Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτʼ εἰπὼν ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν, ὅσοι ἂν Ῥωμαίων ἐπὶ τὸν κατʼ αὐτῶν πόλεμον

v.2p.305
ἐκστρατεύσωσι, τὰς τούτων οἰκίας μηδένα ἐξεῖναι μήτε πωλεῖν μήτʼ ἐνεχυράζειν μήτε γένος αὐτῶν ἀπάγειν πρὸς μηδὲν συμβόλαιον μήτε κωλύειν τὸν βουλόμενον τῆς στρατείας κοινωνεῖν. ὅσοι δʼ ἂν ἀπολειφθῶσι τῆς στρατείας, τὰς κατὰ τούτων πράξεις ὑπάρχειν τοῖς δανεισταῖς, ἐφʼ οἷς ἑκάστοις συνέβαλον. ὡς δὲ ταῦτʼ ἤκουσαν οἱ πένητες, αὐτίκα συνέγνωσάν τε καὶ πολλῇ προθυμίᾳ πάντες εἰς τὸν πόλεμον ὥρμηντο, οἱ μὲν ἐλπίσιν ὠφελειῶν ὑπαχθέντες, οἱ δὲ τοῦ στρατηλάτου χάριτι, οἱ δὲ πλεῖστοι τὸν Ἄππιον καὶ τοὺς ἐν τῇ πόλει κατὰ τῶν ὑπομεινάντων προπηλακισμοὺς φεύγοντες.

παραλαβὼν δʼ ὁ Σερουίλιος τὸ στράτευμα σὺν πολλῇ σπουδῇ ἐλαύνει διαλιπὼν οὐδένα χρόνον, ἵνα συμμίξῃ τοῖς πολεμίοις, πρὶν εἰς Ῥωμαίων χώραν αὐτοὺς εἰσβαλεῖν· καὶ καταλαβὼν περὶ τὸ Πωμεντῖνον χωρίον ἐστρατοπεδευκότας καὶ τὴν Λατίνων χώραν προνομεύοντας, ὅτι παρακαλοῦσιν αὐτοῖς οὐ συνήραντο τοῦ πολέμου, περὶ δείλην ὀψίαν παρὰ λόφον τινὰ ὡς εἴκοσι στάδια τῆς στρατοπεδείας αὐτῶν ἀφεστῶτα τίθεται τὸν χάρακα· καὶ αὐτοῖς νυκτὸς ἐπιτίθενται Οὐολοῦσκοι ὀλίγους τε δόξαντες εἶναι καὶ ὡς ἐξ ὁδοῦ μακρᾶς κατακόπους προθυμίας τʼ ἐνδεῶς ἔχοντας διὰ τοὺς ἐκ τῶν πενήτων περὶ τὰ χρέα νεωτερισμοὺς ἐν ἀκμῇ μάλιστα δοκοῦντας εἶναι.

ὁ δὲ Σερουίλιος ἔτι νυκτὸς ἀπὸ τοῦ χάρακος ἀγωνισάμενος, ἐπεὶ δὲ φῶς

v.2p.306
τε ἤδη ἐγένετο καὶ τοὺς πολεμίους ἔμαθεν ἀτάκτως προνομεύοντας, ἀνοῖξαι κελεύσας πυλίδας ἐκ τοῦ χάρακος ἀδήλως συχνάς, ἀφʼ ἑνὸς παραγγέλματος ἐφῆκεν ἐπʼ αὐτοὺς τὸ στράτευμα. ἐξαπιναίου δὲ τοῦ δεινοῦ καὶ παρὰ δόξαν τοῖς Οὐολούσκοις προσπεσόντος ὀλίγοι μέν τινες ὑποστάντες πρὸς τῷ χάρακι μαχόμενοι κατεκόπησαν· οἱ δʼ ἄλλοι φεύγοντες προτροπάδην καὶ πολλοὺς τῶν σφετέρων ἀπολέσαντες τραυματίαι τε οἱ πλεῖστοι καὶ τὰ ὅπλα ἀπολωλεκότες εἰς τὸν χάρακα διεσώζοντο.