Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὅτε δʼ ἤδη περὶ τὸν ὄρθρον ἦν, αἱ μὲν γυναῖκες ἄγουσαι τὰ παιδία μετὰ λαμπάδων ἧκον ἐπὶ τὴν οἰκίαν καὶ παραλαβοῦσαι τὴν Οὐετουρίαν προῆγον ἐπὶ τὰς πύλας· οἱ δʼ ὕπατοι ζεύγη τε ὀρικὰ καὶ ἀμάξας καὶ τἆλλα φορεῖα ὡς πλεῖστα παρασκευασάμενοι καθεζομένας αὐτὰς προὔπεμπον ἄχρι πολλοῦ. παρηκολούθουν δʼ αὐταῖς οἵ τʼ ἐκ τοῦ συνεδρίου καὶ τῶν ἄλλων πολιτῶν συχνοὶ σὺν εὐχαῖς καὶ ἐπαίνοις καὶ δεήσεσι τὴν ἔξοδον ἐπιφανεστέραν αὐταῖς ποιοῦντες.

ὡς δʼ εὐσύνοπτοι πόρρωθεν ἔτι προσιοῦσαι τοῖς ἐκ τοῦ χάρακος αἱ γυναῖκες ἐγένοντο, πέμπει τῶν ἱππέων τινὰς ὁ Μάρκιος κελεύσας μαθεῖν, τίς ἐστιν ὁ προσιὼν ὄχλος ἐκ τῆς πόλεως, καὶ ἐπὶ τί παραγένοιντο. μαθὼν δὲ παρʼ αὐτῶν, ὅτι Ῥωμαίων αἱ γυναῖκες ἥκουσιν ἐπαγόμεναι παιδία, προηγεῖται δʼ αὐτῶν ἥ τε μήτηρ καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ τέκνα, πρῶτον μὲν ἐθαύμασε τῆς τόλμης τὰς γυναῖκας, εἰ γνώμην ἔσχον εἰς χάρακα πολεμίων ἄτερ ἀνδρῶν φυλακῆς ἐλθεῖν ἄγουσαι τὰ τέκνα, οὔτʼ αἰδοῦς ἔτι τῆς ἁρμοττούσης γυναιξὶν ἐλευθέραις καὶ σώφροσι προνοούμεναι τὸ μὴ ἐν ἀνδράσιν ἀσυνήθεσιν ὁρᾶσθαι, οὔτε κινδύνων λαβοῦσαι δέος, οὓς ἀναρριπτεῖν ἔμελλον, εἰ τὰ συμφέροντα πρὸ τῶν δικαίων ἑλομένοις σφίσι, δόξειε κέρδος

v.3p.191

αὐτὰς ποιήσασθαι καὶ ὠφέλειαν. ἐπεὶ δʼ ἀγχοῦ ἦσαν, ὑπαντᾶν τῇ μητρὶ προελθὼν ἐκ τοῦ χάρακος ἔγνω σὺν ὀλίγοις, τούς τε πελέκεις, οὓς προηγεῖσθαι τῶν στρατηγῶν ἔθος ἦν, ἀποθέσθαι κελεύσας τοῖς ὑπηρέταις, καὶ τὰς ῥάβδους, ὅταν ἐγγὺς τῆς μητρὸς γένηται, καταστεῖλαι.

ταῦτα δὲ Ῥωμαίοις ἐστὶ ποιεῖν ἔθος, ὅταν ὑπαντῶσι ταῖς μείζοσιν ἀρχαῖς οἱ τὰς ἐλάττους ἀρχὰς ἔχοντες, ὡς καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου γίνεται· ἣν δὴ τότε συνήθειαν φυλάττων ὁ Μάρκιος, ὡς ἐξουσίᾳ μείζονι μέλλων. εἰς ταὐτὸν ἥξειν, πάντʼ ἀπέθετο τὰ τῆς ἰδίας παράσημα ἀρχῆς. τοσαύτη περὶ αὐτὸν ἦν αἰδὼς καὶ πρόνοια τῆς πρὸς τὸ γένος εὐσεβείας.

ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένοντο, πρώτη μὲν αὐτῷ δεξιωσομένη προσῆλθεν ἡ μήτηρ πένθιμά τʼ ἠμφιεσμένη τρύχη καὶ τὰς ὁράσεις ἐκτετηκυῖα ὑπὸ τῶν δακρύων, ἐλεεινὴ σφόδρα. ἣν ὁ Μάρκιος ἰδὼν ἄτεγκτος τέως καὶ στερρός, οἷος ἅπασι τοῖς ἀνιαροῖς ἀντέχειν, οὐθὲν ἔτι τῶν λελογισμένων φυλάττειν ἱκανὸς ἦν, ἀλλʼ ᾤχετο φερόμενος ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον, καὶ περιβαλὼν αὐτὴν ἠσπάζετο καὶ ταῖς ἡδίσταις φωναῖς ἀνεκάλει καὶ μέχρι πολλοῦ κλαίων τε καὶ περιέπων κατεῖχεν ἐκλελυμένην καὶ ῥέουσαν ἐπὶ τὴν γῆν. ὡς δὲ τῶν ἀσπασμῶν τῆς μητρὸς ἅλις εἶχε, τὴν γυναῖκα προσελθοῦσαν δεξιωσάμενος ἅμα τοῖς τέκνοις εἶπεν·

ἀγαθῆς γυναικὸς ἔργον ἐποίησας, ὦ Οὐολουμνία, μείνασα παρὰ τῇ μητρί μου καὶ οὐκ ἐγκαταλιποῦσα τὴν ἐρημίαν αὐτῆς ἔμοιγε πασῶν ἡδίστην

v.3p.192
κεχάρισαι δωρεάν. μετὰ ταῦτα τῶν παιδίων ἑκάτερον προσαγόμενος καὶ τοὺς προσήκοντας ἀσπασμοὺς ἀποδούς, ἐπέστρεψεν αὖθις πρὸς τὴν μητέρα καὶ λέγειν ἐκέλευσε, τίνος δεομένη πάρεστιν. ἡ δὲ πάντων ἀκουόντων ἔφησεν ἐρεῖν, οὐθενὸς γὰρ ἀνοσίου δεήσεσθαι, παρεκάλει τʼ αὐτόν, ἐν ᾧ καθεζόμενος εἰώθει χωρίῳ

δικάζειν τοῖς ὄχλοις, ἐν τούτῳ καθίσαι. καὶ ὁ Μάρκιος ἀσμένως τὸ ῥηθὲν ἐδέξατο ὡς δὴ περιουσίᾳ τε πολλῇ τῶν δικαίων πρὸς τὴν ἔντευξιν αὐτῆς χρησόμενος καὶ ἐν καλῷ ποιούμενος τοῖς ὄχλοις τὴν ἀπόκρισιν. ἐλθὼν δʼ ἐπὶ τὸ στρατηγικὸν βῆμα πρῶτον μὲν ἐκέλευσε τοῖς ὑπηρέταις καθελεῖν ἀπʼ αὐτοῦ τὸν δίφρον καὶ θεῖναι χαμαί, μητρὸς ὑψηλότερον οὐκ οἰόμενος δεῖν τόπον ἔχειν, οὐδʼ ἐξουσίᾳ χρῆσθαι κατʼ ἐκείνης οὐδεμιᾷ· ἔπειτα παρακαθισάμενος τοὺς ἐπιφανεστάτους τῶν θʼ ἡγεμόνων καὶ λοχαγῶν, καὶ τῶν ἄλλων ἐάσας παρεῖναι τὸν βουλόμενον, ἐκέλευσε τὴν μητέρα λέγειν.