Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

φέρε δή, τίς ἂν εἴην ἀνήρ, εἰ δόξης καὶ τιμῶν, ὧν προσῆκέ μοι παρὰ τοῖς ἐμαυτοῦ πολίταις τυγχάνειν, παρὰ τῶν εὖ παθόντων ἀποστερηθείς, πρὸς δὲ τούτοις πατρίδος τε καὶ οἴκου καὶ φίλων καὶ θεῶν πατρῴων καὶ τάφων προγονικῶν καὶ παντὸς ἄλλου ἀπελασθεὶς ἀγαθοῦ, παρʼ ὑμῖν δʼ ἅπαντα ταῦθʼ εὑρών, οἷς ἐκείνων χάριν ἐπολέμουν, εἰ μὴ γενοίμην χαλεπὸς μὲν οἷς ἀντὶ πολιτῶν ἐχθροῖς κέχρημαι, χρηστὸς δʼ οἷς ἀντὶ πολεμίων φίλοις; ἀλλʼ ἔγωγʼ οὐδʼ ἐν ἀνδρὸς μοίρᾳ θείην ἄν, ὅστις μήτε τὸ πολεμοῦν διʼ ὀργῆς ἔχει μήτε τὸ σῶζον ἑαυτὸν διʼ εὐνοίας. πατρίδα θʼ ἡγοῦμαι οὐ τὴν ἀπαρνησαμένην με πόλιν, ἀλλʼ ἧς ἀλλότριος

ὢν πολίτης γέγονα, γῆν τʼ οὐκ ἐν ᾗ ἠδίκημαι φίλην, ἀλλʼ ἐν ᾗ τὸ ἀσφαλὲς ἔχω. καὶ ἂν θεός τε συλλαμβάνῃ καὶ τὰ ὑμέτερα ὡς εἰκὸς πρόθυμα ᾖ, μεγάλην καὶ ταχεῖαν

v.3p.134
ἐλπίζω γενήσεσθαι τὴν μεταβολήν. εὖ γὰρ ἴστε, ὅτι πολλῶν ἤδη πολεμίων πειραθέντες Ῥωμαῖοι οὐθένας μᾶλλον ἔδεισαν ὑμῶν, οὐδʼ ἐστίν, ἐφʼ ᾧ μᾶλλον σπουδάζοντες διατελοῦσιν ἢ ὅπως τὸ ὑμέτερον ἔθνος ἀσθενὲς ἀποδείξουσι.

καὶ διὰ τοῦτο τὰς μὲν πολέμῳ λαβόντες ὑμῶν ἔχουσι πόλεις, τὰς δὲ φιλίας ἐλπίδι παρακρουσάμενοι, ἵνα μὴ καθʼ ἓν ἅπαντες γενόμενοι κοινὸν ἐξενέγκητε κατʼ αὐτῶν πόλεμον. ἐὰν οὖν τἀναντία ὑμεῖς ἀντιφιλοτιμούμενοι διατελῆτε καὶ μίαν ἅπαντες ἔχητε περὶ τοῦ πολέμου γνώμην, ὃ ποιεῖτε νυνί, ῥᾳδίως αὐτῶν τὸ κράτος παύσετε.