Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ οὐχὶ λέγειν μὲν ὁ Μάρκιος, ἐξ ὧν διαστήσει τὴν πόλιν, ἐπεχείρησε, πράττειν δʼ οὐχ οἷα

v.3p.67
ἔλεγεν ἐπεβάλετο, ἀλλὰ καὶ στῖφος ἀνθρώπων εἰς ἅπασαν ὑπηρεσίαν ἑτοίμων παρʼ ἑαυτῷ ἔχων, καλούμενος ἐπὶ τὴν ἀρχὴν ἡμῶν οὐκ ἀπαντᾷ, καὶ τοῖς ὑπηρέταις τοῖς ἡμετέροις, ὁπότε κελευσθέντες ἄγειν αὐτὸν ἐπιβάλλοιντο, πληγὰς ἐντρίβεται, καὶ οὐδὲ τῶν ἡμετέρων σωμάτων τὼ χεῖρε τελευτῶν ἀπέχεται.

ὥστε περίεστιν ἡμῖν, τό γʼ ἐπὶ τοῦτον εἶναι μέρος, ὄνομα μὲν εὐπρεπὲς ἀσύλου ἀρχῆς ἐπὶ χλευασμῷ κείμενον ἔχειν, ἔργον δὲ τῶν ἀποδεδομένων τῇ ἀρχῇ μηδʼ ὁτιοῦν πράττειν. πῶς δʼ ἂν ἑτέροις ἀδικεῖσθαι λέγουσι βοηθήσαιμεν, οἷς γε μηδʼ αὐτοῖς ὑπάρχει τἀσφαλές; ταύτας μέντοι τὰς ὕβρεις οἱ πένητες ὑβριζόμενοι πρὸς ἑνὸς ἀνδρὸς οὔπω τυραννοῦντος, ἀλλʼ ἔτι μέλλοντος, καὶ τὰ μὲν ἤδη πεπονθότες, ὦ βουλή, δεινά, τὰ δʼ εἰ μὴ τὸ πλεῖον ὑμῶν μέρος ἐμποδὼν ἐγένετο παρασχεδὸν ἐλθόντες παθεῖν, ἄρα εἰκότως ἀγανακτοῦμεν καὶ βοηθείας τινὸς οἰόμεθα δεῖν οὐκ ἄνευ τῆς ὑμετέρας συναγανακτήσεως τυχεῖν, ἐπὶ δίκην αὐτὸν ἴσην καὶ νόμιμον, ὦ βουλή, προσκαλούμενοι, περὶ ἣν ἅπασα ἡ πληθὺς μερισθεῖσα κατὰ φυλὰς λόγου δοθέντος τοῖς δεομένοις ἔνορκον ἐποίσει τὴν ψῆφον.

ἴθι ἐκεῖ, Μάρκιε, καὶ ταῦθʼ, ἃ μέλλεις λέγειν ἐνθάδε, πρὸς ἅπαντας τοὺς πολίτας ἀθρόους ἀπολογοῦ, εἴτε ὡς ἀπὸ τοῦ βελτίστου

v.3p.68
τὰ κράτιστα συνεβούλευες τούτοις καὶ συνήνεγκεν ἂν τῇ πόλει ταῦτα γενόμενα, εἴτε ὡς οὐκ ἔστι δίκαιον λόγων εὐθύνας ὑπέχειν τοὺς ἀποφαινομένους ἐνθάδε τὰς γνώμας, εἴτε ὡς οὐκ ἐκ προνοίας οὐδὲ ἐπιβουλῆς, ἀλλʼ ὀργῇ ἐπιτρέψας τὰ μιαρὰ ταῦτα παραινεῖν προήχθης,

εἴθʼ ὁτιδήποτε ἄλλο ἀπολόγημα ἔχεις. καταβίβασον ἀπὸ τῶν ὑπερηφάνων καὶ τυραννικῶν αὐχημάτων ἐκείνων σεαυτὸν ἐπὶ τὸ δημοτικώτερον, ὦ πονηρέ, καὶ ποίησον ἤδη ποτὲ τοῖς ἄλλοις ἀνθρώποις ὅμοιον. ἡμαρτηκότος λαβὲ καὶ παραιτουμένου σχῆμα ταπεινὸν καὶ ἐλεεινόν, οἷον ἀπαιτοῦσιν αἱ συμφοραί. μὴ βιαζόμενος τοὺς κακῶς πεπονθότας, ἀλλʼ ὑπερχόμενος ἀξίου σώζεσθαι.