Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τῷ δʼ ἑξῆς ἐνιαυτῷ Ῥωμαῖοι καθιστᾶσιν ὑπάτους Τῖτον Λάρκιον Φλάβον καὶ Κόιντον Κλοίλιον Σικελόν. τούτων ὁ μὲν Κλοίλιος τὰ πολιτικὰ πράττειν ἐτάχθη ὑπὸ τῆς βουλῆς τὴν ἡμίσειαν τῆς στρατιᾶς ἔχων φυλακῆς ἕνεκα τῶν νεωτεριζόντων, ἐπιεικὴς τὴν φύσιν εἶναι δοκῶν καὶ δημοτικός. ὁ δὲ Λάρκιος ἐπὶ τὸν κατὰ Φιδηναίων πόλεμον ἐξηρτυμένην στρατιὰν ἄγων καὶ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρασκευασάμενος ᾤχετο.

πονουμένοις τε τῷ μήκει τοῦ πολέμου καὶ πάντων σπανίζουσι τῶν ἀναγκαίων χαλεπὸς ἦν

v.2p.228
ὑπορύττων τε τοὺς θεμελίους τῶν τειχῶν καὶ χώματα ἐγείρων καὶ μηχανὰς προσφέρων καὶ οὔθʼ ἡμέρας οὔτε νυκτὸς τῆς πολιορκίας ἀφιστάμενος ὀλίγου τε χρόνου κατὰ κράτος αἱρήσειν τὴν πόλιν ὑπολαμβάνων. οὐδὲ γὰρ αἱ Λατίνων πόλεις, αἷς οἱ Φιδηναῖοι μόναις πιστεύοντες ἀνείλοντο τὸν πόλεμον, ἱκαναὶ σώζειν αὐτοὺς ἔτι τότʼ ἦσαν.

μία μὲν γὰρ οὐδεμία πόλις ἀξιόχρεως ἦν ἀπαλλάξαι τῆς πολιορκίας αὐτούς, κοινῇ δʼ ἐξ ὅλου τοῦ ἔθνους οὔπω συνειστήκει δύναμις, ἀλλὰ πολλάκις πρεσβευομένοις αὐτοῖς τὰς αὐτὰς ἐδίδοσαν οἱ προεστηκότες τῶν πόλεων ἀποκρίσεις, ὡς ἀφιξομένης σφίσιν ἐπικουρίας ἐν τάχει· ἔργον δʼ οὐδὲν ἐγίνετο ταῖς ὑποσχέσεσιν ὅμοιον, ἀλλὰ μέχρι λόγων αἱ περὶ τῆς συμμαχίας ἐλπίδες ἐχώρουν.

οὐ μὴν παντάπασί γε τὰ παρὰ τῶν Λατίνων ἀπεγνώκεσαν οἱ Φιδηναῖοι, ἀλλὰ διεκαρτέρουν ἐπὶ ταῖς ἐκεῖθεν ἐλπίσι πάντα τὰ δεινὰ ὑπομένοντες. ἦν δʼ ὑπὲρ πάντα ὁ λιμὸς ἄμαχον πρᾶγμα καὶ πολὺν οὗτος ἐποίησεν ἀνθρώπων φθόρον. ὡς δʼ ἀπειρήκεσαν ἤδη τοῖς κακοῖς, πρεσβευτὰς ἀπέστειλαν ὡς τὸν ὕπατον ἀνοχὰς αἰτοῦντες εἰς τεταγμένον τινὰ ἡμερῶν ἀριθμὸν ὡς ἐν τούτῳ βουλευσόμενοι τῷ χρόνῳ περὶ τῆς πρὸς Ῥωμαίους φιλίας, ἐφʼ οἷς αὐτὴν ποιήσονται δικαίοις.

ἦν δʼ οὐ βουλῆς χάριν αἰτούμενος ὑπʼ αὐτῶν ὁ χρόνος, ἀλλὰ παρασκευῆς τῶν συμμάχων, ὡς ἐδήλωσαν τῶν αὐτομόλων τινὲς ἔναγχος ἀφιγμένοι. τῇ γὰρ ἔμπροσθεν νυκτὶ τοὺς ἐπιφανεστάτους

v.2p.229
τῶν πολιτῶν καὶ πλεῖστον ἐν ταῖς Λατίνων πόλεσι δυναμένους ἀπεστάλκεσαν πρέσβεις πρὸς τὸ κοινὸν ἱκετηρίας φέροντας.