Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἡμῖν τὸ ἀρχαῖον πολίτευμα ἦν μοναρχία, καὶ μέχρι γενεᾶς ἑβδόμης ταύτῃ χρώμενοι διετελέσαμεν τῇ πολιτείᾳ, καὶ παρὰ πάσας τὰς ἡγεμονίας ταύτας οὐδὲν ὁ δῆμος ἠλαττώθη πώποτε ὑπὸ τῶν βασιλέων καὶ πάντων ἥκιστα ὑπὸ τῶν τελευταίων· ἐῶ γὰρ λέγειν, ὅτι πολλὰ καὶ μεγάλα ἀγαθὰ ἐκ τῆς ἀρχῆς αὐτῶν ἐκαρπώσατο.

χωρὶς γὰρ τῆς ἄλλης αὐτῶν θεραπείας, ᾗ κολακεύοντας αὐτὸν οἰκεῖον μὲν σφίσιν, ἐχθρὸν δʼ ὑμῖν ἐβούλοντο εἶναι, ὃ ποιοῦσιν ἅπαντες οἱ τυραννικῶς ἐξάγοντες τὰς δυναστείας, κρατήσαντες πολέμῳ μακρῷ

v.2p.372
Συέσσης, πόλεως πάνυ εὐδαίμονος, ἐξὸν αὐτοῖς μηδενὶ κοινωνῆσαι τῶν λαφύρων, ἀλλʼ αὐτοὶ κατασχεῖν καὶ πάντας ὑπερβαλέσθαι πλούτῳ βασιλεῖς, οὐκ ἠξίωσαν, ἀλλὰ φέροντες εἰς μέσον ἔθηκαν ἅπασαν τὴν ὠφέλειαν· ὥσθʼ ἡμᾶς χωρὶς ἀνδραπόδων καὶ βοσκημάτων καὶ τῆς ἄλλης κτήσεως πολλῆς οὔσης καὶ καλῆς ἀργυρίου πέντε μνᾶς κατʼ ἄνδρα διανείμασθαι.

ὧν ἡμεῖς ἀμελήσαντες, ἐπειδὴ τυραννικώτερον ἐχρῶντο ταῖς ἐξουσίαις οὐκ εἰς τὸν δῆμον πλημμελοῦντες, ἀλλʼ εἰς ὑμᾶς, δυσανασχετοῦντες ἐπὶ τοῖς γινομένοις τῆς μὲν τῶν βασιλέων εὐνοίας ἀπέστημεν, ὑμῖν δὲ προσεθέμεθα· καὶ συνεπαναστάντες αὐτοῖς μεθʼ ὑμῶν οἵ τʼ ἐν τῇ πόλει καὶ οἱ ἐπὶ στρατοπέδου τοὺς μὲν ἐξηλάσαμεν, ὑμῖν δὲ φέροντες ἀνεθήκαμεν τὴν ἐκείνων ἀρχήν. πολλάκις τε γενόμενον ἐφʼ ἡμῖν μεταθέσθαι πρὸς τοὺς ἐξελασθέντας τὰς μεγάλας δωρεάς, ἃς ὑπέτεινον ἡμῖν, ἵνα δὴ τὸ πρὸς ὑμᾶς πιστὸν ἐγκαταλίπωμεν, οὐχ ὑπεμείναμεν, ἀλλὰ πολλοὺς καὶ μεγάλους καὶ συνεχεῖς πολέμους καὶ κινδύνους διʼ ὑμᾶς ἀνηντλήσαμεν· καὶ μέχρι τοῦ παρόντος ἔτος ἑπτακαιδέκατον ἤδη τριβόμεθα πᾶσιν ἀνθρώποις μαχόμενοι περὶ τῆς κοινῆς ἐλευθερίας.

ἀκαταστάτου μὲν γὰρ ἔτι τῆς πολιτείας

v.2p.373
οὔσης· οἷα γίγνεσθαι φιλεῖ περὶ τὰς μεταβολὰς τὰς αἰφνιδίως γιγνομένας· δυσὶ ταῖς ἐπιφανεστάταις πόλεσι Τυρρηνῶν, Ταρκυνιήταις τε καὶ Οὐιεντανοῖς κατάγειν βουλομένοις τοὺς βασιλεῖς μεγάλῃ στρατιᾷ, παρακινδυνεύσαντες ὀλίγοι πρὸς πολλοὺς διηγωνίσμεθα, καὶ μεγίστην ἀποδειξάμενοι προθυμίαν τούς τʼ ἀντιταχθέντας μάχῃ νικήσαντες ἀπεωσάμεθα, καὶ τῷ περιόντι τῶν ὑπάτων διεσώσαμεν τὴν ἀρχήν.

οὐ πολλοῖς δὲ χρόνοις ὕστερον Πορσίναν Τυρρηνῶν βασιλέα κατάγειν καὶ αὐτὸν ἀξιοῦντα τοὺς φυγάδας τῇ τʼ ἐξ ἁπάσης Τυρρηνίας, ἣν αὐτὸς ἐπήγετο, δυνάμει καὶ ταῖς ὑπʼ ἐκείνων ἐκ πολλοῦ συναχθείσαις, οὐκ ἔχοντες ἀξιόμαχον χεῖρα καὶ διὰ τοῦτο κατακλεισθέντες εἰς πολιορκίαν τε καὶ ἀμηχανίαν καὶ παντὸς πράγματος ἀπορίαν, τῷ πάντα ὑπομεῖναι τὰ δεινὰ φίλον γενόμενον ἠναγκάσαμεν ἀπελθεῖν.

τὰ δὲ τελευταῖα τρίτον κάθοδον τῶν βασιλέων παρασκευασαμένων διὰ τοῦ Λατίνων ἔθνους καὶ τριάκοντα πόλεις ἐπαγομένων, ἀντιβολοῦντας ὑμᾶς ὁρῶντες καὶ ὀλοφυρομένους καὶ ἕνα ἕκαστον ἐπιβοώμενον ἑταιρίας τε καὶ συντροφίας καὶ ὁμαιχμίας ἀναμιμνήσκοντας οὐχ ὑπεμείναμεν ἐγκαταλιπεῖν· ἡγησάμενοι δὲ κάλλιστον εἶναι καὶ λαμπρότατον ἀγῶνα τὸν ὑπὲρ ὑμῶν ὁμόσε τοῖς δεινοῖς ἐχωρήσαμεν, μέγιστον δὴ κινδύνων ἀναρρίψαντες ἐκεῖνον, ἐν ᾧ πολλὰ μὲν τραύματα λαβόντες, πολλὰ δὲ σώματα συγγενῶν τε

v.2p.374
καὶ ἑταίρων καὶ ὁμοσκήνων ἀποβαλόντες, ἐνικήσαμεν τοὺς πολεμίους καὶ τοὺς ἡγεμόνας αὐτῶν ἀπεκτείναμεν καὶ τὴν βασιλικὴν συγγένειαν ἅπασαν διεφθείραμεν.