Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοῦτο τὸ ἔργον ἀθάνατον αὐτῷ δόξαν εἰργάσατο. παραχρῆμά τε γὰρ οἱ Ῥωμαῖοι στεφανώσαντες αὐτὸν ἀπέφερον εἰς τὴν πόλιν ὑμνοῦντες ὡς τῶν ἡρώων ἕνα, καὶ πᾶς ὁ κατοικίδιος ὄχλος ἐξεχεῖτο ποθῶν αὐτόν, ἕως ἔτι περιῆν, θεάσασθαι τὴν τελευταίαν πρόσοψιν· ἐδόκει γὰρ ὑπὸ τῶν τραυμάτων οὐκ εἰς μακρὰν διαφθαρήσεσθαι·

καὶ ἐπειδὴ διέφυγε τὸν θάνατον, εἰκόνα χαλκῆν ἔνοπλον ὁ δῆμος ἔστησεν αὐτοῦ τῆς ἀγορᾶς ἐν τῷ κρατίστῳ καὶ χώραν ἐκ τῆς δημοσίας ἔδωκεν, ὅσην αὐτὸς ἐν ἡμέρᾳ μιᾷ ζεύγει βοῶν περιαρόσει· χωρὶς δὲ τῶν δημοσίᾳ δοθέντων κατὰ κεφαλὴν ἕκαστος

v.2p.175
ἀνδρῶν τε καὶ γυναικῶν, ὅτε μάλιστα δεινὴ σπάνις τῶν ἀναγκαίων ἐπιτηδείων ἅπαντας κατεῖχε, μιᾶς ἡμέρας τροφὴν ἐχαρίσαντο μυριάδες ἀνθρώπων αἱ

σύμπασαι πλείους ἢ τριάκοντα. Ὁράτιος μὲν δὴ τοιαύτην ἀποδειξάμενος ἀρετὴν ἐν τῷ τότε χρόνῳ ζηλωτὸς μὲν εἰ καί τις ἄλλος Ῥωμαίων ἐγένετο, ἄχρηστος δʼ εἰς τὰ λοιπὰ πράγματα τῆς πόλεως διὰ τὴν πήρωσιν τῆς βάσεως· καὶ διὰ τὴν συμφορὰν ταύτην οὔθʼ ὑπατείας οὔτʼ ἄλλης ἡγεμονίας στρατιωτικῆς οὐδεμιᾶς ἔτυχεν.

οὗτός τε δὴ θαυμαστὸν ἔργον ἀποδειξάμενος ἐν τῷ τότε ἀγῶνι Ῥωμαίοις ἄξιος εἴπερ τις καὶ ἄλλος τῶν ἐπʼ ἀνδρείᾳ διονομασθέντων ἐπαινεῖσθαι, καὶ ἔτι πρὸς τούτῳ Γάιος Μούκιος, ᾧ Κόρδος ἐπωνύμιον ἦν, ἀνὴρ ἐξ ἐπιφανῶν πατέρων καὶ αὐτὸς ἐγχειρήματι ἐπιβαλόμενος μεγάλῳ, περὶ οὗ μικρὸν ὕστερον ἐρῶ διηγησάμενος πρῶτον, ἐν οἵαις ἡ πόλις ἦν τότε συμφοραῖς.