Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καταλύσει τοῦ πολέμου. τούτοις δὴ τοῖς παραδείγμασι χρησάμενος οὐ τῆς αὐτῆς φρονήσεως ἔργον ἀπέφαινεν εἶναι τοῖς μὲν πολεμίοις περὶ μηθενὸς ὧν ἠξίωσαν ἀντειπεῖν, τοῖς δʼ ἑαυτῶν πολίταις περὶ μικροῦ πολεμεῖν διαφόρου, οἳ πολέμους μὲν ἠγωνίσαντο καλοὺς καὶ πολλοὺς περὶ τῆς ἡγεμονίας, ὅτε κατεῖχον οἱ βασιλεῖς τὰ κοινά, μεγάλην δὲ προθυμίαν εἰς τὸ συνελευθερῶσαι τὴν πόλιν ἀπὸ τῶν τυράννων παρέσχοντο, ἔτι δὲ πλείονα παρέξεσθαι σπουδὴν ἔμελλον εἰς τὰ

v.2p.238
λοιπὰ ἔργα παρακληθέντες, βίων μὲν σπανίζοντες, τὰ δὲ σώματα καὶ τὰς ψυχάς, ἃ μόνα περιῆν αὐτοῖς, ἀφειδῶς εἰς τοὺς περὶ αὐτῆς κινδύνους ἐπιδιδόντες. ἔφη δὲ τελευτῶν ὡς εἰ καὶ μηδὲν ἐπεχείρουν ἐκεῖνοι τοιοῦτον ὑπʼ αἰσχύνης κρατούμενοι λέγειν, μηδὲ ἀπαγγέλλειν, τοὺς πατρικίους ἐχρῆν λογισμὸν τὸν προσήκοντα περὶ αὐτῶν λαβόντας, ὧν ᾔδεσαν δεομένους καὶ κοινῇ καὶ καθʼ ἕνα ἕκαστον, ταῦτʼ ἐξ ἑτοίμου χαρίζεσθαι, ἐνθυμουμένους, ὅτι πρᾶγμα ὑπερήφανον ποιοῦσιν αἰτοῦντες μὲν παρʼ ἐκείνων τὰ σώματα, μὴ χαριζόμενοι δʼ αὐτοῖς τὰ χρήματα, καὶ λέγοντες μὲν πρὸς ἅπαντας, ὅτι τῆς κοινῆς ἐλευθερίας ἕνεκα πολεμοῦσι, τῶν δὲ συγκατακτησαμένων αὐτὴν ἀφαιρούμενοι, οὐ πονηρίαν ἔχοντες αὐτοῖς ὀνειδίζειν, ἀλλʼ ἀπορίαν, ἣν οἰκτείρεσθαι μᾶλλον ἢ μισεῖσθαι προσῆκε.

τοιαῦτα τοῦ Οὐαλερίου λέγοντος καὶ πολλῶν τὴν γνώμην ἐπαινούντων Ἄππιος Κλαύδιος Σαβῖνος ἐν τῷ προσήκοντι κληθεὶς τόπῳ τἀναντία παρῄνει διδάσκων, ὅτι τὸ στασιάζον οὐκ ἐξαιρεθήσεται τῆς πόλεως, ἐὰν ψηφίσωνται χρεῶν ἀποκοπάς, ἀλλʼ ἔτι πονηρότερον ἔσται μεταχθὲν ἀπὸ τῶν πενήτων εἰς τοὺς εὐπόρους.

