Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων μετὰ τοῦτον ἀναστὰς ἕτερος εἶπεν· ἐμοὶ δʼ, ὦ βουλή, δοκεῖ καὶ τοῦτʼ ἔτι προστεθῆναι τῇ γνώμῃ, δυεῖν ἀνδρῶν κρατίστων εἰς τόδε χρόνου τὰ κοινὰ διοικούντων, ὧν οὐκ ἂν εὕροιτε ἀμείνους, τὸν μὲν ἕτερον αὐτῶν κύριον ἀποδειχθῆναι τῆς ἀναρρήσεως, τὸν δʼ ἕτερον ὑπὸ τοῦ συνάρχοντος αἱρεθῆναι διαγνόντων αὐτῶν ἐν ἀλλήλοις τὸν ἐπιτηδειότερον· ἵνα αὐτοῖς περιγένηται σὺν τῷ τιμίῳ καὶ τὸ χαῖρον ἴσον, τῷ μὲν ὅτι τὸν συνάρχοντα κράτιστον ἀπέφηνε, τῷ δʼ ὅτι πρὸς τοῦ συνάρχοντος ἄριστος ἐκρίθη· ἡδὺ γὰρ καὶ καλὸν ἑκάτερον. οἶδα μὲν οὖν, ὅτι καὶ μὴ προστεθέντος τῇ γνώμῃ τοῦδε τοῦ μέρους, αὐτοῖς ἂν ἐφάνη τοῖς ἀνδράσιν οὕτως ποιεῖν· κρεῖττον δὲ τὸ μηδʼ ὑμῶν ἕτερόν τι βουλομένων.
ἐδόκει καὶ τοῦτο κατὰ νοῦν ἅπασιν εἰρῆσθαι· καὶ οὐθενὸς ἔτι τῇ γνώμῃ προστεθέντος ἐπικυροῦται τὸ δόγμα. ὡς δὲ παρέλαβον τὴν ἐξουσίαν οἱ ὕπατοι τοῦ διαγνῶναι, πότερος ἐξ αὐτῶν ἄρχειν ἐστὶν ἐπιτηδειότερος, θαυμαστόν τι καὶ παρὰ πάσας τὰς ἀνθρωπίνας ὑπολήψεις πρᾶγμα ἐποίουν. οὐ γὰρ ἑαυτὸν ἑκάτερος ἄξιον ἀπέφαινε τῆς ἡγεμονίας,
διαλυθείσης δὲ τῆς βουλῆς οἱ προσήκοντες κατὰ γένος ἑκατέρῳ, καὶ τῶν ἄλλων βουλευτῶν οἱ ἐντιμότατοι πρὸς τὸν Λάρκιον ἀφικόμενοι πολλὰς ἐποιοῦντο τοῦ ἀνδρὸς ἄχρι πολλῆς νυκτὸς δεήσεις διδάσκοντες, ὡς ἐν ἐκείνῳ τὰς ἐλπίδας ἡ βουλὴ τέθειται πάσας, καὶ τὸ ἀσπούδαστον αὐτοῦ περὶ τὴν ἀρχὴν πονηρὸν εἶναι τῷ κοινῷ λέγοντες. ὁ δʼ ἦν ἀτενὴς καὶ πολλὰ ἐν μέρει δεόμενός τε καὶ ἀντιβολῶν ἕκαστον διετέλει. τῇ δʼ ἑξῆς ἡμέρᾳ πάλιν τοῦ συνεδρίου συναχθέντος, ἐπειδὴ καὶ τότε διεμάχετο καὶ πειθόμενος ὑπὸ πάντων οὐκ ἀφίστατο τῆς γνώμης, ἀναστὰς ὁ Κλοίλιος ἀναγορεύει τʼ αὐτόν, ὥσπερ εἰώθεσαν ποιεῖν οἱ μεσοβασιλεῖς, καὶ τὴν ὑπατείαν αὐτὸς ἐξόμνυται.