Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀλλʼ ἐξ οὗ ἐπολιτεύου καὶ τὰ κοινὰ ἔπραττες,

v.3p.203
ἡδονήν τινα ἐκαρπωσάμην ἡ μήτηρ ἐγὼ διὰ σέ; τότε μὲν οὖν τὰ μάλιστα ἠτύχουν στάσεως πολιτικῆς μέσον ὁρῶσά σε κείμενον. ἐν οἷς γὰρ ἀνθεῖν ἐδόκεις πολιτεύμασι καὶ πολὺς ἔπνεις ἐναντιούμενος ὑπὲρ τῆς ἀριστοκρατίας τοῖς δημοτικοῖς, ταῦτʼ ἐμοὶ φόβου μεστὰ ἦν ἐνθυμουμένῃ τὸν ἀνθρώπινον βίον, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς, καὶ ἐκ πολλῶν ἀκουσμάτων τε καὶ παθημάτων μαθούσῃ, ὅτι τοῖς ἐπισήμοις ἀνδράσι θεία τις ἐναντιοῦται νέμεσις ἢ φθόνος τις ἀνθρώπινος πολεμεῖ· καὶ ἦν ἄρα μάντις ἀληθὴς ὡς μήποτε ὤφελον τῶν ἐκβησομένων. κατηγωνίσατό γʼ οὖν σε πολὺς ἐπιρράξας ὁ πολιτικὸς φθόνος καὶ ἀνήρπασεν ἐκ τῆς πατρίδος· ὁ δὲ μετὰ ταῦτά μου βίος, εἰ δὴ καὶ βίον αὐτὸν δεῖ καλεῖν, ἀφʼ οὗ με καταλιπὼν ἔρημον ἐπὶ τοῖς παιδίοις τούτοις ἀπῆλθες, ἐν τούτῳ δεδαπάνηται τῷ ῥύπῳ καὶ ἐν τοῖς πενθίμοις τρύχεσι τούτοις.

ἀνθʼ ὧν ἁπάντων ταύτην ἀπαιτῶ σε χάριν, μηδέποτέ σοι βαρεῖα γενομένη μηδʼ εἰς τὸν λοιπὸν ἐσομένη χρόνον, ἕως ἂν ζῶ, διαλλαγῆναι πρὸς τοὺς σεαυτοῦ πολίτας ἤδη ποτὲ καὶ παύσασθαι τὸν ἀμείλικτον χόλον φυλάσσοντα κατὰ τῆς πατρίδος· κοινὸν ἀγαθὸν ἀμφοτέροις ἡμῖν ἀξιοῦσα λαβεῖν καὶ οὐκ ἐμαυτῆς ἴδιον μόνης.

σοί τε γάρ, ἐὰν πεισθῇς καὶ μηθὲν ἀνήκεστον ἐξεργάσῃ, καθαρὰν καὶ ἀμίαντον ἔχειν συμβήσεται τὴν ψυχὴν ἀπὸ παντὸς χόλου καὶ ταράγματος δαιμονίου· ἐμοί τε ἡ παρὰ τῶν πολιτῶν τε καὶ πολιτίδων τιμὴ ζώσῃ τε παρακολουθοῦσα τὸν βίον εὐδαίμονα ποιήσει, καὶ

v.3p.204
μετὰ τὴν τελευτὴν ἀποδιδομένη καθάπερ εἰκὸς εὔκλειαν ἀθάνατον οἴσει.

καὶ εἴ τις ἄρα τὰς ἀνθρωπίνους ψυχὰς ἀπολυθείσας τοῦ σώματος ὑποδέξεται τόπος, οὐχ ὁ καταχθόνιος καὶ ἀφεγγὴς ὑποδέξεται τὴν ἐμήν, ἐν ᾧ φασι τοὺς κακοδαίμονας οἰκεῖν, οὐδὲ τὸ λεγόμενον τῆς Λήθης πεδίον, ἀλλʼ ὁ μετέωρος καὶ καθαρὸς αἰθήρ, ἐν ᾧ τοὺς ἐκ θεῶν φύντας οἰκεῖν λόγος εὐδαίμονα καὶ μακάριον ἔχοντας βίον· οἷς διαγγέλλουσα τὸ σὸν εὐσεβὲς καὶ τὰς σὰς χάριτας, αἷς αὐτὴν ἐκόσμησας, ἀεί τινας αἰτήσεταί σοι παρὰ θεῶν ἀμοιβὰς καλάς.