δῆλον γὰρ δὴ πᾶσιν ὑπάρχειν, ὅτι χαλεπῶς οἴσουσιν οἱ μέλλοντες ἀποστερεῖσθαι τῶν χρημάτων πολῖταί τʼ ὄντες καὶ ἐπίτιμοι καὶ πάσας ἐστρατευμένοι τὰς ἐπιβαλούσας ὑπὲρ τῆς πόλεως στρατείας,

v.2p.239
οὐδʼ ἀξιοῦντες ἃ κατέλιπον αὐτοῖς οἱ πατέρες καὶ αὐτοὶ φιλεργοῦντες καὶ σωφρόνως ζῶντες ἐκτήσαντο δημεύεσθαι τοῖς πονηροτάτοις καὶ ἀργοτάτοις τῶν πολιτῶν. πολλῆς δʼ εἶναι μωρίας ἔργον τῷ χείρονι μέρει τοῦ πολιτεύματος χαρίζεσθαι βουλομένους τοῦ κρείττονος ὑπερορᾶν καὶ τοῖς ἀδικωτάτοις τῶν πολιτῶν τὰς ἀλλοτρίας δημεύοντας οὐσίας τῶν δικαίως αὐτὰς κτησαμένων ἀφαιρεῖσθαι.

ἐνθυμεῖσθαί τʼ αὐτοὺς ἠξίου, ὅτι οὐχ ὑπὸ τῶν πενήτων καὶ οὐδεμίαν ἰσχὺν ἐχόντων αἱ πόλεις ἀπόλλυνται τὰ δίκαια ποιεῖν ἀναγκαζομένων, ἀλλʼ ὑπὸ τῶν εὐπόρων καὶ τὰ πολιτικὰ πράττειν δυναμένων, ὅταν ὑπὸ τῶν χειρόνων ὑβρίζωνται καὶ τῶν δικαίων μὴ τυγχάνωσιν. εἰ δὲ μηδὲν ἀγανακτήσειν μέλλοιεν οἱ τῶν συμβολαίων ἀποστερούμενοι, πρᾴως δέ πως καὶ ῥᾳθύμως οἴσειν τὰς βλάβας, οὐδʼ οὕτως ἔφη καλῶς ἕξειν σφίσιν οὐδʼ ἀσφαλῶς δωρεὰν τοῖς πένησι χαρίζεσθαι τοιαύτην, διʼ ἣν ἀσυνάλλακτος ὁ κοινὸς ἔσται βίος καὶ μισάλληλος καὶ τῶν ἀναγκαίων χρειῶν, ὧν χωρὶς οὐκ ἔνεστιν οἰκεῖσθαι τὰς πόλεις, ἐνδεής, οὔτε τὴν χώραν σπειρόντων ἔτι καὶ φυτευόντων τῶν γεωργῶν, οὔτε τὴν θάλατταν πλεόντων καὶ διαμειβομένων τὰς διαποντίους ἀγορὰς τῶν ἐμπόρων, οὔτε ἄλλην ἐργασίαν οὐδεμίαν δικαίαν ποιουμένων τῶν πενήτων.

εἰς ἅπαντα γὰρ ταῦτα τοῖς δεομένοις ἀφορμῆς οὐδένα τῶν εὐπόρων τὰ ἑαυτοῦ χρήματα προήσεσθαι· ἐκ δὲ τούτων φθονήσεσθαι μὲν εὐπορίαν, καταλυθήσεσθαι δὲ φιλεργίαν, κρείττω δὲ μοῖραν ἕξειν

v.2p.240
τοὺς ἀκολάστους τῶν σωφρόνων, τοὺς δʼ ἀδίκους τῶν δικαίων καὶ τοὺς σφετεριζομένους τἀλλότρια τῶν φυλαττόντων τὰ ἴδια. ταῦτα δʼ εἶναι τὰ ποιοῦντα διχοστασίας ἐν ταῖς πόλεσι καὶ ἀλληλοφθορίας ἀπαύστους καὶ πᾶσαν ἄλλην κακῶν ἰδέαν, ὑφʼ ὧν αἱ μὲν εὐτυχέστατα πράξασαι τὴν ἐλευθερίαν ἀφῃρέθησαν, αἱ δὲ τῆς χείρονος μοίρας τυχοῦσαι πανώλεθροι διεφθάρησαν.