Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ Ποστόμιος ἐκείνην μὲν τὴν νύκτα κατεστρατοπέδευσεν ἐν τῷ πεδίῳ, τῇ δʼ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν τῇ μάχῃ καὶ τοὺς αἰχμαλώτους φυλάττεσθαι διαδοὺς ἔθυε τὰ νικητήρια τοῖς θεοῖς. ἔτι δʼ αὐτῷ τὸν στέφανον ἐπικειμένῳ καὶ τὰς ὑπερπύρους ἀπαρχὰς τοῖς βωμοῖς ἐπιτιθέντι σκοποί τινες ἀπὸ τῶν μετεώρων καταδραμόντες ἀγγέλλουσι πολέμιον ἐπὶ σφᾶς ἐλαύνειν στρατόν. ἦν δʼ ἐκ τοῦ Οὐολούσκων ἔθνους ἐπίλεκτος ἀκμὴ σύμμαχος ἀπεσταλμένη Λατίνοις, πρὶν ἢ τὴν μάχην αὐτῶν ἐπιτελεσθῆναι.

ὡς δὲ δὴ ταῦτʼ ἔγνω, χωρεῖν ἅπαντας ἐκέλευσεν ἐπὶ τὰ ὅπλα καὶ μένειν ἐν τῷ χάρακι παρὰ ταῖς ἰδίαις ἕκαστον σημαίαις σιγὴν καὶ κόσμον φυλάττοντας, ἕως ἂν αὐτὸς ἃ χρὴ πράττειν παραγγείλῃ. οἱ δὲ τῶν Οὐολούσκων ἡγεμόνες ἐξ ἀπόπτου τῶν Ῥωμαίων παρεμβαλόντες ὡς εἶδον μεστὸν μὲν τὸ πεδίον νεκρῶν, ὀρθοὺς δὲ τοὺς χάρακας ἀμφοτέρους, προιόντα δʼ ἐκ τῶν ἐρυμάτων οὔτε πολέμιον οὔτε φίλον οὐδένα, τέως μὲν ἐθαύμαζον καὶ τίς ἦν ἡ κατειληφυῖα τύχη τὰ

v.2p.282
πράγματα ἀπόρως εἶχον συμβάλλειν. ἐπεὶ δὲ παρὰ τῶν ἀνασωζομένων ἐκ τῆς τροπῆς ἅπαντα τὰ περὶ τὸν ἀγῶνα ἔμαθον, ἐσκόπουν μετὰ τῶν ἄλλων ἡγεμόνων,

τί χρὴ πράττειν. τοῖς μὲν οὖν θρασυτάτοις αὐτῶν ἐδόκει κράτιστον εἶναι χωρεῖν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων ἐξ ἐφόδου, τέως πολλοὶ μὲν ἔκαμον ὑπὸ τραυμάτων, ἀπειρήκεσάν θʼ ἅπαντες ὑπὸ κόπου ὅπλα τε ἄχρηστα τοῖς πλείστοις ἦν, τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα καὶ βοήθεια παρὰ τῶν οἴκοθεν ἀκραιφνὴς οὔπω παρῆν οὐδεμία αὐτοῖς, ἡ δὲ σφῶν αὐτῶν δύναμις πολλή τε οὖσα καὶ ἀγαθὴ καὶ ὡπλισμένη καλῶς ἐμπειροπόλεμός τε καὶ οὐ προσδεχομένοις ἐξαπιναίως παροῦσα, φοβερὰ καὶ τοῖς εὐτολμοτάτοις φανήσεσθαι ἔμελλε.

τοῖς δὲ σωφρονεστάτοις οὐκ ἀσφαλὲς τὸ κινδύνευμα εἶναι ἐφαίνετο, ἀνδράσιν ἀγαθοῖς τὰ πολέμιά τε καὶ νεωστὶ τὴν Λατίνων τοσαύτην δύναμιν ἀραμένοις ἄνευ συμμάχων ὁμόσε χωρεῖν μέλλοντας τὸν ὑπὲρ τῶν μεγίστων κίνδυνον ἐν ἀλλοτρίᾳ ποιεῖσθαι γῇ, ἔνθα εἴ τι συμβαίη πταῖμα οὐδεμίαν ἕξουσι καταφυγὴν ἀσφαλῆ· τῆς δʼ οἴκαδε σωτηρίας προνοεῖσθαι μᾶλλον ἠξίουν οὗτοι διὰ ταχέων καὶ μέγα κέρδος ὑπολαμβάνειν, εἰ μηδὲν ἀπολαύσουσιν ἐκ τῆς στρατείας κακόν.

ἑτέροις δὲ τούτων μὲν οὐδέτερον ἐδόκει χρῆναι ποιεῖν, νεανικὸν μὲν ἀποφαίνουσι τὸ πρόχειρον τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, αἰσχρὸν δὲ τὸ παράλογον τῆς ἐπὶ τὰ οἰκεῖα φυγῆς, ὡς κατʼ εὐχὴν ληψομένων τῶν πολεμίων, ὁπότερον ἂν αὐτῶν ποιήσωσι. γνώμη δὲ

v.2p.283
τούτων ἦν ἐν μὲν τῷ παρόντι κρατύνασθαι τὸν χάρακα καὶ τὰ πρὸς τὸν ἀγῶνα εὐτρεπίζεσθαι, πέμποντας δὲ πρὸς τοὺς ἄλλους Οὐολούσκους δυεῖν θάτερον ἀξιοῦν ἢ δύναμιν ἑτέραν πέμπειν ἀξιόχρεων ἐπὶ Ῥωμαίους,