Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δʼ ὕπατοι τῇ κατόπιν ἡμέρᾳ συνεκάλουν τὴν βουλὴν περίφοβοι ὄντες ἐπὶ τοῖς καινοτομουμένοις καὶ τὴν τοῦ Βρούτου δημοκοπίαν εἰς μέγα τι κακὸν ἀποσκήψειν οἰόμενοι. πολλοὶ μὲν δὴ καὶ παντοδαποὶ ὑπό τʼ αὐτῶν ἐκείνων ἐρρήθησαν ἐν τῷ συνεδρίῳ λόγοι καὶ ὑπὸ τῶν ἄλλων πρεσβυτέρων, τῶν μὲν οἰομένων δεῖν θεραπεύειν τὸν δῆμον ἁπάσῃ εὐπροσηγορίᾳ λόγων

v.3p.25
καὶ ὑποσχέσει ἔργων καὶ τοὺς ἡγεμόνας αὐτοῦ μετριωτέρους παρασκευάζειν, τιθέντας εἰς μέσον τὰ πράγματα καὶ μετὰ σφῶν ὑπὲρ τοῦ κοινῇ συμφέροντος παρακαλοῦντας σκοπεῖν.

τῶν δὲ μηθὲν ἐνδιδόναι μαλακὸν συμβουλευόντων πρὸς ὄχλον αὐθάδη καὶ ἀμαθῆ ἢ θρασεῖάν τε καὶ ἀνύποιστον δημοκόπων ἀνθρώπων μανίαν, ἀλλʼ ἀπολογεῖσθαι μέν, ὡς οὐδὲν εἴη τῶν γεγονότων παρὰ τῶν πατρικίων αἴτιον, καὶ ὑπισχνεῖσθαι πρόνοιαν ἕξειν τοῦ κακοῦ τὴν δυνατήν, τοῖς δὲ ταράττουσι τὸν δῆμον ἐπιτιμᾶν καὶ προαγορεύειν, ὡς εἰ μὴ παύσονται τὴν στάσιν ἀναρριπίζοντες ἀξίας τίσουσι δίκας.

ταύτης ἡγεῖτο τῆς γνώμης Ἄππιος, καὶ ἦν ἡ νικῶσα αὕτη πολλῆς ἐμπεσούσης πάνυ τοῖς συνέδροις φιλονεικίας· ὥστε καὶ τὸν δῆμον ὑπὸ τῆς βοῆς αὐτῶν ἐξακουομένης ἐπὶ πολὺ ταραχθέντα συνδραμεῖν ἐπὶ τὸ βουλευτήριον, καὶ πᾶσαν ὀρθὴν ἐπὶ τῇ προσδοκίᾳ

γενέσθαι τὴν πόλιν. μετὰ δὲ τοῦθʼ οἱ μὲν ὕπατοι προελθόντες συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν· ἦν δʼ οὐ πολὺ τῆς ἡμέρας ἔτι τὸ λειπόμενον· καὶ παρελθόντες ἐπειρῶντο τὰ δόξαντα σφίσιν ἐν τῇ βουλῇ λέγειν. ἐνίσταντο δʼ αὐτοῖς οἱ δήμαρχοι, καὶ οὐκ ἦν ἐν μέρει οὐδʼ ἐν κόσμῳ γινόμενος παρʼ ἀμφοῖν

v.3p.26
ὁ λόγος. ἐβόων γὰρ ἅμα καὶ ἐξέκλειον ἀλλήλους, ὥστε μὴ ῥᾴδιον εἶναι τοῖς παροῦσι τὰς διανοίας αὐτῶν ὅ τι βούλονται συνιδεῖν.