Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετὰ τοῦθʼ οἱ μὲν ὕπατοι συναγαγόντες τὴν βουλὴν ἐσκόπουν ἐφʼ ἡσυχίας, τίς ἂν γένοιτο τῆς παρούσης ταραχῆς λύσις. καὶ ἔδοξεν αὐτοῖς πρῶτον μὲν ἀποθεραπεῦσαι τοὺς δημότας, εὐώνους πάνυ καὶ λυσιτελεῖς ποιήσαντας αὐτοῖς τὰς ἀγοράς· ἔπειτα πείθειν

v.3p.56
τοὺς προεστηκότας αὐτῶν χάριτι τῆς βουλῆς παύσασθαι καὶ μὴ παράγειν τὸν Μάρκιον, εἰ δὲ μὴ πείθοιεν εἰς μακροτάτους ἀναβάλλεσθαι χρόνους, ἕως ἂν μαρανθῶσιν αἱ τῶν πολλῶν ὀργαί.

ταῦτα ψηφισάμενοι τὸ μὲν ὑπὲρ τῆς ἀγορᾶς δόγμα εἰς τὸν δῆμον ἐξήνεγκαν καὶ πάντων ἐπαινεσάντων ἐκύρωσαν. ἦν δὲ τοιόνδε· τὰς τιμὰς εἶναι τῶν ὠνίων τῶν πρὸς τὸν καθʼ ἡμέραν βίον, αἵτινες ἐγένοντʼ ἐλάχισται πρὸ τῆς ἐμφυλίου στάσεως. παρὰ δὲ τῶν δημάρχων πολλὰ λιπαρήσαντες τὴν μὲν ὁλοσχερῆ πάρεσιν οὐχ εὕροντο, τὴν δʼ εἰς χρόνον ὅσον ἠξίουν ἀναβολὴν ἔλαβον· αὐτοί τε προσεμηχανήσαντο διατριβὴν ἑτέραν ἀφορμῇ τοιᾷδε χρησάμενοι.

τοὺς ἐκ Σικελίας ἀποσταλέντας ὑπὸ τοῦ τυράννου πρέσβεις καὶ παρακομίσαντας τῷ δήμῳ τὴν τοῦ σίτου δωρεὰν ἀποπλέοντας οἴκαδε Ἀντιάται πειρατήριον στείλαντες κατήγαγον ἀποσαλεύοντας οὐ πρόσω τῶν λιμένων καὶ τά τε χρήματʼ αὐτῶν ὡς πολεμίων δι’ ὠφελείας ἔθεντο, καὶ τὰ σώματα κατακλείσαντες εἶχον ἐν φυλακῇ.

ταῦτα μαθόντες οἱ ὕπατοι ἔξοδον ἐψηφίσαντο ἐπὶ τοὺς Ἀντιάτας, ἐπειδὴ πρεσβευομένοις αὐτοῖς οὐδὲν ἠξίουν τῶν δικαίων ποιεῖν· καὶ ποιησάμενοι τῶν ἐν ἀκμῇ κατάλογον ἐξῄεσαν ἀμφότεροι, ψήφισμα κυρώσαντες ὑπὲρ ἀναβολῆς τῶν τʼ ἰδίων καὶ τῶν δημοσίων δικῶν, ὅσον ἂν χρόνον ὦσιν ἐν τοῖς ὅπλοις.

ἐγένετο δʼ οὗτος οὐχ ὅσον ὑπέλαβον, ἀλλὰ

v.3p.57
πολλῷ ἐλάττων. οἱ γὰρ Ἀντιάται μαθόντες ἐξεστρατευμένους πανδημεὶ Ῥωμαίους οὐδὲ τὸν ἐλάχιστον ἀντέσχον χρόνον, δεόμενοι δὲ καὶ λιπαροῦντες τά τε σώματα τῶν ἁλόντων Σικελιωτῶν ἀπέδοσαν καὶ τὰ χρήματα, ὥστʼ ἠναγκάσθησαν οἱ Ῥωμαῖοι εἰς τὴν πόλιν ἀναστρέψαι.