Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὕπατοι δʼ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπεδείχθησαν Πόπλιος Οὐετούριος Γεμῖνος καὶ Πόπλιος Αἰβούτιος Ἔλβας. τούτων ὁ μὲν Αἰβούτιος ἐπὶ τῶν πολιτικῶν ἐτάχθη πραγμάτων φυλακῆς οὐ μικρᾶς δεῖσθαι δοκούντων, μή τις ἑτέρα νεωτερισθῇ πρᾶξις ἐκ τῶν πενήτων· Οὐετούριος δὲ τὴν ἡμίσειαν τῆς στρατιᾶς ἐπαγόμενος τὴν Φιδηναίων γῆν ἐδῄου κωλύοντος οὐδενὸς καὶ προσκαθεζόμενος τῇ πόλει προσβολὰς ἐποιεῖτο συνεχεῖς. οὐ δυνάμενος δὲ πολιορκίᾳ τὸ τεῖχος ἑλεῖν ἀπεχαράκου τὰ πέριξ καὶ ἀπετάφρευεν ὡς λιμῷ

τοὺς ἀνθρώπους παραστησόμενος. ἤδη δὲ κάμνουσι τοῖς Φιδηναίοις ἧκεν ἐπικουρία Λατίνων, ἣν ἀπέστειλε Σέξτος Ταρκύνιος, καὶ σῖτος καὶ ὅπλα καὶ τἆλλα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια. οἷς πιστεύσαντες ἐθάρρησαν προελθεῖν ἐκ τῆς πόλεως, δύναμις οὐ μικρά, καὶ ποιοῦνται στρατόπεδον ἐν ὑπαίθρῳ. ὁ μὲν δὴ περιτειχισμὸς οὐκέτι τοῖς Ῥωμαίοις χρήσιμος ἦν, ἐδόκει δʼ ἀγῶνος δεῖν· καὶ γίνεται πλησίον τῆς πόλεως μάχη μέχρι τινὸς ἀγχώμαλος· ἔπειτα ὑπὸ τοῦ ταλαιπώρου τῶν Ῥωμαίων, ὃ διὰ τὴν πολλὴν ἄσκησιν αὐτοῖς περιῆν, ἐκβιασθέντες οἱ Φιδηναῖοι πλείους ὄντες ὑπʼ ἐλαττόνων εἰς φυγὴν κατέστησαν.

φόνος δʼ οὐ πολὺς

v.2p.227
αὐτῶν ἐγένετο, τῆς ὑποχωρήσεως εἰς τὴν πόλιν οὐ διὰ μακροῦ γενομένης καὶ τῶν ἐπὶ τοῖς τείχεσι τοὺς διώξαντας ἀποκρουσαμένων. μετὰ τοῦτο τὸ ἔργον οἱ μὲν ἐπίκουροι διασκεδασθέντες ἀπῄεσαν οὐδὲν τοὺς ἔνδον ὠφελήσαντες· ἡ δὲ πόλις ἐν ταῖς αὐταῖς πάλιν ἐγεγόνει συμφοραῖς καὶ τῇ σπάνει τῶν ἀναγκαίων ἐπονεῖτο,

κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Σέξτος Ταρκύνιος ἄγων στρατιὰν Λατίνων ἐπὶ Σιγνίαν κατεχομένην ὑπὸ Ῥωμαίων ἐστράτευσεν, ὡς ἐξ ἐφόδου τὸ φρούριον παραληψόμενος. γενναίως δὲ τῶν ἔνδον ἀπομαχεσαμένων, παρεσκεύαστο μὲν ὡς λιμῷ τοὺς ἀνθρώπους τὸ χωρίον ἐκλιπεῖν ἀναγκάσων καὶ πολὺν αὐτόθι χρόνον οὐδὲν ἀξιόλογον πράττων διετέλει· ἀποτυχὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος ἀφικομένης τοῖς φρουροῖς ἀγορᾶς τε καὶ βοηθείας ἀπὸ τῶν ὑπάτων, λύσας τὴν πολιορκίαν ἀπῆγε τὰς δυνάμεις.