Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπαινεθεὶς δʼ ὑπὸ τῶν ἐν τῷ συνεδρίῳ καὶ λαβὼν οἰωνοὺς αἰσίους τῆς πράξεως διαβαίνει τὸν ποταμόν. καὶ παραγενόμενος ἐπὶ τὸν χάρακα τῶν Τυρρηνῶν εἰσέρχεται, παρακρουσάμενος τοὺς φυλάττοντας τὰς πύλας ὡς τῶν ὁμοεθνῶν τις, ὅπλον τʼ οὐθὲν φανερὸν ἔχων καὶ γλώττῃ Τυρρηνικῇ διαλεγόμενος, ἣν ἐξέμαθεν ἔτι παῖς ὢν ὑπὸ τροφοῦ Τυρρηνίδος τὸ

γένος ἐκδιδαχθείς. ὡς δʼ ἐπὶ τὴν ἀγορὰν καὶ τὸ στρατήγιον ἀφίκετο, ἄνδρα ὁρᾷ μεγέθει τε καὶ ῥώμῃ σώματος διαφέροντα, ἐσθῆτα πορφυρᾶν ἐνδεδυκότα, καθήμενον ἐπὶ τοῦ στρατηγικοῦ βήματος, καὶ περὶ αὐτὸν ἑστῶτας ἐνόπλους συχνούς. διαμαρτὼν δὲ τῆς δόξης,

v.2p.179
οἷα δὴ μηδέποτε τὸν βασιλέα τῶν Τυρρηνῶν θεασάμενος, τοῦτον τὸν ἄνδρα ὑπέλαβε Πορσίναν εἶναι· ὁ δʼ ἦν ἄρα γραμματεὺς τοῦ βασιλέως, ἐκάθητο δʼ ἐπὶ τοῦ βήματος διαριθμῶν τοὺς στρατιώτας καὶ διαγράφων αὐτοῖς τοὺς ὀψωνιασμούς.

ἐπὶ τοῦτον δὴ τὸν γραμματέα χωρήσας διὰ τοῦ περιεστηκότος ὄχλου καὶ ἀναβὰς ὡς ἄνοπλος ὑπʼ οὐθενὸς κωλυόμενος ἐπὶ τὸ βῆμα, σπᾶται τὸ ξιφίδιον, ὃ τῆς περιβολῆς ἐντὸς ἔκρυπτε, καὶ παίει τὸν ἄνδρα κατὰ τῆς κεφαλῆς. ἀποθανόντος δὲ τοῦ γραμματέως πληγῇ μιᾷ, συλληφθεὶς εὐθὺς ὑπὸ τῶν περὶ τὸ βῆμα πρὸς τὸν βασιλέα πεπυσμένον ἤδη τὴν τοῦ γραμματέως ἀναίρεσιν ἀπάγεται.

ὁ δʼ ὡς εἶδεν αὐτόν, Ὦ μιαρώτατε πάντων, εἶπεν, ἀνθρώπων, καὶ δίκας ὑφέξων οὐκ εἰς μακρὰν ὧν ἄξιος εἶ, λέγε, τίς εἶ καὶ πόθεν ἀφιγμένος καὶ τίνι βοηθείᾳ πεποιθὼς ἐπεχείρησας ἔργῳ τηλικῷδε· καὶ πότερον τὸν γραμματέα τὸν ἐμὸν ἀποκτεῖναί σοι προὔκειτο μόνον ἢ κἀμέ· καὶ τίνας ἔχεις κοινωνοὺς τῆς ἐπιβουλῆς ἢ συνίστορας; ἀποκρύψῃ δὲ μηδὲν τῶν ἀληθῶν, ἵνα μὴ βασανιζόμενος ἀναγκασθῇς λέγειν.