Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ ἡ Οὐετουρία παραστησαμένη τήν τε· γυναῖκα τοῦ Μαρκίου καὶ τὰ τέκνα καὶ τὰς ἐπιφανεστάτας τῶν ἐν Ῥώμῃ γυναικῶν πρῶτον μὲν ἔκλαιεν εἰς τὴν γῆν ὁρῶσα μέχρι πολλοῦ, καὶ πολὺν ἐκίνησεν ἐκ τῶν παρόντων ἔλεον. ἔπειτʼ ἀναλαβοῦσα αὑτὴν ἔλεξεν·

αἱ γυναῖκες, ὦ Μάρκιε τέκνον, τὰς ὕβρεις ἐνθυμούμεναι καὶ τὰς ἄλλας συμφορὰς τὰς συμβησομένας

v.3p.193
αὐταῖς, ἐὰν ἡ πόλις ἡμῶν ὑπὸ τοῖς πολεμίοις γένηται, πᾶσαν ἄλλην ἀπογνοῦσαι βοήθειαν, ἐπειδὴ τοῖς ἀνδράσιν αὐτῶν ἀξιοῦσι διαλύσασθαι τὸν πόλεμον αὐθάδεις καὶ σκληρὰς ἔδωκας ἀποκρίσεις, ἄγουσαι τὰ τέκνα καὶ τοῖς πενθίμοις τούτοις ἠμφιεσμέναι τρύχεσι κατέφυγον ἐπʼ ἐμέ, τὴν σὴν μητέρα, καὶ Οὐολουμνίαν, τὴν σὴν γυναῖκα, δεόμεναι, μὴ περιιδεῖν αὐτὰς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν ὑπὸ σοῦ παθούσας· οὐθὲν μὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον εἰς ἡμᾶς ἐξαμαρτοῦσαι, πολλὴν δὲ καί, ὅτʼ εὐτυχοῦμεν, εὔνοιαν ἔτι παρασχόμεναι, καί, ὅτʼ ἐπταίσαμεν, συμπάθειαν.

ἔχομεν γὰρ αὐταῖς μαρτυρεῖν, ἐξ οὗ σὺ ἀπῆρας ἐκ τῆς πατρίδος, ἡμεῖς δʼ ἔρημοι καὶ τὸ μηθὲν ἔτι οὖσαι κατελειπόμεθα, συνεχῶς τε παραγινομέναις πρὸς ἡμᾶς καὶ παραμυθουμέναις τὰς συμφορὰς ἡμῶν καὶ συναλγούσαις. τούτων δὴ λαμβάνουσαι μνήμην ἐγώ τε καὶ ἡ σὴ γυνὴ ἡ συνοικουροῦσα μετʼ ἐμοῦ τὰς ἱκεσίας αὐτῶν οὐκ ἀπεστράφημεν, ἀλλʼ ὑπεμείναμεν, ὡς ἠξίουν ἡμᾶς ἐλθεῖν ἐπὶ σὲ καὶ τὰς ὑπὲρ τῆς πατρίδος ποιήσασθαι δεήσεις.