Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἴθι δὴ σκόπει καὶ τὰ παρὰ θεῶν, Μηνύκιε, οἷά μοι νῦν τʼ ἀπήντηται καί, ἐὰν ἄρα πεισθεὶς ὑμῖν προδῶ τὴν τούτων πίστιν, οἷα τὸν λοιπὸν ὑπάρξει μοι βίον. νῦν μέν γε πάσης πράξεως, ἧς ἂν ἅψωμαι καθʼ ὑμῶν, συλλαμβάνουσί μοι, καὶ οὐδεμιᾶς πείρας ἀποτυγχάνω.

καὶ τοῦτο πηλίκον οἴεσθε εἶναι τεκμήριον εὐσεβείας τῆς ἐμῆς; εἰ γὰρ δὴ κατὰ τῆς πατρίδος

v.3p.173
οὐχ ὅσιον ἐγὼ πόλεμον ἐνεστησάμην, ἅπαντα χρῆν ἐναντία μοι γίνεσθαι τὰ παρὰ θεῶν· ὁπότε δʼ οὐρίῳ πνεούσῃ κέχρημαι τῇ περὶ τοὺς πολέμους τύχῃ, καὶ ὁπόσοις ἂν ἐπιβάλωμαι πράγμασι κατʼ ὀρθὸν ἅπαντά μοι χωρεῖ, δῆλον ὅτι εὐσεβής εἰμι ἀνὴρ καὶ

πράξεις προῄρημαι καλάς. τί οὖν, ἐὰν μεταβάλωμαι καὶ τὰ μὲν ὑμέτερα αὔξειν, τὰ δὲ τούτων ταπεινὰ ποιεῖν ζητῶ, γενήσεταί μοι; ἆρʼ οὐχὶ τἀναντία, καὶ πονηρὰν νέμεσιν ἕξω παρὰ τοῦ δαιμονίου τοῖς ἠδικημένοις τιμωρόν, καὶ ὥσπερ ἐκ ταπεινοῦ μέγας διὰ τοὺς θεοὺς ἐγενόμην, οὕτως αὖθις ἐκ μεγάλου ταπεινὸς γενήσομαι, καὶ τἀμὰ παθήματα παιδεύματα γενήσεται τοῖς ἄλλοις;

ἐμοὶ μὲν ταῦτα παρίσταται περὶ τοῦ δαιμονίου φρονεῖν, καὶ πείθομαί γε τὰς ἐρινύας ἐκείνας τὰς φοβερὰς καὶ ἀπαραιτήτους τοῖς ἀνόσιόν τι διαπραξαμένοις, ὧν καὶ σὺ ἐμνήσθης, ὦ Μηνύκιε, τότε μοι παρακολουθήσειν ψυχήν τε καὶ σῶμα αἰκιζομένας, ὅταν ἐγκαταλίπω καὶ προδῶ τοὺς σώσαντάς με ἀπολωλότα ὑφʼ ὑμῶν καὶ μετὰ τοῦ σῶσαι πολλὰς καὶ καλὰς προσθέντας εὐεργεσίας, οἷς ἐγγυητὰς ἔδωκα θεούς, ὡς ἐπʼ οὐδενὶ κακῷ τὴν ἄφιξιν ποιησάμενος καὶ φυλάξων τὴν εἰς τόδε χρόνου καθαρὰν καὶ ἀμίαντον συνοῦσάν μοι πίστιν.