Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐῶ τἆλλα, ἀλλʼ ὑπὲρ αὐτοῦ σοῦ καὶ τῆς σῆς θεοβλαβείας τίνας οὐκ ἐποιήσαντο δεήσεις ἁπάντων κοινῇ τε καὶ καθʼ ἕκαστον τῶν δημοτικῶν παραιτούμενοί σε τῆς τιμωρίας; ἔπειτα τοῖς μὲν ὑπάτοις καὶ τῇ βουλῇ τοσαύτην πόλιν ἐπιτροπευούσῃ καλῶς εἶχεν, ὦ Μάρκιε, δικαστὴν τὸν δῆμον ὑπὲρ ὧν ἐνεκαλοῦντο ὑπομένειν, σοὶ δʼ ἆρʼ οὐχὶ καλῶς ἔχει;

καὶ δεῖσθαί γε τῶν δημοτῶν ὑπὲρ ἀφέσεως τῆς σῆς οὗτοι μὲν ἅπαντες οὐδὲν αἰσχρὸν εἶναι νομίζουσι, σὺ δὲ διʼ αἰσχύνης λαμβάνεις τὸ αὐτὸ τοῦτο; καὶ οὐκ ἀπόχρη σοι ταῦτʼ, ὦ γενναῖε, ἀλλʼ ὥσπερ τι καλὸν ἐξειργασμένος ὑψαυχενῶν καὶ μεγαληγορῶν περιέρχῃ καὶ μηδὲν ὑφεῖναι τοῦ φρονήματος ἀπομαχόμενος· ἐῶ γάρ, ὅτι καὶ λοιδορούμενος τῷ δήμῳ καὶ προσεγκαλῶν καὶ ἀπειλῶν.

ἔπειτʼ οὐ νεμεσᾶτε αὐτῷ τῆς ὑπερηφανίας, ὦ πατέρες, εἰ τηλικούτων αὑτὸν ἀξιοῖ μόνος, ἡλίκων οὐδʼ ἅπαντες ὑμεῖς ἑαυτούς; ὃν ἐχρῆν, εἰ καὶ πάντες ὑμεῖς ἀνεδέχεσθε τὸν ὑπὲρ αὐτοῦ πόλεμον ψηφίσασθαι, τὸ μὲν εὔνουν καὶ πρόθυμον ὑμῶν ἀγαπᾶν, μὴ δέχεσθαι δὲ χάριν ἰδίαν ἐπὶ κοινῇ βλάβῃ, ἀλλʼ ὑπομένειν ἀπολογούμενον καὶ δίκην ὑπέχοντα εἰ δέοι καὶ πάντα

v.3p.70

πάσχοντα. ταῦτα γὰρ ἦν ἔργα ἀγαθοῦ πολίτου καὶ τὸ καλὸν ἔργοις ἀσκοῦντος, οὐ λόγοις. ἃ δὲ νῦν οὗτος βιάζεται, τίνος ἐστὶ σημεῖα βίου; ποίων μηνύματα προαιρέσεων, ὅρκους παραβαίνειν, δεξιὰς παρασπονδεῖν, ὁμολογίας ἀναιρεῖν, δήμῳ πολεμεῖν, εἰς ἀρχόντων σώματα ὑβρίζειν, καὶ μηδʼ ἐφʼ ἑνὶ τούτων τὸ σῶμα ὑπεύθυνον ποιεῖν, ἀλλʼ ἄκριτον ἀναπολόγητον μηδενὸς δεηθέντα μηθένα φοβηθέντα μηθενὶ τῶν τοσούτων πολιτῶν ἴσον γενόμενον ἀδεῶς περινοστεῖν; ἆρʼ οὐ τυραννικοῦ

τρόπου σημεῖα ταῦτʼ ἐστίν; ἔμοιγε δοκεῖ. καὶ τοῦτον ὅμως εἰσί τινες οἱ παραψύχοντες καὶ παρακροτοῦντες ἐξ ὑμῶν αὐτῶν, οἷς ἐντέτηκε τὸ πρὸς τοὺς δημοτικοὺς μῖσος ἀδιάλλακτον, καὶ οὐ δύνανται συνιδεῖν, ὅτι οὐθὲν μᾶλλον κατὰ τοῦ ταπεινοτέρου μέρους τῶν ἐν τῇ πόλει φύεται τουτὶ τὸ κακὸν ὡς καὶ κατὰ τοῦ σεμνοτέρου· ἀλλʼ οἴονται τοῦ διαφόρου φύσει καταδουλωθέντος καὶ δὴ τὸ καθʼ ἑαυτοὺς ἕξειν ἀσφαλῶς.

οὐχ οὕτως ἔχει τἀληθές, ὦ γνώμης ἁμαρτάνοντες τῆς ἀρίστης· διδάσκαλον δὲ τὴν πεῖραν ἣν ὁ Μάρκιος παρέχεται καὶ τὸν χρόνον λαβόντες, ὀθνείοις θʼ ἅμα καὶ οἰκείοις σωφρονισθέντες παραδείγμασι γνοίητʼ ἄν, ὅτι μοσχευομένη κατὰ τοὺ δήμου τυραννὶς καθʼ ὅλης τῆς πόλεως μοσχεύεται, καὶ νῦν μὲν ἀφʼ ἡμῶν ἄρχεται, κρατήσασα δʼ οὐδʼ ὑμῶν φείσεται.