Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐκ πολλῶν μὲν οὖν καὶ ἄλλων ἔδοξέ μοι τὰ Ῥωμαίων πράγματα προνοίᾳ θεῶν εἰς τοσαύτην προελθεῖν εὐδαιμονίαν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τότε

v.2p.147
γενομένων. τοσαύτη γὰρ ἄνοια καὶ θεοβλάβεια τοὺς δυστήνους ἐκείνους κατέσχεν, ὥσθʼ ὑπέμειναν ἐπιστολὰς γράψαι πρὸς τὸν τύραννον αὐτογράφους δηλοῦντες αὐτῷ τὸ πλῆθός τε τῶν μετεχόντων τῆς συνωμοσίας καὶ χρόνον, ἐν ᾧ τὴν κατὰ τῶν ὑπάτων ἐπίθεσιν ἔμελλον ποιήσεσθαι, πεισθέντες ὑπὸ τῶν ἀφικομένων ὡς αὐτοὺς παρὰ τοῦ τυράννου γραμμάτων, ὅτι βούλεται προειδέναι, τίνας αὐτῷ προσήκει Ῥωμαίων εὖ

ποιεῖν κατασχόντι τὴν ἀρχήν. τούτων δʼ ἐγένοντο τῶν ἐπιστολῶν ἐγκρατεῖς οἱ ὕπατοι κατὰ τοιάνδε τινὰ συντυχίαν. παρʼ Ἀκυλλίοις τοῖς ἐκ τῆς Κολλατίνου γεγονόσιν ἀδελφῆς οἱ κορυφαιότατοι τῶν ἐν τῇ συνωμοσίᾳ κατήγοντο παρακληθέντες ὡς ἐφʼ ἱερὰ καὶ θυσίαν· μετὰ δὲ τὴν ἑστίασιν ἐξελθεῖν ἐκ τοῦ συμποσίου κελεύσαντες τοὺς διακόνους καὶ πρὸ τῶν θυρῶν τοῦ ἀνδρῶνος ἀπελθεῖν διεφέροντό τε πρὸς ἀλλήλους ὑπὲρ τῆς καταγωγῆς τῶν τυράννων καὶ τὰ δόξαντα εἰς ἐπιστολὰς κατεχώριζον αὐτογράφους, ἃς ἔδει τοὺς Ἀκυλλίους λαβόντας ἀποδοῦναι τοῖς ἐκ Τυρρηνίας πρέσβεσιν,

ἐκείνους δὲ Ταρκυνίῳ. ἐν τούτῳ δὴ τῷ χρόνῳ τῶν θεραπόντων τις οἰνοχόος ἐκ πόλεως Καινίνης αἰχμάλωτος ὄνομα Οὐινδίκιος ὑποπτεύσας τοὺς ἄνδρας βουλεύειν πονηρὰ τῇ μεταστάσει τῶν διακόνων ἔμεινε μόνος ἔξω παρὰ ταῖς θύραις καὶ τούς τε λόγους παρʼ αὐτῶν ἠκροάσατο καὶ τὰς ἐπιστολὰς εἶδεν ὑπὸ πάντων

v.2p.148
γραφομένας, ἁρμῷ τινι τῆς θύρας διαφανεῖ τὴν ὄψιν προσβαλών.

ἐξελθὼν δὲ πολλῆς ἔτι νυκτὸς οὔσης ὡς ἀπεσταλμένος ὑπὸ τῶν δεσποτῶν ἐπὶ χρείαν τινά, πρὸς μὲν τοὺς ὑπάτους ὤκνησεν ἐλθεῖν δεδιώς, μὴ συγκρύψαι τὸ πρᾶγμα βουλόμενοι διὰ τὴν εὔνοιαν τῶν συγγενῶν τὸν μηνύσαντα τὴν συνωμοσίαν ἀφανίσωσιν, ἀφικόμενος δʼ ὡς Πόπλιον Οὐαλέριον, ὃς ἐν τοῖς πρώτοις τέτταρσιν ἦν τῶν τὴν τυραννίδα καταλυσάντων, δεξιώσει καὶ διʼ ὅρκων τὸ πιστὸν παρʼ αὐτοῦ λαβὼν ὑπὲρ ἀσφαλείας τῆς ἑαυτοῦ μηνυτὴς ὧν τʼ ἤκουσε καὶ

ὧν εἶδε γίνεται. ὁ δʼ ὡς ἔμαθεν οὐδεμίαν ἀναβολὴν ποιησάμενος ἐπὶ τὴν οἰκίαν τῶν Ἀκυλλίων σὺν χειρὶ πολλῇ πελατῶν τε καὶ φίλων παραγίνεται περὶ τὸν ὄρθρον καὶ παρελθὼν εἴσω τῶν θυρῶν ὡς ἐπʼ ἄλλην τινὰ χρείαν παρὼν ἀκωλύτως κατʼ οἶκον ἔτι τῶν μειρακίων ὄντων ἐγκρατὴς γίνεται τῶν ἐπιστολῶν καὶ τοὺς νεανίσκους συλλαβὼν καθίστησιν ἐπὶ τοὺς ὑπάτους.