Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ τόδε, ὦ πολῖται, τοῦ μήτʼ ὀρρωδεῖν μήτʼ ἐκτρέπεσθαι τὰ δεινὰ μέγιστον παρακέλευσμα, ὅτι πάντες οἱ πρωτεύοντες τοῦ βουλευτικοῦ συνεδρίου πάρεισιν, ὥσπερ ὁρᾶτε, κοινὰς ὑμῖν ποιησόμενοι τὰς τοῦ πολέμου τύχας, οἷς ἀφεῖσθαι στρατείας ὅ τε χρόνος

v.2p.272

ὁ τῆς ἡλικίας ἀποδέδωκε καὶ ὁ νόμος. οὐκοῦν αἰσχρὸν μὲν ὑμᾶς τοὺς ἐν ἀκμῇ φεύγειν τὰ δεινά, τούτους δὲ τοὺς ὑπὲρ ἡλικίαν διώκειν, καὶ τὸ μὲν τῶν γερόντων πρόθυμον, ἐπεὶ οὐκ ἀποκτεῖναί τινα δύναται τῶν πολεμίων, ἀποθνήσκειν γε ὑπὲρ τῆς πατρίδος ἐθέλειν, τὸ δʼ ὑμέτερον ἀκμάζον, οἷς ἔξεστιν εὐτυχήσασι μὲν ἀμφότερα σῶσαι καὶ νικᾶν ἀσφαλῶς, εἰ δὲ καὶ μὴ μετὰ τοῦ δρᾶσαί τι γενναῖον καὶ παθεῖν, μήτε τῆς τύχης πεῖραν λαβεῖν, μήτε τὴν τῆς ἀρετῆς δόξαν καταλιπεῖν;

οὐ πρὸς ὑμῶν, ὦ ἄνδρες Ῥωμαῖοι, τὰ μὲν πολλὰ ὑπάρχειν καὶ θαυμαστὰ ἔργα παρʼ ἑτέροις, οὓς οὐδεὶς ὑμνήσει λόγος ἀξίως; πολλὰς δὲ καὶ περιβοήτους πράξεις οἰκείας τὸ ἐξ ὑμῶν καρπώσεται γένος, ἢν τοῦτον ἔτι κατορθώσητε τὸν πόλεμον. ἵνα δὲ καὶ τοῖς τὰ κράτιστα ὑμῶν ἐγνωκόσι τὸ γενναῖον μὴ ἀκερδὲς γένηται καὶ τοῖς πέρα τοῦ δέοντος τὰ δεινὰ πεφοβημένοις μὴ ἀζήμιον ᾖ, πρὶν εἰς ταῦτα ἐλθεῖν, οἵων ἑκατέροις συμβήσεται τυχεῖν, ἀκούσατέ μου.

ᾧ μὲν

v.2p.273
ἄν τι καλὸν ἢ γενναῖον ἐν τῇ μάχῃ διαπραξαμένῳ μαρτυρήσωσιν οἱ τὰ ἔργα συνειδότες τάς τʼ ἄλλας ἀποδώσω παραχρῆμα τιμάς, ἃς ἐκ τῶν πατρίων ἑκάστοις ἐθισμῶν ὑπάρχει φέρεσθαι, καὶ γῆς ἔτι προσθήσω κλῆρον, ἐξ ἧς κέκτηται τὸ δημόσιον, ἱκανὸν ποιῆσαι ὡς μηδενὸς τῶν ἀναγκαίων δεηθῆναι· ᾧ δʼ ἂν ἡ κακὴ καὶ θεοβλαβὴς διάνοια φυγῆς ἀσχήμονος ἐπιθυμίαν ἐμβάλῃ, τούτῳ τὸν φευγόμενον ἀγχοῦ παραστήσω θάνατον· κρείττων γὰρ ἂν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις γένοιτο ὁ τοιοῦτος πολίτης ἀποθανών· καὶ περιέσται τοῖς οὕτως ἀποθανοῦσι μήτε ταφῆς μήτε τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλʼ ἀζήλοις ἀκλαύστοις ὑπʼ οἰωνῶν τε καὶ θηρίων διαφορηθῆναι.

ταῦτα δὴ προεγνωκότες ἴτε προθύμως ἅπαντες ἐπὶ τὸν ἀγῶνα, λαβόντες καλὰς ἐλπίδας ἔργων καλῶν ἡγεμόνας, ὡς ἐν ἑνὶ τῷδε κινδύνῳ τὸ κράτιστον καὶ κατʼ εὐχὴν ἅπασι τέλος λαβόντι τὰ μέγιστα ἕξοντες ἀγαθά, φόβου τυράννων ὑμᾶς αὐτοὺς ἐλευθερώσοντες, πόλει τῇ γειναμένῃ τροφείων δικαίας ἀπαιτούσῃ χάριτας ἀποδώσοντες, παῖδας, ὅσοις εἰσὶν ὑμῶν ἔτι νήπιοι, καὶ γαμετὰς γυναῖκας οὐ περιοψόμενοι παθεῖν πρὸς ἐχθρῶν ἀνήκεστα, γηραιούς τε πατέρας τὸν ὀλίγον ἔτι χρόνον ἥδιστον βιῶναι παρασκευάσοντες.

ὦ μακάριοι μέν, οἷς ἂν ἐκγένηται τὸν ἐκ τοῦδε τοῦ πολέμου θρίαμβον καταγαγεῖν, ὑποδεχομένων ὑμᾶς τέκνων καὶ γυναικῶν καὶ πατέρων· εὐκλεεῖς δὲ καὶ ζηλωτοὶ τῆς ἀρετῆς οἱ τὰ σώματα

v.2p.274
χαριούμενοι τῇ πατρίδι. ἀποθανεῖν μὲν γὰρ ἅπασιν ἀνθρώποις ὀφείλεται, κακοῖς τε καὶ ἀγαθοῖς· καλῶς δὲ καὶ ἐνδόξως μόνοις τοῖς ἀγαθοῖς.