Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὃς ἀναστὰς πρῶτον ὑπεμίμνησκε τὴν βουλὴν τῶν ἰδίων πολιτευμάτων, καὶ ὅτι πολλάκις αὐτοῦ προλέγοντος τὰ μέλλοντα συμβήσεσθαι δεινὰ διʼ ὀλιγωρίας ἐποιήσαντο τοὺς λόγους· ἔπειτα ἠξίου τοὺς ἐναντιουμένους ταῖς διαλλαγαῖς μὴ περὶ τῶν μετρίων νῦν ζητεῖν, ἀλλʼ ἐπεὶ τὴν στάσιν οὐκ εἴασαν ἐξαιρεθῆναι, ἡνίκα μικρὰ ἦν ἔτι τῇ πόλει τὰ διαφέροντα, νῦν γέ τοι σκοπεῖν, ὅπως διὰ ταχέων παύσεται καὶ μὴ

v.2p.348
προελθοῦσα ἔτι πορρωτέρω λήσει τάχα μὲν ἀνίατος, εἰ δὲ μὴ δυσίατος καὶ πολλῶν αἰτία σφίσι γενομένη κακῶν· τήν τε ἀξίωσιν τῶν δημοτικῶν οὐκέτι τὴν αὐτὴν ἀπέφαινεν ἐσομένην τῇ προτέρᾳ, οὐδʼ ἐπὶ τοῖς αὐτοῖς εἴκαζε συμβήσεσθαι τὸν δῆμον ἀπαλλαγὴν μόνον τῶν χρεῶν αἰτούμενον, ἀλλὰ καὶ βοηθείας δεήσεσθαί τινος ἴσως, ἀφʼ ἧς εἰς τὸν λοιπὸν χρόνον ἀσφαλὴς διατελέσει·

καταλελύσθαι μὲν γὰρ ἀφʼ οὗ παρῆλθεν ἡ τοῦ δικτάτορος ἀρχὴ τὸν φύλακα τῆς ἐλευθερίας αὐτοῦ νόμον, ὃς οὔτε ἀποκτείνειν πολίτην ἄκριτον οὐδένα συνεχώρει τοῖς ὑπάτοις, οὐδέ γε τοὺς παρὰ τῇ κρίσει ἐλαττουμένους ὑπὸ τῶν πατρικίων δημοτικοὺς παραδίδοσθαι τοῖς καταδικασαμένοις, ἔφεσιν δὲ τοῖς βουλομένοις ἐδίδου μεταφέρειν τὰς κρίσεις ἐπὶ τὸν δῆμον ἀπὸ τῶν πατρικίων καὶ ὅ τι ἂν ὁ δῆμος γνῷ, τοῦτʼ εἶναι κύριον· ἀφῃρῆσθαι δὲ καὶ τὴν ἄλλην ἐξουσίαν τῶν δημοτικῶν ὀλίγου δεῖν πᾶσαν, ἧς ἐν τοῖς προτέροις χρόνοις ἦσαν κύριοι, ὅπου γε καὶ τὸν ἐκ τῶν πολέμων θρίαμβον οὐκ ἐξεγένετο αὐτοῖς εὑρέσθαι παρὰ τῆς βουλῆς ἀνδρὶ παρʼ ὁντιναοῦν ἄλλον ἐπιτηδείῳ ταύτης τυχεῖν τῆς τιμῆς, Ποπλίῳ Σερουιλίῳ

Πρίσκῳ. ἐφʼ οἷς εἰκός τι πάσχοντας τοὺς πολλοὺς ἀθυμεῖν καὶ πονηρὰς ἔχειν ὑπὲρ τῆς ἀσφαλείας ἐλπίδας, ἐπειδὴ οὔτε ὑπάτῳ οὔτε δικτάτορι κήδεσθαι αὐτῶν βουλομένοις ἐξεγένετο, ἀλλὰ καὶ προσαπήλαυσέ τις αὐτῶν ὕβρεως καὶ ἀτιμίας διὰ τὴν ὑπὲρ τῶν πολλῶν

v.2p.349
σπουδὴν καὶ πρόνοιαν. ταῦτα δʼ ἀπειργάσθαι συγκύψαντας οὐ τοὺς χαριεστάτους τῶν πατρικίων, ὑβριστὰς δέ τινας καὶ πλεονέκτας περὶ χρηματισμὸν ἄδικον δεινῶς ἐσπουδακότας, οἳ πρὸς πολὺ διάφορον καὶ ἐπὶ μεγάλοις δανεισθὲν τόκοις πολλὰ καταδουλωσάμενοι πολιτῶν σώματα, τούτοις τʼ ὠμὰς καὶ ὑπερηφάνους ἀνάγκας προσφέροντες, ἀλλότριον ἐποίησαν γενέσθαι τῆς ἀριστοκρατίας ἅπαν τὸ δημοτικόν, ἑταιρίαν τε συστησάμενοι καὶ ταύτης ἀναδείξαντες Ἄππιον Κλαύδιον ἡγεμόνα, μισόδημον ἄνδρα καὶ ὀλιγαρχικόν, διʼ ἐκείνου πάντα φύρουσι τὰ πράγματα τῆς πόλεως. οἷς εἰ μὴ τὸ σωφρονοῦν μέρος τῆς βουλῆς ἐμποδὼν στήσεται, κινδυνεύειν ὑπὲρ ἀνδραποδισμοῦ τινος καὶ κατασκαφῆς τὴν πόλιν. τελευτῶν δʼ ἀπεφήνατο συνδοκεῖν τῇ Μενηνίου χρῆσθαι γνώμῃ, καὶ τὴν πρεσβείαν ἠξίου πέμπειν διὰ ταχέων· τοὺς δʼ ἄνδρας ἀφικομένους πειρᾶσθαι μὲν ὡς βούλονται καταλύσασθαι τὴν στάσιν, εἰ δὲ μὴ διδοίη τις αὐτοῖς, ἃ βούλονται, δέχεσθαι τὰ διδόμενα.