Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἡμᾶς, ὦ Οὐαλέριε, πολλὰ μὲν καὶ ἄλλα τὰ κωλύοντά ἐστιν ἀποθεμένους τὰ ὅπλα ἐφʼ ὑμῖν γενέσθαι, τρία δὲ τὰ μέγιστα καὶ τὰ φανερώτατα. πρῶτον μέν, ὅτι ἐγκαλοῦντες ἡμῖν ὡς ἡμαρτηκόσιν ἥκετε καὶ ἐν εὐεργεσίας οἴεσθε μέρει διδόναι τὴν κάθοδον· ἔπειθʼ, ὅτι οὐδὲν ὑποδηλοῦτε παρακαλοῦντες ἐπὶ τὰς διαλλαγάς, ἐφʼ οἷς αὐτὰς δικαίοις καὶ φιλανθρώποις ποιησόμεθα· τὸ δὲ τελευταῖον, ὅτι βέβαιον ἡμῖν, ὧν ἂν ὑπόσχησθε, οὐδέν ἐστιν, ἀλλὰ πολλάκις ἐξαπατῶντες τε καὶ φενακίζοντες ἡμᾶς διατετελέκατε.

ἐρῶ δʼ ὑπὲρ ἑκάστου χωρὶς ἀπὸ τοῦ δικαίου ἀρξάμενος· καὶ γὰρ ἰδίᾳ τε καὶ ἐν κοινῷ λέγοντας ἀπὸ τοῦ δικαίου χρὴ ἄρχεσθαι. ἡμεῖς τοίνυν εἰ μέν τι ἀδικοῦμεν ὑμᾶς, οὐδὲν δεόμεθα οὔτʼ ἀδείας οὔτʼ ἀμνηστίας· καίτοι γε

v.2p.371
οὐκ ἀξιοῦμεν οὐδὲ κοινωνεῖν ἔτι τῆς πόλεως, ἀλλʼ ἐπιμενοῦμεν, ὅποι ποτʼ ἂν ἡμᾶς ἄγῃ τὸ χρεών, τῇ τύχῃ καὶ δαίμοσιν ἐπιτρέψαντες ἡγεμόσιν. εἰ δʼ ἀδικούμενοι πρὸς ὑμῶν ταύτης ἠναγκάσμεθα τῆς τύχης πειραθῆναι, ἐν ᾗ ἔσμεν, τί οὐχ ὁμολογεῖτε κακοὶ περὶ ἡμᾶς αὐτοὶ γενόμενοι συγγνώμης δεῖσθαι καὶ ἀμνηστίας; νῦν δʼ, ἣν αἰτεῖσθε, ταύτην διδόναι λέγετε, καὶ ἧς ἀφεῖσθαι ζητεῖτε ὀργῆς, ταύτης ὡς ἀφιέντες μεγαληγορεῖτε, συγχέοντες τὴν τῆς ἀληθείας φύσιν καὶ τὴν τῶν δικαίων ἀξίωσιν ἀναστρέφοντες.

ὅτι δʼ οὐκ ἀδικεῖσθε, ἀλλʼ ἀδικεῖτε, καὶ πολλὰ καὶ μεγάλα εὐεργετηθέντες ὑπὸ τοῦ δήμου, τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δʼ εἰς τὴν ἡγεμονίαν, οὐ καλὰς ἀποδεδώκατε αὐτῷ τὰς ἀμοιβάς, μάθετε· ποιήσομαι δʼ ἀφʼ ὧν ἴστε καὶ αὐτοὶ πραγμάτων τοὺς λόγους, καὶ πρὸς θεῶν, ἐάν τι ψεῦδος εἴπω, μὴ ἀνάσχησθε, ἀλλʼ εὐθὺς ἐλέγχετε.