, ἀχθομένων ἁπάντων καὶ οὐχ ὑπομενόντων τὸν λόγον. ἐπειδὴ δʼ ἐπαύσατο ὅ τε συνύπατος αὐτοῦ Οὐεργίνιος πολλὴν ἐποιήσατο κατηγορίαν ὡς στάσιν εἰσάγοντος, καὶ τῶν ἄλλων βουλευτῶν οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι, μάλιστα δʼ Ἄππιος Κλαύδιος· καὶ μέχρι πολλῆς ὥρας ἠγριωμένοι τε καὶ τὰ

v.3p.234
αἴσχιστα κατʼ ἀλλήλων ὀνείδη λέγοντες οὗτοι διετέλεσαν.

ταῖς δὲ κατόπιν ἡμέραις ὁ μὲν Κάσσιος ἐκκλησίας συνεχεῖς ποιούμενος ἐξεδημαγώγει τὸ πλῆθος, καὶ τοὺς ὑπὲρ τῆς κληρουχίας λόγους εἰσέφερε, καὶ πολὺς ἦν ἐν ταῖς κατηγορίαις τῶν ἀντιπραττόντων. ὁ δʼ Οὐεργίνιος τὴν βουλὴν ὁσημέραι συνάγων μετὰ κοινῆς γνώμης τῶν πατρικίων ἀντιπαρεσκευάζετο φυλακάς τε καὶ κωλύσεις νομίμους.

καὶ ἦν στῖφος ἑκατέρῳ τῶν παρακολουθούντων τε καὶ φυλακὴν τῷ σώματι παρεχόντων πολύ· τὸ μὲν ἄπορον καὶ ῥυπαρὸν καὶ πάντα τολμᾶν πρόχειρον ὑπὸ τῷ Κασσίῳ τεταγμένον, τὸ δʼ εὐγενέστατόν τε καὶ καθαρώτατον ὑπὸ τῷ Οὐεργινίῳ.

τέως μὲν οὖν τὸ χεῖρον ἐν ταῖς ἐκκλησίαις ἐπεκράτει μακρῷ θατέρου προὔχον, ἔπειτα ἰσόρροπον ἐγένετο προσνειμάντων ἑαυτοὺς τῶν δημάρχων τῇ κρείττονι μοίρᾳ· τάχα μὲν καὶ διὰ τὸ μὴ δοκεῖν ἄμεινον εἶναι τῇ πόλει δεκασμοῖς τʼ ἀργυρίου καὶ διανομαῖς τῶν δημοσίων διαφθειρόμενον τὸ πλῆθος ἀργὸν καὶ πονηρὸν εἶναι, τάχα δὲ καὶ διὰ τὸν φθόνον, ὅτι τῆς φιλανθρωπίας ταύτης οὐκ αὐτοὶ ἦρξαν οἱ τοῦ δήμου προεστηκότες, ἀλλʼ ἕτερος· οὐθὲν δὲ κωλύει καὶ διὰ τοῦτο τὸ δέος, ὃ πρὸς τὴν αὔξησιν τοῦ ἀνδρὸς ἐλάμβανον μείζονα γενομένην ἢ τῇ πόλει συνέφερεν.

ἀντέλεγον οὖν ἤδη κατὰ κράτος ἐν ταῖς ἐκκλησίαις οὗτοι

v.3p.235
πρὸς τοὺς εἰσφερομένους ὑπὸ τοῦ Κασσίου νόμους διδάσκοντες τὸν δῆμον, ὡς οὐκ εἴη δίκαιον, ἃ διὰ πολλῶν ἐκτήσατο πολέμων, ταῦτα μὴ Ῥωμαίους νείμασθαι μόνους, ἀλλὰ καὶ Λατίνους αὐτοῖς ἰσομοιρεῖν τοὺς μὴ παραγενομένους τοῖς πολέμοις, καὶ τοὺς νεωστὶ προσελθόντας πρὸς τὴν φιλίαν Ἕρνικας, οἷς ἀγαπητὸν ἦν πολέμῳ προσαχθεῖσι τὸ μὴ τὴν ἑαυτῶν ἀφαιρεθῆναι χώραν.

ὁ δὲ δῆμος ἀκούων τοτὲ μὲν τοῖς τῶν δημάρχων προσετίθετο λόγοις ἐνθυμούμενος, ὅτι μικρόν τι καὶ οὐκ ἄξιον ἔσται λόγου τὸ ἐκ τῆς δημοσίας γῆς ἐσόμενον ἑκάστῳ λάχος, εἰ μεθʼ Ἑρνίκων τε καὶ Λατίνων αὐτὴν νεμήσονται, τοτὲ δʼ ὑπὸ τοῦ Κασσίου μετεπείθετο δημαγωγοῦντος, ὡς προδιδόντων αὐτοὺς τοῖς πατρικίοις τῶν δημάρχων καὶ πρόφασιν ποιουμένων τῆς κωλύσεως εὐπρεπῆ τὴν Ἑρνίκων τε καὶ Λατίνων ἰσομοιρίαν, ἣν αὐτὸς ἔφη νόμῳ περιλαβεῖν ἰσχύος τῶν πενήτων ἕνεκα καὶ εἴ τις ἀφαιρεῖσθαί ποτε αὐτοὺς ἀξιώσαι τὰ δοθέντα κωλῦσαι, κρεῖττον ἡγούμενος εἶναι καὶ ἀσφαλέστερον τοῖς πολλοῖς μικρὰ λαβοῦσιν ὁμοίως ἔχειν ἢ πολλὰ ἐλπίσασιν ἁπάντων ἀποτυχεῖν.