Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα καὶ τὰ παραπλήσια τούτοις εἰπὼν ἐπαύσατο. τῶν δὲ βουλευτῶν οἱ μετʼ αὐτὸν ἀνιστάμενοι πλὴν ὀλίγων οἱ λοιποὶ ταύτῃ προσέθεντο τῇ

v.3p.89
γνώμῃ. καὶ ἐπειδὴ τὸ προβούλευμα ἔδει γράφεσθαι, λόγον αἰτησάμενος ὁ Μάρκιος εἶπεν· οἷος μέν, ὦ βουλή, πρὸς τὰ κοινὰ ἐγὼ γέγονα, καὶ ὡς διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν εἰς τοῦτον τὸν κίνδυνον ἐλήλυθα, καὶ ὅτι παρὰ γνώμην ἀπήντηταί μοι τὰ παρʼ ὑμῶν, ἅπαντες ἴστε καὶ ἔτι μᾶλλον εἴσεσθε, ὅταν τὰ κατʼ ἐμὲ

σχῇ τέλος. ἐπεὶ δʼ ἡ Οὐαλερίου γνώμη νικᾷ, συνενέγκειε μὲν ταῦτα ὑμῖν, καὶ γενοίμην ἐγὼ κακὸς εἰκαστὴς τῶν ἐσομένων. ἵνα δὲ καὶ ὑμεῖς οἱ τὸ προβούλευμα γράφοντες εἰδῆτε ἐφʼ οἷς παραδιδόναι με τῷ δήμῳ μέλλετε, κἀγὼ μὴ ἀγνοῶ, περὶ τίνος ἀγωνιοῦμαι, κελεύσατε δὴ τοὺς δημάρχους εἰπεῖν ἐναντίον ὑμῶν, τί τὸ ἀδίκημά ἐστιν, ἐφʼ οὗ μέλλουσί μου κατηγορεῖν, καὶ ποταπὸν ὄνομα ἐπιγράψουσι τῇ δίκῃ.

ὁ μὲν δὴ ταῦτʼ ἔλεγε δοκῶν ἐπὶ τοῖς λόγοις, οἷς εἶπεν ἐν τῇ βουλῇ, τὴν δίκην ὑφέξειν, καὶ βουλόμενος ὁμολογῆσαι τοὺς δημάρχους, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας μέλλουσιν αὐτοῦ κατηγορεῖν. οἱ δὲ δήμαρχοι βουλευσάμενοι κατὰ σφᾶς τυραννίδι ἐπιβουλεύειν αὐτὸν ᾐτιάσαντο καὶ πρὸς ταύτην ἐκέλευον ἥκειν τὴν αἰτίαν ἀπολογησόμενον, οὐ βουλόμενοι τὸ ἔγκλημα εἰς μίαν αἰτίαν κατακλεῖσαι καὶ ταύτην οὔτʼ ἰσχυρὰν οὔτε τῇ βουλῇ κεχαρισμένην, ἀλλʼ ἑαυτοῖς τε πράττοντες ἐξουσίαν ὅσα βούλονται ἐγκαλεῖν, καὶ βοήθειαν ἀφαιρήσεσθαι τοῦ Μαρκίου τὴν ἐκ τῶν συνέδρων οἰόμενοι. καὶ ὁ Μάρκιος εἶπεν· ἀλλʼ ἤτοι, εἰ ἐπὶ ταύτῃ γε κριθήσομαι τῇ διαβολῇ, δίδωμι ἐμαυτὸν ὑπόδικον τοῖς

v.3p.90
δημόταις, καὶ μηδὲν ἔστω τὸ κωλῦον γράφεσθαι τὸ

προβούλευμα. ἐγένετο δὲ καὶ τοῖς πλείστοις τῶν συνέδρων ἀσμένοις ἐπὶ τούτῳ γενέσθαι τῷ ἐγκλήματι τὴν δίκην κατʼ ἀμφότερα, καὶ ὅτι οὐκ ἔσται τὸ λέγειν ἃ φρονεῖ τις ἐν τοῖς συνέδροις ὑπαίτιον, καὶ ὅτι ῥᾳδίως ἀπολύσεται τὴν διαβολὴν ὁ ἀνὴρ βίον ἐζηκὼς σώφρονα καὶ ἀνεπίληπτον.