Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐνιαυτῷ δὲ πέμπτῳ μετὰ τὴν ἐκβολὴν τοῦ βασιλέως, ὀλυμπιὰς μὲν ἦν ἐνάτη καὶ ἑξηκοστή, ἣν ἐνίκα στάδιον Ἰσχόμαχος Κροτωνιάτης τὸ δεύτερον, ἄρχων δʼ Ἀθήνησιν Ἀκεστορίδης, ὕπατοι δὲ Ῥωμαίων Μάρκος Οὐαλέριος ἀδελφὸς Οὐαλερίου Ποπλικόλα καὶ

Πόπλιος Ποστόμιος Τούβερτος ἐπικαλούμενος. ἐπὶ τούτων ἕτερος ἐξεδέξατο Ῥωμαίους πόλεμος ἐκ τῶν ἔγγιστα οἰκούντων, ὃς ἤρξατο μὲν ἀπὸ λῃστηρίων, προὔβη δʼ εἰς πολλοὺς καὶ μεγάλους ἀγῶνας, ἐχώρησε μέντοι τελευτῶν εἰς διαλλαγὰς εὐπρεπεῖς ἐπὶ τῆς τετάρτης μετὰ τούσδε τοὺς ἄνδρας ὑπατείας πάντα τὸν μεταξὺ χρόνον πολεμηθείς. Σαβίνων γάρ τινες καταγνόντες ἀσθένειαν τῆς πόλεως ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος, ὡς οὐκέτι τὴν ἀρχαίαν ἀξίωσιν ἀναληψομένης, ἐπετίθεντο τοῖς εἰς τὴν χώραν κατιοῦσιν ἐκ τῶν ἐρυμάτων λῃστήρια καταστησάμενοι, καὶ πολλὰ τοὺς γεωργοὺς

v.2p.192

ἔβλαπτον. ὑπὲρ ὧν ἀποστείλαντες οἱ Ῥωμαῖοι πρεσβείαν πρὶν ἐπὶ τὰ ὅπλα χωρῆσαι δίκας ᾔτουν καὶ τὸ λοιπὸν ἠξίουν μηδὲν εἰς τοὺς ἐργαζομένους τὴν γῆν παρανομεῖν. αὐθάδεις δὲ λαβόντες ἀποκρίσεις προεῖπον αὐτοῖς τὸν πόλεμον. καὶ γίνεται ἡ μὲν πρώτη ἔξοδος ἑνὸς τῶν ὑπάτων Οὐαλερίου σὺν ἱππεῦσι καὶ ψιλῶν τοῖς ἀκμαιοτάτοις αἰφνίδιος ἐπὶ τοὺς λῃιζομένους τὴν χώραν καὶ φόνος τῶν καταληφθέντων ἐν ταῖς προνομαῖς συχνῶν ὄντων πολύς, οἷα εἰκὸς ἀνθρώπων ἀσυντάκτων τε καὶ οὐ προῃσθημένων τὴν ἔφοδον.

ἔπειτα τῶν Σαβίνων πολλὴν ἀποστειλάντων ἐπʼ αὐτοὺς στρατιὰν ὑφʼ ἡγεμόνι τεταγμένην ἐμπείρῳ πολέμου Ῥωμαίων ἑτέρα γίνεται ἐπʼ αὐτοὺς ἔξοδος ἁπάσαις ταῖς δυνάμεσιν ἀγόντων ἀμφοτέρων τῶν ὑπάτων. Ποστόμιος μὲν οὖν πλησίον τῆς Ῥώμης ἐν ὀρεινοῖς τόποις κατεστρατοπέδευσε δεδιώς, μή τις ἔφοδος ἐκ τῶν φυγάδων ἐπʼ αὐτὴν γένηται αἰφνίδιος· Οὐαλέριος δʼ ἐγγὺς τῶν πολεμίων παρὰ ποταμὸν Ἀνίητα, ὃς ἐκ πόλεως μὲν Τιβύρων καθʼ ὑψηλοῦ πολὺς ἐκχεῖται σκοπέλου, φέρεται δὲ διὰ τῆς Σαβίνων τε καὶ Ῥωμαίων πεδιάδος ὁρίζων τὴν ἑκατέρων χώραν· συνάπτει δὲ τὸ ῥεῦμα τῷ Τεβέρει ποταμῷ καλὸς μὲν ὀφθῆναι, γλυκὺς δὲ πίνεσθαι.