Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοιαῦτʼ εἰπόντος τοῦ Μαρκίου διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ θόρυβος ἐν αὐτοῖς ἐγίνετο πολύς. οἱ μὲν γὰρ ἐξ ἀρχῆς ἐναντίοι τοῖς δημοτικοῖς καὶ τὰς διαλλαγὰς παρὰ γνώμην ὑπομείναντες, ἐν οἷς ἥ τε νεότης ὀλίγου δεῖν πᾶσα ἦν καὶ τῶν πρεσβυτέρων οἱ πλουσιώτατοί τε καὶ φιλοτιμότατοι, βαρέως φέροντες οἱ μὲν ἐπὶ ταῖς περὶ τὰ συμβόλαια βλάβαις, οἱ δʼ ἐπὶ τῇ περὶ τὰς τιμὰς ἐλαττώσει ἐπῄνουν τὸν ἄνδρα ὡς γενναῖον καὶ φιλόπολιν καὶ τὰ κράτιστα τῷ κοινῷ

λέγοντα· οἱ δὲ δημοτικὰς ἔχοντες τὰς προαιρέσεις τῶν τρόπων καὶ τὸν πλοῦτον οὐ πέρα τοῦ δέοντος ἐκτετιμηκότες τῆς τʼ εἰρήνης οὐδὲν ἀναγκαιότερον ὑπολαμβάνοντες ἤχθοντο τοῖς λεγομένοις ὑπʼ αὐτοῦ καὶ τὴν γνώμην οὐ προσίεντο· ἠξίουν τε μὴ τοῖς βιαίοις, ἀλλὰ τοῖς εὐγνώμοσι περιεῖναι τῶν ταπεινοτέρων, μηδʼ ἀπρεπές, ἀλλʼ ἀναγκαῖον ἡγεῖσθαι τὸ ἐπιεικές, ἄλλως τε καὶ πρὸς τοὺς συμπολιτευομένους ἐπʼ εὐνοίᾳ γινόμενον·

v.3p.40
μανίαν τʼ ἀπέφαινον αὐτοῦ τὴν συμβουλήν, οὐ παρρησίαν οὐδὲ ἐλευθερίαν. βραχὺ μὲν οὖν τοῦτο τὸ μέρος καὶ ἀσθενὲς ὂν περιεωθεῖτο ὑπὸ τοῦ βιαιοτέρου.

ταῦτα δʼ ὁρῶντες οἱ δήμαρχοι· παρῆσαν γὰρ τῷ συνεδρίῳ παρακληθέντες ὑπὸ τῶν ὑπάτων· ἐβόων τε καὶ ἤσπαιρον καὶ τὸν Μάρκιον λυμεῶνα καὶ ὄλεθρον τῆς πόλεως ἀπεκάλουν πονηροὺς διεξιόντα κατὰ τοῦ δήμου λόγους, καὶ εἰ μὴ κωλύσειαν αὐτὸν οἱ πατρίκιοι πόλεμον ἐμφύλιον εἰς τὴν πόλιν εἰσάγοντα θανάτῳ ζημιώσαντες ἢ φυγῇ, αὐτοὶ ποιήσειν τοῦτʼ ἔλεγον.

θορύβου δʼ ἔτι πλείονος ἐπὶ τοῖς λόγοις τῶν δημάρχων γενομένου, καὶ μάλιστʼ ἐκ τῶν νεωτέρων τὰς ἀπειλὰς δυσανασχετούντων ἐπαρθεὶς τούτοις ὁ Μάρκιος αὐθαδέστερον ἤδη καθήπτετο τῶν δημαρχων καὶ θρασύτερον· εἰ μὴ παύσεσθε μέντοι, λέγων, ταράττοντες τὴν πόλιν ὑμεῖς καὶ ἐκδημαγωγοῦντες τοὺς ἀπόρους, οὐκέτι λόγῳ διοίσομαι πρὸς ὑμᾶς, ἀλλʼ ἔργῳ.