Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

εἰ δέ τινες ὑμῶν ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι νομίζουσιν, ὀρρωδοῦσι δὲ τὸ τῶν ἀντιπολεμίων πλῆθος, βραχείᾳ διδαχῇ μαθέτωσαν τὰ μὴ δεινὰ δεδιότες, μᾶλλον δʼ ἀναμνήσει· πρῶτον μὲν ἐνθυμηθέντες, ὅτι πλεῖόν ἐστιν ἐν αὐτοῖς τὸ ἠναγκασμένον τὰ ὅπλα καθʼ ἡμῶν ἀναλαβεῖν, ὡς ἐκ πολλῶν ἡμῖν ἔργων τε καὶ λόγων ἐδήλωσε, τὸ δʼ ἑκούσιόν τε καὶ ἐκ προθυμίας ὑπὲρ τῶν τυράννων ἀγωνιζόμενον πάνυ ὀλίγον, μᾶλλον δὲ πολλοστὸν μέρος τι τοῦ ἡμετέρου· ἔπειθʼ ὅτι τοὺς πολέμους ἅπαντας οὐχ οἱ πλείους τοῖς ἀριθμοῖς κατορθοῦσιν, ἀλλʼ οἱ κρείττους ἀρετῇ.

πολὺ ἂν ἔργον εἴη παραδείγματα φέρειν, ὅσα βαρβάρων τε καὶ Ἑλλήνων στρατεύματα ὑπερβαλόντα πλήθει μικραὶ

v.2p.271
πάνυ κατηγωνίσαντο δυνάμεις, οὕτως ὥστε μηδὲ πιστοὺς εἶναι τοῖς πολλοῖς τοὺς περὶ αὐτῶν λόγους. ἐῶ τἆλλα· ἀλλʼ ὑμεῖς αὐτοὶ πόσους κατωρθώκατε πολέμους μετʼ ἐλάττονος ἢ ὅσης νῦν ἔχετε δυνάμεως μείζοσιν ἢ τοσαύταις παρασκευαῖς πολεμίων ἀντιταχθέντες; φέρε, ἀλλὰ τοῖς μὲν ἄλλοις φοβεροὶ διατελεῖτε ὄντες ὧν ἐκρατεῖτε μαχόμενοι, Λατίνοις δʼ ἄρα τούτοις καὶ τοῖς συμμάχοις αὐτῶν Οὐολούσκοις εὐκαταφρόνητοι, διὰ τὸ μὴ πειραθῆναί ποτε αὐτοὺς τῆς ὑμετέρας μάχης; ἀλλὰ πάντες ἴστε, ὅτι ταῦτʼ ἀμφότερα τὰ ἔθνη πολλαῖς ἐνίκων μάχαις οἱ πατέρες ἡμῶν.

ἆρʼ οὖν λόγον ἔχει τὰ μὲν τῶν κρατηθέντων πράγματα ἐπὶ ταῖς τοιαύταις συμφοραῖς κρείττονα εἶναι, τὰ δὲ τῶν κεκρατηκότων ἐπὶ ταῖς τηλικαύταις εὐπραγίαις χείρονα; καὶ τίς ἂν τοῦτο φήσειε νοῦν ἔχων; θαυμάσαιμι δʼ ἄν, εἴ τις ὑμῶν τὸ μὲν τῶν πολεμίων πλῆθος, ἐν ᾧ βραχὺ τὸ γενναῖόν ἐστιν, ὀρρωδεῖ, τῆς δʼ οἰκείας δυνάμεως οὕτω πολλῆς καὶ ἀγαθῆς οὔσης καταφρονεῖ, ἧς οὔτʼ ἀρετῇ κρείττων οὔτʼ ἀριθμῷ πλείων συνηνέχθη ποτὲ ἡμῖν ἐν οὐδενὶ τῶν πρὸ τούτου πολέμων δύναμις.