Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

παυσαμένου δὲ τοῦ Κλαυδίου μεγάλη φωνὴ καὶ θόρυβος ἐξαίσιος ἄχρι πολλοῦ χρόνου κατεῖχε τὸ συνέδριον. οἱ μὲν γὰρ ἀριστοκρατικοὶ δοκοῦντες εἶναι καὶ τὰ δικαιότερα πρὸ τῶν ἀδίκων οἰόμενοι δεῖν σκοπεῖν τῇ Κλαυδίου γνώμῃ προσετίθεντο καὶ τοὺς ὑπάτους ἠξίουν μάλιστα μὲν τῇ κρείττονι προσχωρῆσαι μερίδι διαλογιζομένους, ὅτι βασιλικὸν ἔχουσι τὸ τῆς ἀρχῆς κράτος, οὐ δημοτικόν· εἰ δὲ μή γε, φυλάττειν αὑτοὺς ἴσους καὶ μὴ κατισχύειν μηδετέραν τῶν στάσεων, διαριθμησαμένους δὲ τὰς γνώμας τῶν συνέδρων ταῖς πλείοσι γνώμαις στοιχεῖν.

εἰ δὲ τούτων ἀμφοτέρων ὑπεριδόντες αὐτοκράτορας αὑτοὺς ποιήσουσι τῶν διαλύσεων, οὐκ ἐπιτρέψειν αὐτοῖς ἔλεγον, ἀλλʼ ἐναντιώσεσθαι πάσῃ προθυμίᾳ λόγοις τʼ ἄχρις ἂν ἐξῇ, χρώμενοι καὶ ὅπλοις, ὅταν ἀναγκαῖον γένηται· ἦν δὲ τοῦτο στῖφος καρτερὸν καὶ σχεδὸν ἅπασα τῶν πατρικίων ἡ νεότης ταύτης εἴχετο τῆς προαιρέσεως.

οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες τῇ Μενηνίου τε καὶ Οὐαλερίου γνώμῃ προσέκειντο καὶ μάλιστα οἱ προβεβηκότες ταῖς ἡλικίαις ἐνθυμούμενοι τὰς συμφοράς, ὅσαι καταλαμβάνουσι τὰς πόλεις ἐκ τῶν ἐμφυλίων πολέμων.

v.2p.360
ἐξηττώμενοι δὲ τῆς κραυγῆς τῶν νέων καὶ τῆς ἀκοσμίας τό τε φιλότιμον αὐτῶν ὑφορώμενοι καὶ τὸν ἐπιπολασμόν, ὃν ἐποιοῦντο κατὰ τῶν ὑπάτων, δεδιότες, ὡς οὐ πρόσω χειροκρασίας ἐλευσόμενον, εἰ μή τις αὐτοῖς εἴξειεν, εἰς δάκρυα καὶ δεήσεις τῶν ἐναντιουμένων τελευτῶντες ἐτράποντο.