Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ ταῦτʼ εἶπον οἱ πρέσβεις, ἐβουλεύοντο κατὰ σφᾶς οἱ σύνεδροι μεταστησάμενοι τοὺς ἄνδρας, καὶ ἐπειδὴ ἔκριναν ἃς χρὴ ἀποκρίσεις ποιήσασθαι, καλέσαντες αὐτοὺς πάλιν ἐπὶ τὸν σύλλογον ταύτην ἔδοσαν τὴν ἀπόφασιν. οὐ λανθάνετε ἡμᾶς, ὦ Οὐολοῦσκοι, φιλίας μὲν οὐδὲν δεόμενοι, πρόφασιν δʼ εὐπρεπῆ λαβεῖν βουλόμενοι τοῦ πολέμου. ἃ γὰρ ἥκετε παρʼ ἡμῶν ἀπαιτοῦντες, καλῶς ἐπίστασθε οὐδέποτε ληψόμενοι· χρῄζετε γὰρ ἀδίκων τε καὶ ἀδυνάτων.

εἰ μὲν οὖν δόντες ἡμῖν τὰ χωρία ἔπειτα μεταδόξαν ὑμῖν νῦν ἀπαιτεῖτε, ἀδικεῖσθε

v.3p.138
μὴ κομιζόμενοι, εἰ δὲ πολέμῳ ἀφαιρεθέντες οὐκέτι αὐτῶν ὄντες κύριοι, ἀδικεῖτε τῶν ἀλλοτρίων ἐφιέμενοι. ἡμεῖς δὲ κρατίστας ἡγούμεθα κτήσεις, ἃς ἂν πολέμῳ κρατήσαντες λάβωμεν, οὔτε πρῶτοι καταστησάμενοι νόμον τόνδε οὔτε αὐτὸν ἀνθρώπων ἡγούμενοι εἶναι μᾶλλον ἢ οὐχὶ θεῶν· ἅπαντάς τε καὶ Ἕλληνας καὶ βαρβάρους εἰδότες αὐτῷ χρωμένους οὐκ ἂν ἐνδοίημεν ὑμῖν μαλακὸν οὐδὲν οὐδʼ ἂν ἀποσταίημεν ἔτι τῶν δορικτήτων.

πολλὴ γὰρ ἂν εἴη κακότης, εἴ τις ἃ μετʼ ἀρετῆς καὶ ἀνδρείας ἐκτήσατο, ταῦθʼ ὑπὸ μωρίας τε καὶ δειλίας ἀφαιρεθείη. πολεμεῖν τʼ οὔτε μὴ βουλομένους ὑμᾶς ἀναγκάζομεν, οὔτε προθυμουμένους παραιτούμεθα, ἂν δʼ ἄρξησθε ἀμυνούμεθα. ταῦτα Οὐολούσκοις ἀπαγγέλλετε καὶ λέγετε, ὅτι λήψονται μὲν πρότεροι τὰ ὅπλʼ ἐκεῖνοι, θήσομεν δʼ ἡμεῖς ὕστεροι.