Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τούς τʼ οἰκτείρειν τὴν πενίαν τῶν πολιτῶν ἀξιοῦντας καὶ βοηθεῖν τοῖς μὴ δυναμένοις διαλῦσαι τὰ χρέα παραινοῦντας ἔφη δεῖν ἐξετάζειν, τί ποτε τὸ πεποιηκὸς ἦν αὐτοὺς ἀπόρους κλήρους τε παραλαβόντας, οὓς οἱ πατέρες αὐτῶν κατέλιπον, καὶ ἀπὸ τῶν στρατειῶν πολλὰ ὠφεληθέντας, καὶ τὰ τελευταῖα ἐκ τῆς δημευθείσης τῶν τυράννων οὐσίας τὴν ἐπιβαλοῦσαν μοῖραν λαβόντας· ἔπειθʼ οὓς μὲν ἂν ὁρῶσι τῇ γαστρὶ καὶ ταῖς αἰσχίσταις ἐζηκότας ἡδοναῖς καὶ διὰ ταῦτʼ ἐκπεπτωκότας ἐκ τῶν βίων, αἰσχύνας τῆς πόλεως νομίζειν καὶ βλάβας, καὶ μέγα τῷ κοινῷ κέρδος ὑπολαμβάνειν, ἐὰν ἑκόντες ἀπὸ τῆς πόλεως ἀποφθαρῶσιν· οὓς δʼ ἂν αἰσθάνωνται διὰ πονηρὰν τύχην ἀπολωλεκότας τοὺς βίους, ἐκ τῶν ἰδίων τούτους

v.2p.243

εὖ ποιεῖν. ἄριστα δὲ τοῦτο καὶ γινώσκειν καὶ ποιήσειν ἔφησε τοὺς συμβεβληκότας αὐτοῖς καὶ βοηθήσειν αὐτῶν ταῖς τύχαις αὐτοὺς ἐκείνους οὐκ ἀναγκασθέντας ὑφʼ ἑτέρων, ἀλλʼ ἑκόντας, ἵνʼ αὐτοῖς ἡ χάρις ἀντὶ τῶν χρημάτων καλὸν ὀφείλημα περιῇ. κοινὴν δὲ ποιεῖν τὴν βοήθειαν ἅπασιν, ἧς ἐξ ἴσου μεθέξουσιν οἱ πονηροὶ τοῖς χρηστοῖς, καὶ μὴ ἐκ τῶν ἰδίων, ἀλλʼ ἐκ τῶν ἀλλοτρίων τινὰς εὖ ποιεῖν, καὶ ὧν τὰ χρήματα ἀφαιροῦνται, τούτοις μηδὲ τὰς ὑπὲρ τῶν εὐεργεσιῶν καταλιπεῖν χάριτας, ἥκιστα τῇ Ῥωμαίων ἀρετῇ προσήκειν.

ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τἆλλα, δεινόν τι καὶ οὐκ ἀνεκτὸν εἶναι Ῥωμαίοις τῆς ἡγεμονίας ἀντιποιουμένοις, ἣν διὰ πολλῶν πόνων οἱ πατέρες αὐτῶν κτησάμενοι τοῖς ἐκγόνοις κατέλιπον, μὴ κατὰ προαίρεσιν μηδὲ πεισθέντας μηδʼ ἐν ᾧ προσῆκε καιρῷ τὰ βέλτιστα καὶ τῷ κοινῷ συμφέροντα πράττειν, ἀλλʼ ὥσπερ ἑαλωκυίας τῆς πόλεως ἢ προσδοκώσης τοῦτο πείσεσθαι παρὰ τὸ δοκοῦν ἑαυτοῖς πράττειν, ἐξ ὧν ὠφέλειαν μὲν οὐδεμίαν ἢ μικράν τινα κομιδῇ λήψονται, κακῶν δὲ κινδυνεύσουσι τὰ ἔσχατα παθεῖν.

μακρῷ γὰρ αὐτοῖς εἶναι κρεῖττον ἃ κελεύουσι Λατῖνοι πράττειν ὡς μετριώτερα ὄντα καὶ μηδʼ εἰς πεῖραν ἐλθεῖν πολέμου, ἢ τοῖς μηδαμῇ μηδὲν χρησίμοις συγχωρήσαντας ἃ παρακαλοῦσιν ἀνελεῖν τὴν πίστιν ἐκ τῆς πόλεως, ἣν ἱεροῦ κατασκευῇ

v.2p.244
καὶ θυσίαις διετησίοις οἱ πατέρες αὐτῶν ἔταξαν γεραίρεσθαι, μέλλοντας σφενδονητῶν συμμαχίαν ἐπὶ τὸν πόλεμον προσλαμβάνειν.

κεφάλαιον δὲ τῆς γνώμης ἦν αὐτῷ τόδε· τοὺς μὲν θέλοντας τῶν πολιτῶν κοινωνεῖν τῆς ἐκ τοῦ πολέμου τύχης ἐπὶ τοῖς αὐτοῖς δικαίοις, οἷς καὶ τῶν ἄλλων ἕκαστος, παραλαμβάνειν ἐπὶ τὰ πράγματα· τοὺς δὲ κατὰ συνθήκας ὁποίας δήποτε ἀξιοῦντας ἀναλαμβάνειν τὰ ὅπλα περὶ τῆς πατρίδος, ὡς οὐδὲν εἰ λάβοιεν ὠφελήσοντας, χαίρειν ἐᾶν. εἰ γὰρ τοῦτο μάθοιεν, εἴξειν αὐτοὺς ἔφη, καὶ παρέξειν σφᾶς αὐτοὺς τοῖς τὰ κράτιστα περὶ τοῦ κοινοῦ βουλεύουσιν εὐπειθεῖς. εἰωθέναι γὰρ ἀεί πως τὸ ἀνόητον ἅπαν, ὅταν μέν τις αὐτὸ κολακεύῃ μεγάλα φρονεῖν, ὅταν δὲ δεδίττηται σωφρονεῖν.