Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα τοῖς πρέσβεσιν ἀποκρινάμενος καὶ προπέμψας ἐκ τῆς πόλεως μετὰ τοῦτο φράζει τῇ βουλῇ περὶ τῆς ἀπορρήτου συνωμοσίας, ἃ παρὰ τῶν μηνυτῶν ἔμαθε· καὶ λαβὼν ἐξουσίαν παρʼ αὐτῶν αὐτοκράτορα τοῦ διερευνήσασθαι τοὺς μετασχόντας τῶν ἀπορρήτων βουλευμάτων καὶ τοῦ κολάσαι τοὺς ἐξευρεθέντας, οὐ τὴν αὐθάδη καὶ τυραννικὴν ἦλθεν ὁδόν, ὡς ἕτερος ἄν τις ἐποίησεν εἰς τοσαύτην κατακλεισθεὶς ἀνάγκην· ἀλλʼ ἐπὶ τὴν εὐλόγιστόν τε καὶ ἀσφαλῆ καὶ τῷ σχήματι τῆς καθεστώσης τότε πολιτείας ἀκόλουθον ἐτράπετο.

οὔτε γὰρ ἐκ τῶν οἰκιῶν συλλαμβανομένους ἄγεσθαι τοὺς πολίτας ἐπὶ τὸν θάνατον ἀποσπωμένους ἀπὸ γυναικῶν τε καὶ τέκνων καὶ πατέρων ἐβουλήθη, τόν τʼ οἶκτον ἐνθυμούμενος, οἷος ἔσται τῶν προσηκόντων ἑκάστοις παρὰ τὸν ἀποσπασμὸν τῶν ἀναγκαιοτάτων καὶ δεδοικώς, μή τινες ἀπονοηθέντες ἐπὶ τὰ ὅπλα τὴν ὁρμὴν λάβωσι, καὶ διʼ αἵματος ἐμφυλίου χωρήσῃ τὸ ἀναγκασθὲν παρανομεῖν· οὔτε δικαστήρια καθίζειν αὐτοῖς ᾤετο δεῖν, λογιζόμενος, ὅτι πάντες ἀρνήσονται καὶ οὐθὲν ἔσται βέβαιον τοῖς δικασταῖς τεκμήριον οὐδʼ ἀναμφίλεκτον ἔξω τῆς μηνύσεως, ᾧ πιστεύσαντες θάνατον τῶν πολιτῶν καταψηφιοῦνται·

καινὸν δέ τινα

v.2p.222
τρόπον ἀπάτης ἐξεῦρε τῶν νεωτεριζόντων, διʼ οὗ πρῶτον μὲν αὐτοὶ μηδενὸς ἀναγκάζοντες εἰς ἓν χωρίον ἥξουσιν οἱ τῶν ἀπορρήτων βουλευμάτων ἡγεμόνες, ἔπειτʼ ἀναμφιλέκτοις ἁλώσονται τεκμηρίοις, ὥστε μηδʼ ἀπολογίαν αὐτοῖς καταλείπεσθαι μηδεμίαν, πρὸς δὲ τούτοις οὐκ εἰς ἔρημον συναχθέντες τόπον οὐδʼ ἐν ὀλίγοις μάρτυσιν ἐξελεγχθέντες, ἀλλʼ ἐν ἀγορᾷ πάντων ὁρώντων γενόμενοι καταφανεῖς ἃ προσήκει πείσονται, ταραχή τʼ οὐδεμία γενήσεται κατὰ τὴν πόλιν οὐδʼ ἐπαναστάσεις ἑτέρων, οἷα συμβαίνειν φιλεῖ περὶ τὰς κολάσεις τῶν νεωτεριζόντων, καὶ ταῦτʼ ἐν ἐπισφαλέσι καιροῖς.

ἄλλος μὲν οὖν ἄν τις ἀποχρῆν ὑπέλαβεν αὐτὸ τὸ κεφάλαιον εἰπεῖν, ὅτι συλλαβὼν τοὺς μετασχόντας τῶν ἀπορρήτων βουλευμάτων ἀπέκτεινεν, ὡς ὀλίγης τοῖς πράγμασι δηλώσεως δέον· ἐγὼ δὲ καὶ τὸν τρόπον τῆς συλλήψεως τῶν ἀνδρῶν ἱστορίας ἄξιον εἶναι νομίσας ἔκρινα μὴ παρελθεῖν, ἐνθυμούμενος ὅτι τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας οὐχ ἱκανόν ἐστιν εἰς ὠφέλειαν τὸ τέλος αὐτὸ τῶν πραχθέντων ἀκοῦσαι, ἀπαιτεῖ δʼ ἕκαστος καὶ τὰς αἰτίας ἱστορῆσαι τῶν γινομένων καὶ τοὺς τρόπους τῶν πράξεων καὶ τὰς διανοίας τῶν πραξάντων καὶ τὰ παρὰ τοῦ δαιμονίου συγκυρήσαντα, καὶ μηδενὸς ἀνήκοος γενέσθαι τῶν πεφυκότων τοῖς πράγμασι παρακολουθεῖν· τοῖς δὲ πολιτικοῖς καὶ

v.2p.223
πάνυ ἀναγκαίαν ὑπάρχουσαν ὁρῶν τὴν τούτων μάθησιν, ἵνα παραδείγμασιν ἔχοιεν πρὸς τὰ συμβαίνοντα χρῆσθαι.

ἦν δʼ ὁ τρόπος τῆς συλλήψεως τῶν συνωμοτῶν, ὃν ἐξεῦρεν ὁ ὕπατος, τοιόσδε. τῶν μετεχόντων τοῦ βουλευτικοῦ συνεδρίου τοὺς ἀκμαιοτάτους ἐπιλεξάμενος ἐκέλευσεν αὐτοῖς, ὅταν λάβωσι τὸ σύνθημα μετὰ τῶν πιστοτάτων φίλων τε καὶ συγγενῶν τοὺς ἐρυμνοὺς τῆς πόλεως καταλαβέσθαι τόπους, ἐν οἷς ἐτύγχανον ἕκαστοι τὰς οἰκήσεις ἔχοντες· τοῖς θʼ ἱππεῦσι προεῖπεν ἐν ταῖς ἐπιτηδειοτάταις τῶν περὶ τὴν ἀγορὰν οἰκιῶν περιμένειν ἔχουσι ξίφη καὶ ποιεῖν, ὅ τι ἂν αὐτοῖς κελεύῃ.