Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα μαθόντες οἱ τῶν Ῥωμαίων ὕπατοι πρῶτον μὲν τὰ ἐκ τῶν ἀγρῶν χρήματά τε καὶ βοσκήματα καὶ ἀνδράποδα μετάγειν τοῖς γεωργοῖς ἐκέλευσαν εἰς τὰ πλησίον ὄρη φρούρια κατασκευάσαντες ἐπὶ τοῖς ἐρυμνοῖς ἱκανὰ σώζειν τοὺς εἰς αὐτὰ καταφυγόντας· ἔπειτα τὸν καλούμενον Ἰανίκολον ὄχθον· ἔστι δὲ τοῦτʼ

v.2p.170
ὄρος ὑψηλὸν ἀγχοῦ τῆς Ῥώμης πέραν τοῦ Τεβέριος ποταμοῦ κείμενον· ὀχυρωτέραις ἐκρατύναντο κατασκευαῖς τε καὶ φυλακαῖς, περὶ παντὸς ποιούμενοι μὴ γενέσθαι τοῖς πολεμίοις τὸ ἐπίκαιρον χωρίον ἐπιτείχισμα κατὰ τῆς πόλεως, καὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς ἐνταῦθʼ ἀπέθεντο· τά τʼ ἐντὸς τείχους ἐπὶ τὸ δημοτικώτερον καθίσταντο πολλὰ πολιτευόμενοι φιλάνθρωπα πρὸς τοὺς πένητας, ἵνα μὴ μεταβάλοιντο πρὸς τοὺς τυράννους ἐπὶ τοῖς ἰδίοις κέρδεσι πεισθέντες προδοῦναι τὸ κοινόν·

καὶ γὰρ ἀτελεῖς αὐτοὺς ἁπάντων ἐψηφίσαντο εἶναι τῶν κοινῶν τελῶν, ὅσα βασιλευομένης τῆς πόλεως ἐτέλουν, καὶ ἀνεισφόρους τῶν εἰς τὰ στρατιωτικὰ καὶ τοὺς πολέμους ἀναλισκομένων ἐποίησαν, μέγα κέρδος ἡγούμενοι τοῖς κοινοῖς, εἰ τὰ σώματα μόνον αὐτῶν ἕξουσι προκινδυνεύοντα τῆς πατρίδος· τήν τε δύναμιν ἠσκημένην ἐκ πολλοῦ καὶ παρεσκευασμένην ἔχοντες ἐν τῷ προκειμένῳ τῆς πόλεως ἐστρατοπεδεύοντο πεδίῳ.

βασιλεὺς δὲ Πορσίνας ἄγων τὴν στρατιὰν τὸ μὲν Ἰανίκολον ἐξ ἐφόδου καταλαμβάνεται καταπληξάμενος τοὺς φυλάττοντας αὐτὸ καὶ φρουρὰν Τυρρηνῶν ἐν αὐτῷ καθίστησιν· ἐπὶ δὲ τὴν πόλιν ἐλαύνων ὡς καὶ ταύτην δίχα πόνου παραστησόμενος, ἐπειδὴ πλησίον τῆς γεφύρας ἐγένετο καὶ τοὺς Ῥωμαίους ἐθεάσατο προκαθημένους τοῦ ποταμοῦ, παρεσκευάζετό

v.2p.171
τε πρὸς μάχην ὡς ἀναρπασόμενος αὐτοὺς πλήθει καὶ ἐπῆγε σὺν πολλῇ καταφρονήσει τὴν δύναμιν.

εἶχον δὲ τὴν ἡγεμονίαν τοῦ μὲν ἀριστεροῦ κέρως οἱ Ταρκυνίου παῖδες, Σέξτος καὶ Τῖτος, Ῥωμαίων τʼ αὐτῶν τοὺς φυγάδας ἄγοντες καὶ ἐκ τῆς Γαβίων πόλεως τὸ ἀκμαιότατον ξένων τε καὶ μισθοφόρων χεῖρα οὐκ ὀλίγην· τοῦ δὲ δεξιοῦ Μαμίλιος ὁ Ταρκυνίου κηδεστής, ἐφʼ οὗ Λατίνων οἱ ἀποστάντες Ῥωμαίων ἐτάξαντο· βασιλεὺς δὲ Πορσίνας κατὰ μέσην τὴν φάλαγγα ἐτέτακτο.

Ῥωμαίων δὲ τὸ μὲν δεξιὸν κέρας Σπόριος Λάρκιος καὶ Τῖτος Ἑρμίνιος κατεῖχον ἐναντίοι Ταρκυνίοις· τὸ δʼ ἀριστερὸν Μάρκος Οὐαλέριος ἀδελφὸς θατέρου τῶν ὑπάτων Ποπλικόλα καὶ Τῖτος Λουκρήτιος ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει Μαμιλίῳ καὶ Λατίνοις συνοισόμενοι· τὰ δὲ μέσα τῶν κεράτων οἱ ὕπατοι κατεῖχον ἀμφότεροι.